- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:575.32-577.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯通过铜球的思想实验论证了独立于物体的空间间隔的存在,驳斥了特米斯蒂乌斯指责盖伦乞题的观点。他进一步阐明,场所并非无性质的物体,而是脱离了一切质料的虚空维度,物体只是充满而非与空间相互穿透。
τί δὲ ἄλλο γε ἢ διὰ τὸ μὴ μεῖναί γε τὸ μεταξὺ διάστημα κενόν; πλὴν εἰ καὶ μὴ ἡ φύσις τοῦτο ἔχει, δεδόσθω μοι τῷ λόγῳ μὴ συμπεσεῖν τὸν χαλκόν, μεταβάλλειν δὲ τὸν ἐντὸς ἀέρα εἰς γῆν, καὶ ὄψει ὡς ἔστι τι μεταξὺ διάστημα ἕτερον παρὰ τὰ ἐν αὐτῷ σώματα. τί γὰρ ἄτοπον, ὥσπερ τὴν ὕλην χωρίζομεν τῷ λόγῳ πάντων εἰδῶν εἰς τὸ τὴν φύσιν αὐτῆς ἐπισκέψασθαι, καίτοι τοῦτό γε ἀδύνατον γενέσθαι ποτέ, οὕτω δὲ καὶ τὸν μεταξὺ τῆς χαλκῆς σφαίρας ἀπειλημμένον ἀέρα ὑποθέσθαι μεταβάλλειν εἰς γῆν μὴ συμπίπτοντος τοῦ χαλκοῦ, ἵνα ἴδωμεν τὸ ἀκόλουθον; καίτοι τὸ αἴτημα οὐκ ἔξω τῆς φύσεως, ἀλλὰ καθ’ ἑκάστην γινόμενον, λέγω δὴ τὸν βραχὺν ἀέρα μεταβαλεῖν εἰς γῆν. τίς δὲ ὅλως ἡ ἀνάγκη τοῦ συμπεσεῖν τὸν χαλκὸν τοῦ ἐντὸς ἀέρος εἰς γῆν μεταβάλλοντος; εἰ γὰρ μηδέν ἐστιν ἕτερον διάστημα ἐντὸς παρὰ τὸ περιεχόμενον σῶμα, τίς ὁ κίνδυνος ὥστε μεταβάλλοντος τοῦ ἀέρος ἐξ ἀνάγκης τὸν χαλκὸν συμπεσεῖν; κακῶς δὲ κἀκεῖνο ὁ Θεμίστιος τῷ Γαληνῷ ἐγκαλεῖ· ἐκείνου γὰρ αἰτήσαντος καθ’ ὑπόθεσιν ἐξαρθέντος τοῦ ἐν τῷ ἀγγείῳ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα, ἵνα τὸ ἀκόλουθον ἐπισκέψηται, ἐγκαλεῖ αὐτῷ ὡς τὸ ζητούμενον αἰτοῦντι. λέγει δὲ οὕτως· “ἀλλ’ ὑποθώμεθα ἐξαρθέντος τοῦ ὕδατος μηδὲν ἕτερον εἰσρυῆναι σῶμα, μένει τοίνυν μεταξὺ τῆς ἐπιφανείας διάστημα κεχωρισμένον. ἀλλ’ ἄλογος ἡ ὑπόθεσις, ὦ σοφώτατε Γαληνέ· αὐτὸ γὰρ ὑποτίθεται ὃ ζητοῦμεν· ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, ‘ὑποθώμεθα’ λέγεις ‘εἶναι διάστημα κεχωρισμένον.’ πλάττεις οὖν σεαυτῷ καὶ ἀναζωγραφεῖς ὃ βούλει εἶναι διάστημα, οὐχ ὃ ὑπάρχει δεικνύεις.” ταῦτα μὲν ὁ Θεμίστιος, ὅτι δὲ εὐήθης ἡ ἀπάντησις, παντί γε οἶμαι δῆλον· εἰ γὰρ ὡμολογεῖτο μὲν εἶναι τὸ διάστημα, ἐζητεῖτο δὲ εἰ δύναταί ποτε τοῦτο καθ’ αὑτὸ εἶναι κενὸν σώματος, ὅπερ ζητεῖ ἐν τοῖς ἐφεξῆς ὁ Ἀριστοτέλης, εἶτα ὑπέθετο ὁ Γαληνὸς ἐκρυέντος τοῦ ὕδατος μηδὲν ἄλλο μετεμπίπτειν σῶμα, τῷ ὄντι τὸ ζητούμενον ἠξίου λαβεῖν, ἐπειδὴ δὲ τοῦτο μὲν νῦν οὐ ζητεῖται, ἀλλ’ εἰ ἔστιν ὅλως ἕτερόν τι διάστημα παρὰ τὸ σωματικὸν διάστημα, ὅπερ τόπος ἐστὶ τῶν σωμάτων, ἀξιοῖ δὲ ὁ Γαληνὸς ἐξελθόντος τοῦ ὕδατος μὴ ἐπεισελθεῖν ἕτερον σῶμα, οὐ τοῦτο λέγει, ὡς σὺ φής, Θεμίστιε, ὅτι ‘ἔστω διάστημα κεχωρισμένον τῶν σωμάτων μεταξὺ τοῦ ἀμφορέως’, ἀλλ’ ὅτι ‘μὴ εἰσίτω ἄλλο τι σῶμα ἐξελθόντος τοῦ ὕδατος, καὶ οὕτως ἴδωμεν εἰ ἔστι τι μεταξὺ ἢ μή. εἰ δὲ ὅλως οἴει ὅτι ἐξελθόντος τοῦ ὕδατος, ἐὰν μὴ ὑποθώμεθα ἕτερόν τι εἰσιὸν σῶμα, συμβαίνει εἶναί τι μεταξὺ διάστημα κεχωρισμένον, αὐτὸς τοῖς σαυτοῦ πτεροῖς ἥλως·1 εἶναι γὰρ λέγεις ἄλλο τι διάστημα μεταξύ, οὐδέποτε μέντοι τοῦτο κενὸν σώματος εἶναι, ὅπερ καὶ ἡμεῖς φαμεν· οὐδὲ γὰρ τοῦτο λέγομεν, ὅτι μένει ποτὲ τὸ διάστημα τοῦτο κενὸν σώματος, ἀλλ’ ὅτι ἐστὶ μὲν ἕτερον πάντων τῶν ἐμπιπτόντων σωμάτων, οὐδέποτε μέντοι κενὸν γίνεται σώματος, καὶ διὰ τοῦτο ἡ ἀντιμετάστασις τῶν σωμάτων καὶ ἡ τοῦ κενοῦ βία, ἵνα μὴ μείνῃ κενὸν σώματος τὸ τοπικὸν διάστημα. Ἰστέον δὲ ὅτι ἣν ὑποτίθεται ὑπόθεσιν ὁ Θεμίστιος, ὡς τινων λεγόντων τοπικὸν διάστημα τοῦτο εἶναι, οἷόν ἐστι τὸ διάστημα τὸ σωματικὸν δίχα ποιοτήτων, παντελῶς ἔξω ἐστὶ τοῦ ἀληθοῦς λόγου· οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ τοιοῦτον διάστημα ἢ σῶμα ἄποιον. εἰκότως οὖν ἕψεται τοῖς οὕτω λέγουσι τά τε ἄλλα ἄτοπα καὶ τὸ σῶμα χωρεῖν διὰ σώματος. ἡμεῖς δὲ οὐχ οὕτω φαμέν· οὐ γὰρ σῶμα εἶναί φαμεν τὸ διάστημα, ἀλλὰ χώραν σώματος καὶ διαστάσεις μόνας κενὰς ἐκτὸς πάσης οὐσίας καὶ ὕλης. καὶ ὑπάρχει γε πάντα τὰ κοινὰ ὁμολογήματα τοῦ τόπου τῷ τοιούτῳ τόπῳ· καὶ γὰρ ἴσος ἐστὶ μάλιστα τῷ ἐν τόπῳ οὐδὲν μᾶλλον ἢ τὸ πέρας τοῦ περιέχοντος,2 καὶ ἀκίνητος, ὡς εἶπε, καὶ οὐδέν ἐστι τοῦ πράγματος, καὶ χωριστός, καὶ ἐμπεριέχει δὲ τὸ ἐν τόπῳ οὐδὲν μᾶλλον ἢ τὸ πέρας τοῦ περιέχοντος. ὥσπερ γὰρ τὴν ἐπιφάνειαν τόπον λέγοντες περιέχειν αὐτήν φασι, καίτοι ἐφαρμόζει γε τῷ πέρατι τοῦ σώματος, οὕτω κἂν τὸ διάστημα ἐφαρμόζοι τῷ σώματι, περιέχοι ἂν τὸ σῶμα, διότι οὐ κενόν ἐστι τὸ ἐγγινόμενον ἐν τῷ σώματι, ἀλλὰ τὸ σῶμα τὸ ἐγγινόμενον ἐν τῷ κενῷ, ὥσπερ ἤδη εἶπον. εἰ μὲν γὰρ ἦν σωματικὸν διάστημα ὁ τόπος καὶ ἐγίνετο ἐν αὐτῷ σῶμά τι, χωρεῖν ἀνάγκη ἦν δι’ ἀλλήλων τὰ διαστήματα, ἐπειδὴ δὲ καθ’ αὑτὸν ὁ τόπος κενόν ἐστιν, οὐκ ἂν εὐλόγως εἴποι τις χωρεῖν αὐτὸ διὰ τοῦ σώματος, ἀλλὰ τὸ σῶμα δι’ αὐτοῦ χωρεῖν· πλήρωσις γὰρ μόνον γίνεται τοῦ σώματος ἐν αὐτῷ γενομένου, οὐ μέντοι χώρησις δι’ ἀλλήλων.
除了为了使中间的间隔不保持为空虚之外,还能因为什么呢?无论如何,即使自然并不是这样,也请在论证中允许我假设铜球并不坍塌,而是内部的空气变成了地,这样你就会看到,在其中的诸物体之外,中间存在着某种间隔。因为既然我们为了考察质料的本性而在论证中将它与一切形式分离开来,尽管这绝不可能发生,那么为了看清会有什么推论,假设封闭在铜球中间的空气在铜球不坍塌的情况下变成了地,这又有什么荒谬呢?况且这一要求并未脱离自然,而是天天都在发生的,我指的是少量的空气变成了地。而当内部的空气变成地时,铜球坍塌究竟有什么必然性呢?因为如果内部除了被包围的物体之外并没有任何不同的间隔,那么空气变化时究竟有什么危险会导致铜球必然坍塌呢? 特米斯蒂乌斯在那一点上也错误地指责了盖伦;因为当盖伦为了考察推论而假设器皿中的水被抽走时没有其他物体流入,特米斯蒂乌斯却指责他是在乞题。特米斯蒂乌斯这样说道:“‘但让我们假设当水被抽走时没有其他物体流入,那么在表面之内便留下了分离的间隔。’但这一假设是不合理的,最智慧的盖伦啊;因为这正是假设了我们所探求之物本身。因为当我们探究能否存在分离的间隔时,你却说‘让我们假设存在分离的间隔’。因此你是在为自己捏造并描绘你所希望存在的间隔,而不是在展示实际存在的东西。”特米斯蒂乌斯固然是这样说的,但我认为这一反驳有多么愚蠢,对所有人都是显而易见的。因为如果间隔的存在已被承认,而探究的是它本身是否可能脱离物体而成为空虚——这正是亚里士多德在下文所探究的——然后盖伦假设当水流出时没有其他物体随之流入,那么盖伦确实是在要求把所探求之物作为前提;但既然现在所探求的并不是这一点,而是除了物体性间隔之外究竟是否存在某种不同的间隔,即诸物体的场所,而盖伦要求当水流出时没有其他物体随之进入,他并不是像你所说的那样,特米斯蒂乌斯,在说‘让双耳罐中间存在脱离物体的间隔’,而是在说‘让水流出时没有其他物体进入,我们从而看看中间究竟有还是没有东西’。而如果你竟然认为当水流出时,除非我们假设有另一物体进入,否则就会得出中间存在某种分离的间隔,那么你就是被自己的羽毛捕获了;因为你正是在说中间存在某种不同的间隔,虽然它绝不脱离物体而成为空虚,而这也正是我们所主张的;因为我们并没有说这个间隔曾脱离物体而保持为空虚,而是说它不同于所有落入其中的物体,然而绝不会脱离物体而变为空虚,正因如此才会有诸物体的相互置换和虚空的强力,以使场所性的间隔不脱离物体而保持为空虚。 应当知道的是,特米斯蒂乌斯所作出的假设——仿佛有人声称场所性的间隔就像是没有性质的物体性间隔一样——完全脱离了真实的论述;因为这样的间隔无非就是无性质的物体。因此对于这样说的人,物体穿过物体以及其他荒谬之处自然都会随之而来。但我们并不是这样说的;因为我们不说间隔是物体,而是说它是物体的容所,是脱离了一切实相与质料的纯粹空虚的三维延展。事实上,场所的所有共同公认的特征,都属于这样的场所:因为它丝毫不少于包围者的界限那样完全等同于场所中的事物,并且正如他所说,它是静止的,不是事物的一部分,是可分离的,并且它丝毫不少于包围者的界限那样包围着场所中的事物。因为正如那些把表面称为场所的人所声称的那样,尽管表面贴合着物体的界限,但表面依然包围着物体,同样,即使间隔贴合着物体,它也会包围物体,因为正如我已经说过的,并不是虚空在物体中生成,而是物体在虚空中生成。因为如果场所是物体性的间隔,并且在其内部生成了某种物体,那么各间隔就必然要相互穿透;但既然场所就其自身而言是虚空,人们就不会合理地说它是穿过物体,而是说物体穿过它;因为当物体在其中生成时,发生的仅仅是充实,而绝不是相互穿透。
- 4.83αὐτὸς τοῖς σαυτοῦ πτεροῖς ἥλως
ἥλως 是动词 ἁλίσκομαι(被捕获)的直陈式不定过去时主动态(表被动意义)第二人称单数。伴随工具与格 τοῖς σαυτοῦ πτεροῖς(用你自己的羽毛),引用了希腊著名的谚语表达(意为“被自己箭上的羽毛射中”,即自作自受、自投罗网)。此处指出特米斯蒂乌斯自己的反驳前提反而必然承认了他所极力否定的“独立于物体的间隔”。
- 4.83οὐδὲν μᾶλλον ἢ τὸ πέρας τοῦ περιέχοντος
οὐδὲν μᾶλλον ἤ 字面上是“并不多于”,在此充当惯用比较表达,意为“丝毫不逊于”或“完全同……一样”。菲洛波诺斯使用该结构表明,亚里士多德在其自身的场所定义(包围者的界限)中所赋予的各种属性(如同等性与包围性),完全且同样适用于三维虚空间隔。
