← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§585.5-586.24

把握场所的困难与容器及场所的区别

菲洛波庞根据亚里士多德的论述(212a7),阐明了把握场所之困难的原因,即质料、形式与延展的并现,以及由于空气看似非物体而将间隔误认为虚空;并通过河中行船的例子,依据可动性与不动性厘清了容器与场所的异同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.84#1

" Δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ληφθῆναι ὁ τόπος διά τε τὸ παρεμφαίνεσθαι τὴν ὕλην καὶ τὴν μορφήν, καὶ διὰ τὸ ἐν ἠρεμοῦντι τῷ περιέχοντι γίνεσθαι τὴν μετάστασιν τοῦ φερομένου." Ἐπιχειρήσας πρότερον ἐφ’ ἑκάτερα περὶ τοῦ τόπου, ἔλεγε τοιοῦτον δεῖν ἀποδοθῆναι περὶ τοῦ τόπου λόγον, ὃς καὶ τὰς ἀπορίας τὰς εἰς αὐτὸν φερομένας ἐπιλύεται, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ δείξει ὑπάρχοντα, καὶ τὸ τῆς δυσκολίας τῆς περὶ αὐτοῦ αἴτιον δῆλον ποιήσει. ἀποδοὺς οὖν τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον, νῦν τὰ προεπηγγελμένα δεῖξαι βούλεται· καὶ πρῶτόν γε τὸ τῆς δυσκολίας αἴτιον, ὅτι τὸ παρεμφαίνεσθαι ἐν τῇ περὶ αὐτοῦ θεωρίᾳ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ διάστημα. τὸ δὲ πλῆθος τῶν παρεμφαινομένων ἐπιθολοῖ τὴν περὶ αὐτοῦ σκέψιν, καὶ μάλιστά γε τὸ διάστημα· πολλὴν γὰρ ἔχει τὴν πρὸς τὸν τόπον ὁμοιότητα. καὶ γὰρ ἀκίνητον εἶναι τὸ διάστημα δοκεῖ, ὥσπερ ὁ πρῶτος τόπος, καὶ δέχεσθαι μένον τὸ αὐτὸ διάφορα σώματα. δῆλον δὲ τὸ αἴτιον τῆς ἀπάτης, ὅτι τοῖς σώμασι συνεισιόν τε καὶ συνεξιὸν τὸ διάστημα (τῷ ταῖς μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ δὲ διαστήματι τὰ αὐτά τε εἶναι καὶ ἴσα1 τά γε τὸν ἴσον ἐκπληροῦντα τόπον) ἓν καὶ ταὐτὸν εἶναι δοκεῖ καὶ ἀκίνητον, κλεπτομένης αὐτοῦ τῆς ἐξαλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων.2 συμβάλλεται δέ, φησίν, εἰς ταύτην τὴν δόξαν καὶ ὁ ἀὴρ δοκῶν ἀσώματος εἶναι τοῖς πολλοῖς διὰ τὴν λεπτομέρειαν· κενὸν γὰρ εἶναι φαντάζονται τὸν μεταξὺ τόπον τῶν ἄκρων, οὐχ ὁμοίως κινοῦντος τὴν αἴσθησιν τοῦ ἀέρος τοῖς ἄλλοις στοιχείοις. καὶ διὰ τοῦτο, φησίν, οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου τόπος εἶναι δοκεῖ, ἀλλὰ καὶ τὸ μεταξὺ πᾶν· κενὸν γὰρ εἶναι καθ’ αὑτό. διὸ καὶ πολλῶν δεόμεθα λόγων εἰς τὸ δεῖξαι, ὅτι ἔστι τι σῶμα ὁ ἀήρ, ἔκ τε τῶν πομφολύγων τε καὶ ψόφων τῶν γινομένων ἐν τῷ πληροῦσθαι ὕδατος τὸν ἀμφορέα ἀπὸ δεξαμενῆς, καὶ ἐκ τοῦ βίας δεῖσθαι εἰς τὸ καταδῦσαι τὸ στόμιον, καὶ ἐκ τοῦ διὰ στενῶν ὀπῶν μὴ ἐκρεῖν τὸ ὕδωρ ἀνεχόμενον ὑπὸ τοῦ ἀέρος, τῷ τε τοὺς πεπληρωμένους ἀσκοὺς πνεύματος ἐπιπολάζειν τε ἐν τῷ ὕδατι καὶ τὰ ἐπικείμενα ἀνέχειν,3 καὶ ἐκ τῶν ῥηγνυμένων ἀσκῶν τε καὶ πίθων ὑπὸ τοῦ γλεύκους διὰ τὸ γεννώμενον ἐν αὐτοῖς πνεῦμα, καὶ ἐξ ἄλλων μυρίων. διὰ οὖν τὸ ὑπονοεῖν κενὸν εἶναι τὸ μεταξὺ τῶν περάτων τοῦ ἀμφορέως, ἐντεῦθεν καὶ πάντα τόπον τοιοῦτον εἶναι νομίζουσιν· οὐ γὰρ δοκεῖ διαφέρειν τι τοῦ ἀγγείου ὁ τόπος, ἀλλ’ ἔστι τὸ μὲν ἀγγεῖον τόπος μεταφορητός, ὁ δὲ τόπος ἀγγεῖον ἀμετακίνητον. τῷ οὖν κινητῷ καὶ ἀκινήτῳ μόνον διοίσουσιν ὁ φυσικὸς τόπος καὶ τὸ ἀγγεῖον. καὶ διὰ τοῦτο, φησίν, ὅταν ἐν κινουμένῳ τι κινῆται, ὡς ἐν ἀγγείῳ μᾶλλόν ἐστι τῷ τοιούτῳ ἢ ὡς ἐν τόπῳ, οἷον ὡς τὸ ἐν ποταμῷ κινούμενον πλοῖον· συγκινεῖται γὰρ τῷ ῥεύματι, ὥστε τὸ περιέχον προσεχῶς τὸ πλοῖον ὕδωρ κυριώτερον ἀγγεῖον ἂν λεχθείη· δεῖ γὰρ τὸν τόπον ᾗ τόπος ἐστὶν ἀκίνητον εἶναι. εἰ δὲ δεῖ, φησί, τόπον καλεῖν τοῦ πλοίου, ὁ ὅλος ποταμὸς μᾶλλον ἂν λεχθείη τόπος ἢ τὸ προσεχῶς περιέχον· ὅλος γὰρ ὡς ὅλος ἀκίνητός ἐστιν ὁ ποταμός· μᾶλλον οὖν ὁ ὅλος ποταμὸς τόπος τοῦ πλοίου. τόπος δὲ οὐχ ὁ πρῶτος δηλονότι, ἀλλ’ ὁ κοινός, ποταμὸν δὲ ὅλον ἀκουστέον οὐ τὸ ὅλον ὕδωρ τὸ ἀπὸ τῶν πηγῶν μέχρι τῶν ἐκβολῶν, ἀλλ’ αὐτὴν τὴν πᾶσαν κοίτην, ᾗ ἐπίκειται τὸ ὕδωρ. ὥστε κἂν ἐν ἀέρι τι κινῆται συγκινουμένου τοῦ ἀέρος καὶ μὴ μένοντος, ταύτῃ ὡς ἐν ἀγγείῳ λέγοιτ’ ἂν εἶναι καὶ οὐκ ἐν τόπῳ, εἰ δὲ ἀκινητίζοι ὁ ἀήρ, τότε ὡς ἐν τόπῳ ἐστὶ τούτῳ· δεῖ γὰρ τὸν τόπον ἀκίνητον εἶναι τοῦ ἐν αὐτῷ κινουμένου.

“场所之所以似乎是某种伟大且难以把握的东西,既是因为质料与形式在其中显现,也是因为被运载之物的易位发生在处于静止的包围者之中。” 先前在就场所问题进行正反两方面的探讨时,他曾说,应当对场所给出这样一种说明:它既能解决针对场所提出的疑难,又能证明按照共同观念属于场所的那些属性确实属于它,并且使关于它的困难的原因变得显明。因此,在给出了场所“是什么”——即它是包围者在其包围被包围者这一意义上的界限——之后,他现在想要展示先前所承诺的事项;首先便是这困难的原因,即质料、形式与延展在对它的考察中一并显现。而这些一并显现者之多,使对它的考察变得混浊,尤其是延展;因为它与场所具有极大的相似性。因为延展似乎也同第一场所一样是不动的,并且在保持自身同一的同时接纳不同的物体。这一欺骗的原因是清楚的:与物体一同进入并一同退出的延展(因为诸物体在其他质态上彼此不同,但在延展上则是同一且相等的,至少那些充满相等场所的物体是如此),由于物体相互置换的迅速而使其更替未被觉察,从而似乎是单一、同一且不动的。他说,由于其微细而在多数人看来是非物体的空气,也促成了这种意见;因为他们想象两端之间的场所是虚空,这是由于空气并不像其他元素那样触动感觉。他说,正因如此,不仅容器的诸界限似乎是场所,而且其间的整个部分也似乎是场所;因为它就其自身而言是虚空。因此,我们为了证明空气是某种物体,也需要许多论证:从双耳罐在水池中注满水时产生的气泡和响声,从将其瓶口压入水中需要用力,从由于受到空气支撑而使水不从狭窄的孔洞中流出,由于充满气体的皮囊浮在水面上并支撑其上的物体,从皮囊和酒瓮被新酿葡萄酒因其内部产生的气体而胀裂,以及从其他无数的事例中引出论据。因此,由于猜想双耳罐界限之间是虚空,由此出发,他们便认为一切场所都是如此;因为场所似乎与容器毫无分别,但容器是可移动的场所,而场所则是不可移动的容器。因此,自然场所与容器仅在可动与不动上有别。他说,正因如此,当某物在运动者之中运动时,它在这样一种东西中宁可说是像在容器中一样,而不是像在场所中一样,例如在河流中运动的船只;因为它随水流一同运动,以致直接包围船只的水更恰当而言应被称为容器;因为场所就其为场所而言必须是不动的。但他指出,若必须称出船只的场所,那么整个河流比起直接包围它的水宁可说是场所;因为作为整体的河流是完全不动的;因此整个河流更应当是船只的场所。当然,这一场所并不是第一场所,而是共同场所;且“整个河流”不应理解为从源头直到入海口的全部水流,而应理解为水所处于其中的整个河床本身。因此,即使某物在空气中运动,当空气随之运动且不保持原位时,在这一方面它宁可说是处于容器之中而非处于场所之中;但若空气保持静止,此时它便像处于场所中一样处于其中;因为对于在其中运动之物而言,场所必须是不动的。

语法注3 条
  1. 4.84τῷ ταῖς μὲν ἄλλαις ποιότησιν αὐτὰ διαφέρειν, τῷ δὲ διαστήματι τὰ αὐτά τε εἶναι καὶ ἴσα

    带冠词不定式的与格结构(τῷ... διαφέρειν 与 τῷ... εἶναι),在句中作表示原因的状语:“由于诸物体(αὐτά,不定式的宾格逻辑主语)在其他质态上(关系与格)互异,而在延展上(关系与格)则是同一且相等的”。这种无介词的与格用以阐明前述分词短语及后文判断(ἓν καὶ ταὐτὸν εἶναι δοκεῖ)得以成立的因果根据。

  2. 4.84κλεπτομένης αὐτοῦ τῆς ἐξαλλαγῆς διὰ τὴν ὀξύτητα τῆς ἀντιμεταστάσεως τῶν σωμάτων

    独立属格结构。名词短语 ἡ ἐξαλλαγή(更替、交换)连同其依附属格 αὐτοῦ(延展的)作为被动分词 κλεπτομένης 的逻辑主语。动词 κλέπτω 的被动态在此引申为“逃过注意”、“未被觉察”,用以说明由于物体相互置换的速度过快,延展本身的更迭未被感知到。

  3. 4.84τῷ τε τοὺς πεπληρωμένους ἀσκοὺς πνεύματος ἐπιπολάζειν τε ἐν τῷ ὕδατι καὶ τὰ ἐπικείμενα ἀνέχειν

    在证明空气是物体的论据罗列中,该带冠词不定式的与格短语与先前的介词短语(ἔκ τε τῶν πομφολύγων... καὶ ἐκ τοῦ βίας δεῖσθαι... καὶ ἐκ τοῦ... μὴ ἐκρεῖν)并列。这是从介词 ἐκ 引导的属格向表示原因/手段的冠词不定式与格的句法交替(variatio),同样充当 δεόμεθα λόγων εἰς τὸ δεῖξαι 的证据来源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:585.5-586.24