← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§583.12-585.4

关于不动间隔与自然学研究对象的辩护反驳

斐洛波诺斯反驳了那位哲学家(阿摩尼奥斯)为亚里士多德所作的辩护——即认为非物体性间隔因其不动而不属于自然哲学研究范围——并通过引用亚里士多德本人对场所不动性的要求以及自然物中存在不动事物(球心、极点、灵魂)的事实,论证亚里士多德实质上完全否定了间隔的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#15

Ἀλλὰ γὰρ ταῦτα ἡμῶν τοῖς παρὰ τοῦ Ἀριστοτέλους περὶ τοῦ τόπου εἰρημένοις ἀντιλεγόντων ἔλεγεν ὁ φιλόσοφος ἀπολογούμενος, ὡς ὅτι1 φυσικὸς ὢν ὁ Ἀριστοτέλης περὶ τούτων ποιεῖται τὸν λόγον τῶν πραγμάτων, ὅσα καὶ ἔστι καὶ διοικεῖται ὑπὸ φύσεως, ἔστι δὲ ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ὥστε εἰ τοῦτό ἐστιν ἡ φύσις, ὅσα ἄρα φυσικά ἐστι τῶν πραγμάτων, ταῦτα ἐν αὑτοῖς ἀρχὴν ἔχει κινήσεως καὶ ἠρεμίας· ὅσα οὖν οὐκ ἔχει ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας, ταῦτα οὐδὲ φυσικά ἐστιν, ὥστε οὐδὲ διαλέξεται περὶ τούτων ὁ φυσιολόγος. τὸ οὖν διάστημα τὸ τοιοῦτον, οὐδεμίαν ἔχον ἐν ἑαυτῷ ἀρχὴν κινήσεως καὶ ἠρεμίας (οὐδὲ γὰρ αὔξεται οὐδὲ ἀλλοιοῦται οὐδὲ κατὰ τόπον κινεῖται· οὐδὲ γὰρ γίνεται καὶ φθείρεται), οὐδὲ φυσικὸν ἂν εἴη. τοῦ οὖν λόγου ὄντος τῷ Ἀριστοτέλει περὶ τῶν φυσικῶν πραγμάτων, ζητεῖ νῦν τί ποτέ ἐστιν ὁ τῶν φυσικῶν πραγμάτων τόπος φυσικὸς ὢν δηλονότι καὶ αὐτός. εἰκότως οὖν τὸ μὲν τοιοῦτον διάστημα οὔ φησι τόπον εἶναι τῶν φυσικῶν σωμάτων εἴτε ἔστιν εἴτε μή (οὐδὲ γάρ ἐστι φυσικόν), μόνον δὲ εὑρίσκει ἐν τοῖς φυσικοῖς ὄντα τόπον τοῖς σώμασι φυσικὸν τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον. Ἐγὼ δὲ πρὸς ταῦτά φημι, ὅτι εἰ μὲν τῷ ὄντι μηδένα λόγον ἐποιεῖτο ὁ Ἀριστοτέλης εἴτε ἔστιν εἴτε μὴ τοιοῦτόν τι διάστημα, μόνον δὲ δεικνύειν ἐπειρᾶτο ὅτι ὁ τόπος τῶν φυσικῶν σωμάτων οὐκ ἔστι τοιοῦτόν τι διάστημα, λέγω δὴ τὸ τριχῇ διαστατόν, κἂν τὸ πιθανὸν εἶχεν ἴσως ἡ ἐπιχείρησις τοῦ φιλοσόφου, οὐ τὸ εἶναι τοιοῦτον διάστημα ἀναιροῦντα δεικνύουσα τὸν Ἀριστοτέλην, ἀλλὰ τὸ εἶναι αὐτὸ τόπον τῶν φυσικῶν σωμάτων φυσικὸν ὄντα καὶ αὐτόν,2 ἐπειδὴ δὲ ὁ Ἀριστοτέλης ἄντικρυς διὰ πάντων δεικνύειν πειρᾶται καὶ ἐνταῦθα καὶ ἐν τοῖς περὶ τοῦ κενοῦ λόγοις, ὅτι οὐδὲ ἔστι διάστημα ἄλλο παρὰ τὰ σωματικὰ διαστήματα, πλασματώδης δείκνυται ἡ τοῦ φιλοσόφου ὑπὲρ Ἀριστοτέλους ἀπολογία. ἔπειτα τὸ λέγειν ὅτι διὰ τὸ ἀκίνητον εἶναι τὸ τοιοῦτον διάστημα οὐδὲ οἶδεν αὐτὸ ὁ φυσικός, διότι περὶ φυσικῶν ὁ φυσικὸς διαλέγεται, φυσικὰ δέ ἐστι τὰ ἔχοντα κινήσεως ἀρχὴν καὶ ἠρεμίας, καὶ τοῦτο προφανῶς παρὰ τὰ δοκοῦντά ἐστι τῷ Ἀριστοτέλει· σαφῶς γὰρ τὸν τόπον αὐτὸς ἀκίνητον βούλεται εἶναι κατὰ πᾶσαν κίνησιν. αὐτῇ γοῦν λέξει οὕτω φησί· “διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἷον ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι. βούλεται δὲ ἀκίνητον εἶναι ὁ τόπος· διὸ ὁ πᾶς μᾶλλον ποταμὸς τόπος ἐστίν, ὅτι ἀκίνητος ἅπας. ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον, τοῦτ’ ἐστὶν ὁ τόπος.” καὶ πρὸ τούτων δὲ ὀλίγον δεικνύναι πειρώμενος, ὅτι οὐκ ἔστι τὸ διάστημα ὁ τόπος, εἰς ἄτοπον ἀπήγαγε τὸν λόγον τῷ καὶ αὐτὸν τὸν τόπον συμβαίνειν μεταβάλλειν· οὕτως ἄρα ὡς ἀξίωμά τι ὑπάρχειν τῷ τόπῳ βούλεται τὸ ἀμετάβλητον αὐτὸν εἶναι. καὶ εἰκότως γε· εἰ γὰρ καὶ ὁ τόπος ᾗ τόπος ἐστὶ μεταβάλλῃ, ἢ κατ’ οὐσίαν 〈ἂν〉 μεταβάλλοι ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον. ἀλλ’ οὔτε κατ’ οὐσίαν μεταβάλλοι ἄν (οὐ γάρ ἐστιν οὐσία), οὔτε κατὰ ποιότητα (ποσὸν γὰρ μᾶλλον ὁ τόπος, οὐ ποιόν), πολλῷ δὲ πλέον οὐδὲ κατὰ τόπον· ἔσται γὰρ τοῦ τόπου τις ἄλλος τόπος. ὅτι δὲ οὐδὲ κατὰ ποσὸν μεταβάλλει αὐξανόμενος καὶ μειούμενος, αὐτὸς ὁ Ἀριστοτέλης μαρτυρεῖ· ὡς γὰρ ἓν καὶ τοῦτο τῶν ὡμολογημένων ὡς μὴ ὑπαρχόντων τῷ τόπῳ, τὸ αὔξεσθαι λέγω ἢ μειοῦσθαι, ἐν ταῖς περὶ αὐτοῦ τίθησιν ἀπορίαις. εἰ δὲ ἀμετάβλητον βούλεται εἶναι τὸν τόπον, οὐκ ἂν τὸ διάστημα διὰ τὸ ἀμετάβλητον εἶναι ἀπεδοκίμαζε τόπον εἶναι τῶν φυσικῶν σωμάτων, ἀλλὰ διὰ τὸ μηδὲν νομίζειν ὅλως εἶναί τι τοιοῦτον διάστημα, ταύτῃ ἀνελεῖν αὐτὸ ἐπεχείρησεν. ἄλλως τε πολλὰ τῶν φυσικῶν ἀκίνητά ἐστι, περὶ ὧν καὶ ὁ φυσικὸς διαλέγεται, οἷον τὰ κέντρα τῶν σφαιρῶν, οἱ πόλοι. καὶ αὐταὶ δὲ αἱ ψυχαὶ ἀκίνητοί εἰσι κατ’ αὐτὸν μάλιστα τὸν Ἀριστοτέλην πᾶσαν φυσικὴν κίνησιν,3 οὐ μόνον αἱ λογικαὶ ἀλλὰ καὶ αἱ ἄλογοι, φυσικαὶ δηλονότι ζωαὶ οὖσαι, καὶ ὅμως λόγον αὐτῶν ποιεῖται ὁ φυσικός. ὥστε καὶ τὸ τοιοῦτον διάστημα περὶ οὗ ὁ λόγος, εἴ γε ὅλως ὑφεστάναι ἐνόμιζεν ὁ Ἀριστοτέλης, οὐκ ἂν διὰ τὸ εἶναι αὐτὸ ἀκίνητον μηδὲ εἶναι ὅλως αὐτὸ δεικνύειν ἐπειρᾶτο.

然而,当我们对亚里士多德关于场所的言论提出这些反驳时,那位哲学家在为他辩护时曾说:亚里士多德作为一名自然哲学家,所论述的是那些既存在又由自然所支配的事物;而自然是运动与静止的本原,因此如果自然是这个,那么凡是自然的事物,自身内部都具有运动与静止的本原;凡是自身内部不具有运动与静止本原的事物,便连自然之物都不是,以至于自然哲学家根本不会讨论它们。因此,这样一种在自身内部毫无运动与静止本原的间隔(因为它既不增长,也不变质,也不在场所上运动;并且既不生成也不毁灭),连自然之物都不是。既然亚里士多德的论述是关于自然事物的,他现在便探讨自然事物的场所究竟是什么,而这场所显然本身也是自然的。因此理所当然地,不论这样一种间隔存在还是不存在,他都主张它并非自然物体的场所(因为它根本不是自然的),而是在自然物之中,唯独发现包围者就其包围被包围者而言的端点,才是属于各物体的自然场所。 但我对此主张:如果亚里士多德事实上完全不谈论是否存在这样某种间隔,而只是试图表明自然物体的场所并非这样某种间隔,即我所说的在三个维度上展开的间隔,那么那位哲学家的立论或许还具有说服力,表明亚里士多德并非否定存在这种间隔,而是否定它作为本身也是自然之物而成为自然物体的场所;但既然亚里士多德在此处以及关于虚空的论述中,都毫无保留地全面试图表明,除了物体的间隔之外根本不存在其他任何间隔,那么这位哲学家为亚里士多德所作的辩护就被证明是虚妄捏造的。其次,声称由于这样一种间隔是不动的,自然哲学家便根本不认识它,因为自然哲学家所讨论的是自然之物,而自然之物是具有运动与静止本原之物——这一说法显然也违背了亚里士多德自己的见解。因为他自己明确主张场所在任何运动上都是不动的。无论如何,他原原本本地这样说道:“因此,当内部的事物在运动的事物中运动并变化时,就像河中的船,它毋宁是将包围者作为容器而非场所来使用。然而场所意在是不动的;因此整条河流毋宁是场所,因为作为一个整体它是完全不动的。以至于包围者的最初的不动端点,这就是场所。”而且在这些话稍前一点,当他试图表明间隔不是场所时,他将论证引向了荒谬,其依据是场所自身也会随之发生变化;由此可见,他确实意在将场所的不可变化性作为一种公理赋予场所。而这也是理所当然的:因为如果场所就其作为场所而言也会变化,那么它要么在实体上变化,要么在数量上,要么在性质上,要么在场所上变化。但它不会在实体上变化(因为它不是实体),也不会在性质上变化(因为场所毋宁是数量,而非性质),更不可能在场所上变化;因为场所又会具有另外某种场所。至于它也不会由于增长和减少而在数量上变化,亚里士多德自己便可作证;因为在关于场所的疑难中,他也将这作为公认不属于场所的特征之一列出,我指的是增长或减少。如果他意在让场所是不可变化的,他就不会因为间隔是不可变化的,而排斥它是自然物体的场所;而是由于他认为根本不存在任何这种间隔,他才试图取消它。况且,许多自然事物都是不动的,自然哲学家也讨论它们,例如诸天球的中心、两极。甚至灵魂本身,尤其是按照亚里士多德自己的看法,无论是有理性的还是无理性的灵魂,在一切自然运动上都是不动的,尽管它们显然是自然的生命,然而自然哲学家依然论及它们。因此,对于此处所论及的这种间隔,亚里士多德如果当真认为它有任何存立,他就绝不会因为它是不可动的,便试图表明它根本连存在都不存在。

语法注3 条
  1. 4.83ἔλεγεν ὁ φιλόσοφος ἀπολογούμενος, ὡς ὅτι

    在斐洛波诺斯的注解中,ὁ φιλόσοφος 通常指其师赫尔梅亚之子阿摩尼奥斯。连词重叠 ὡς ὅτι 是后古典希腊语中引导间接引语从句的习用搭配,意为“……说”。

  2. 4.83οὐ τὸ εἶναι τοιοῦτον διάστημα ἀναιροῦντα δεικνύουσα τὸν Ἀριστοτέλην, ἀλλὰ τὸ εἶναι αὐτὸ τόπον τῶν φυσικῶν σωμάτων φυσικὸν ὄντα καὶ αὐτόν

    分词 δεικνύουσα 与主格阴性主语 ἡ ἐπιχείρησις 一致,带宾格宾语 τὸν Ἀριστοτέλην 及其补充补足语分词 ἀναιροῦντα(“表明亚里士多德在否定……”)。在 ἀλλά 之后承前省略了 ἀναιροῦντα,支配 τὸ εἶναι αὐτὸ τόπον...。φυσικὸν ὄντα 为阳性单数宾格,作 αὐτό 的述语性修饰语,与 τόπον 在性上同化。

  3. 4.83πᾶσαν φυσικὴν κίνησιν

    修饰形容词 ἀκίνητοί 的关系宾格(或副词性宾格),表示“就一切自然运动而言[是不动的]”,无需介词 κατά。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:583.12-585.4