- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:581.21-583.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论证了元素的自然运动并非源于场所的力量,而是源于对造物主所定秩序的渴求;他指出了亚里士多德场所定义的困境,并驳斥了作为场所的间隔(虚空)必然无限的反对意见,指出间隔恰好受宇宙物体的边界所共同限定。
ἐπεὶ οὖν τὴν ἐσχάτην μὲν τάξιν ἡ γῆ εἴληφεν, ὥστε πᾶσιν ὑφίστασθαι, δευτέραν δὲ τὸ ὕδωρ, καὶ τρίτην καὶ τετάρτην ὅ τε ἀὴρ καὶ τὸ πῦρ, εἰκότως, ὅταν ταύτης τῆς τάξεως παρασαλευθῇ τι καὶ τὸ πεφυκὸς ἄλλῳ ἐπιπολάζειν ὑπό τινος βίας μὴ ἐπιπολάζῃ αὐτῷ ἀλλ’ ὑφίστηται, τῆς τάξεως ἧς ὑπὸ τοῦ δημιουργοῦ ἔλαχεν ἐφιέμενα κινεῖται1 ἐπὶ τοσοῦτον, ἕως ἂν ἐν ταύτῃ γένηται. φέρεται οὖν ἐπὶ τὸ ἄνω τὰ κοῦφα, οὐχ ἁπλῶς ἅπτεσθαι τῆς ἐπιφανείας τοῦ περιέχοντος ἐφιέμενα, ἀλλὰ τῆς τάξεως ἣν ὁ δημιουργὸς αὐτοῖς ἐπένειμε· τότε γὰρ μάλιστα τὸ εἶναι ἔχουσι, καὶ τὴν ἑαυτῶν τότε ἔχουσι τελειότητα. οὐχ ὁ τόπος οὖν ἔχει τὴν δύναμιν τοῦ φέρεσθαι τὰ σώματα ἐπὶ τοὺς οἰκείους τόπους, ἀλλὰ τὰ σώματα ἔφεσιν ἔχει τοῦ τὴν αὑτῶν φυλάττειν τάξιν. Τεσσάρων οὖν ὄντων τῶν στοιχείων, καὶ δύο μὲν κούφων δύο δὲ βαρέων, ἐγὼ μέν, εἴ γε δεῖ ὅλως ἀφορίζειν, φημὶ ἄνω μὲν τόπον εἶναι τὸ μόριον τοῦ διαστήματος τὸ ἀπειληφὸς τὰ κοῦφα σώματα, κάτω δὲ τὸ ἀπειληφὸς τὰ βαρέα, ὁ δὲ Ἀριστοτέλης οὐκ ἂν ἔχοι λέγειν τίς ἐστι κυρίως ὁ ἄνω τόπος καὶ τίς ἐστιν ὁ κάτω. εἰ γὰρ ὁ μὲν ἄνω τῶν κούφων ἐστὶν ὁ δὲ κάτω τῶν βαρέων, καὶ ἔστιν ὁ ἄνω τόπος τὸ πέρας τοῦ περιέχοντος, τοῦτο δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας, αὕτη δὲ τὸ πῦρ μόνον προσεχῶς περιέχει, οὐκ ἂν εἴη ἄνω ὁ ἀήρ, ἢ δύο εἴδη τοῦ ἄνω τόπου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κάτω. εἰ δὲ καὶ τὰς ἐντὸς τῆς ἀπλανοῦς σφαίρας2 ἐν τόπῳ βούλεται εἶναι, ἐν τῷ τόπῳ δὲ πάντως τὸ ἄνω ἐστὶ καὶ τὸ κάτω, ἔσται τὸ μὲν ἄνω τὸ δὲ κάτω, τὸ μὲν βαρὺ τὸ δὲ κοῦφον, ὅπερ οὐ βούλεται. ὥστε οὐ πάντως εἰς τὸ ἄνω καὶ εἰς τὸ κάτω τὸν τόπον ἀνάγκη διαιρεῖν, οὐδὲ κατὰ τὰ αὐτῷ δοκοῦντα. πῶς δὲ οὐχὶ καὶ τὸ αὐτὸ περιέχον τε εἴη καὶ περιεχόμενον; καὶ γὰρ ἡ θάλασσα, εἴ γε ἐν τόπῳ ἐστί, περιέχοιτο ἂν ὑπὸ τῆς ἀνεχούσης αὐτὴν ἐπιφανείας, τῆς γῆς δηλονότι μετὰ τοῦ ἐπιπολάζοντος αὐτῇ ἀέρος. ὁμοίως δέ, εἴπερ ἐστὶ καὶ ἡ γῆ ὅλη ἐν τόπῳ καθ’ ὅλην ἑαυτήν, περιέχοιτο ἄν κατά τι μόριον ἑαυτῆς ὑπὸ τῆς ἐπιφανείας τοῦ ὕδατος τῆς πρὸς τῷ πυθμένι τῆς θαλάσσης. ὥστε καὶ ἡ ἐπιφάνεια τῆς γῆς τόπος τοῦ ὕδατος, καὶ ἡ τοῦ ὕδατος τόπος τῆς γῆς, καὶ τὸ αὐτὸ καθὸ περιέχεται κατὰ τοῦτο καὶ περιέχει. τούτων δὲ οὐδὲν ἕπεται τοῖς τὸ διάστημα τὸν τόπον εἶναι λέγουσιν. Ἀλλὰ πάλιν ἐπαποροῦσι τῷ λόγῳ, καί φασιν ὅτι εἰ ἦ τι τοιοῦτον διάστημα κενὸν τῷ ἰδίῳ λόγῳ τὸ δεξόμενον τὰ σώματα, ἀνάγκη τοῦτο καὶ ἄπειρον εἶναι· οὐδὲ γὰρ ἕξει τι πέρας. τὸ γὰρ πέρας τῶν τριχῇ διαστατῶν ἐπιφάνειά ἐστι, τίς δὲ ἂν εἴη τοῦ τοιούτου διαστήματος ἐπιφάνεια τῆς ἐπιφανείας ἐν σώμασιν ὑφεστώσης; ὥστε εἰ καὶ κεχώρηκε δι’ αὐτοῦ ἡ πᾶσα τοῦ οὐρανοῦ σωματότης μέχρι τῆς ἐξωτάτω ἐπιφανείας, πέρας δὲ τούτου εἶναι οὐκ ἐνδέχεται, ἀνάγκη κεχύσθαι αὐτὸ ἔξω τοῦ οὐρανοῦ ἐπ’ ἄπειρον, ὅπερ καὶ αὐτὸ μὲν καθ’ ἑαυτὸ ἄλογον, ἐλήλεγκται δὲ καὶ ὑπὸ τοῦ Ἀριστοτέλους ἱκανῶς καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τῇ Περὶ οὐρανοῦ. ἐγὼ δὲ οὐκ οἶδα ὅπως κἂν τὸ πιθανὸν ἔχειν δόξῃ ἡ τοιαύτη ἀπορία. πρῶτον μὲν γάρ, ὥσπερ τριχῇ διαστατὸν τὸ τοιοῦτον ἐννοεῖν ἐνδέχεται, οὕτω καὶ ἐπιφάνειαν ἀνάλογον τούτῳ, ἔπειτα εἰ καὶ ἐπιφάνειαν ἀνάλογον αὐτῷ μὴ οἷόν τε ἦν ἐπινοῆσαι, οὐ διὰ τοῦτο ἀνάγκη καὶ ἐπ’ ἄπειρον ἐκτείνεσθαι τὸ κενόν· ἐπειδὴ γὰρ τόπος τῶν σωμάτων ὑπέστη, τοσοῦτον μὲν ὑπέστη ὅσον οἷόν τε ἦν χωρῆσαι τὰ κοσμικὰ σώματα, συμπερατοῦται δὲ τοῖς τῶν σωμάτων πέρασιν. ὥσπερ γάρ, εἰ τὸ μεταξὺ τοῦ ἀμφορέως κενὸν ἐπινοηθείη, ἐμβληθῶσι δὲ διάφορα σώματα ἐν τῷ ἀμφορεῖ μὴ συνεχῆ μὲν πρὸς ἄλληλα ἁπτόμενα δέ, ὡς ἕκαστον μέρος τι τοῦ ἐντὸς τόπου καταλαβεῖν, ἕκαστον μὲν ἀνάγκη τῶν μορίων τοῦ κενοῦ συμπερατοῦσθαι τῷ δεχθέντι σώματι, καὶ τὸ ὅλον δὲ κενὸν μέχρι τῆς τοῦ ἀμφορέως κοίλης ἐπιφανείας περατοῦσθαι πάντων τῶν ἐντὸς σωμάτων μέχρις αὐτῆς περατουμένων, οὕτω καὶ ἐν τῷ παντὶ ἑκάστη μὲν τῶν ἐντὸς σφαιρῶν μόριον τοῦ κενοῦ πεπερασμένον ἀπείληφε, τὸ δὲ πᾶν τῷ παντὶ κόσμῳ συμπερατοῦται πέρας ἔχον οὐ μόνον τὸ ἴδιον· οὐ γὰρ ἀδύνατον καὶ τούτου ἐπιφάνειαν ἐπινοεῖν, ὥσπερ καὶ τοῦ ἐναπολαμβάνοντος μορίου τῶν ἐντὸς σωμάτων ἔστι τι πάντως πέρας, καὶ αὐτὴν δὲ ὅπερ εἶπον τὴν τοῦ ἐξωτάτω σώματος ἐπιφάνειαν3 ἅμα οὖσαν τῷ αὐτοῦ πέρατι.
因此,既然大地领受了最末端的位次,以至于处于一切之下,水领受了第二位,空气和火领受了第三和第四位,那么理所当然地,每当有什么东西从这秩序中动摇,而本性上适于浮在另一物体之上的东西由于某种强力不再浮在其上而是处于其下时,它们渴求着从造物主那里所分得的秩序,便会运动,直到处于这一秩序之中。因此,轻物被运向上方,并非单纯渴求接触包围者的表面,而是渴求造物主分配给它们的秩序;因为唯有在那时它们才最具有存在,唯有在那时它们才拥有自身的完满。因此,并不是场所具有使物体被运向适宜场所的力量,而是物体自身具有保持其秩序的渴求。 既然存在着四种元素,且两种为轻、两种为重,那么依我之见,若真有必要全面界定的话,我认为上方的场所便是容纳了轻物的那部分间隔,而下方的场所则是容纳了重物的那部分间隔;但亚里士多德却无法说出严格意义上的上方场所究竟是什么,下方场所究竟是什么。因为如果上方属于轻物,下方属于重物,且上方场所是包围者的端点,而这又是月球天球的凹面,且它直接包围的唯独是火,那么空气就不会处于上方,否则上方场所就会有两种形式。关于下方亦是同样。而且,如果他也主张恒星天球内部的各天球处于场所之中,而在场所之中必然有上和下,那么天球就会一者为上一者为下,一者为重一者为轻,而这并非他所意愿的。因此,绝非必然要将场所划分为上与下,甚至按照他自己的主张来看也非如此。 而且,同样的东西岂不既是包围者又是被包围者了吗?因为大海若是处于场所之中,它就会被支撑着它的表面所包围,显然也就是被大地连同浮在其上的空气的表面所包围。同样地,如果整个大地在其整体上也处于场所之中,它就会在其自身的某个部分上,被位于海底处的水之表面所包围。以至于大地的表面是水的场所,水的表面也是大地的场所,同一事物作为被包围者,正因这一点也成了包围者。然而,对于那些主张场所是间隔的人而言,这些结论没有一条会随之而来。 但他们又对这一论说提出疑难,说如果存在某种在其固有的定义上作为虚空、用以容纳物体的间隔,那么它也必然是无限的;因为它不会具有任何端点。因为在三个维度上展开之物的端点是表面,而既然表面立足于物体之中,这种间隔的表面又会是什么呢?因此,即使整个天的物体性穿过这一间隔而达到最外层的表面,但由于这间隔不可能有端点,它就必然倾泻于天之外直至无限,而这不仅其本身是不合理的,而且也已被亚里士多德在本书以及在《论天》中充分驳斥过了。 但我不知道这样的疑难怎会显得具有哪怕一丝说服力。因为首先,正如可以设想这样一种东西在三个维度上展开一样,设想与它相类比的表面也是可能的;其次,即便无法设想与它相类比的表面,虚空也不因此必然延展至无限。因为既然它是作为物体的场所而成立的,它成立的大小就恰好足以容纳宇宙的诸物体,并且与各物体的端点共同被限定。因为正如设想双耳罐内部的虚空,若将不同的物体投入双耳罐中,彼此并不连续而是相接触,以至于各自占据内部场所的某一部分,那么虚空的各个部分必然与所容纳的物体共同被限定,而整个虚空也限定到双耳罐的凹面为止,因为内部的所有物体都限定到该表面为止;同样地,在宇宙中,内部的每一个天球都占据了虚空的一个有限部分,而整体则与整个宇宙共同被限定,它不仅拥有自身的端点(因为设想它的表面并非不可能,正如容纳内部物体的部分无论如何都有某种端点一样),而且如我所说,还拥有与它的端点并存的最外层物体的表面本身作为端点。
- 4.83ἐφιέμενα κινεῖται
中性复数分词 ἐφιέμενα 与前一行条件从句中的中性单数主语 τι 相应,系依照意义指代被移位的各元素或物体的意合复数(constructio ad sensum);其后的动词 κινεῖται 为单数,符合希腊语中性复数主语接单数动词的常规用法。
- 4.83τὰς ἐντὸς τῆς ἀπλανοῦς σφαίρας
阴性宾格复数冠词 τὰς 省略了被修饰名词 σφαίρας(“恒星天球内部的诸天球”,即行星天球),在由 βούλεται 所统摄的宾格不定词结构中充当 εἶναι 的逻辑主语。
- 4.83καὶ αὐτὴν δὲ ὅπερ εἶπον τὴν τοῦ ἐξωτάτω σώματος ἐπιφάνειαν
在句末结构中,宾格短语 τὴν ... ἐπιφάνειαν 依存于前面的分词 πέρας ἔχον,与前文的 οὐ μόνον τὸ ἴδιον(不仅其自身的[端点])相并列(οὐ μόνον... καὶ...),表示“不仅拥有自身的端点,而且亦拥有最外层物体的表面本身作为端点”。
