← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§577.30-579.26

非物体性间隔与数量脱离实体之疑难的解答

斐洛庞努斯回应了把场所视作非物体性间隔会招致数量脱离实相而自立的疑难,论述了事物的本性不受概念定义的束缚,并且尽管空虚在原则上能够自立,但在现实中物体的相互置换使其绝不会脱离实相而存在,随后转向了在这种场所中如何确定上与下的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#12

διὰ τοῦτο δὲ οὐδὲ τὸ μόριον ἔσται καθ’ αὑτὸ ἐν τόπῳ· εἰ μὲν γὰρ διῃρεῖτο ὑπὸ τοῦ διαστήματος καὶ τὸ σῶμα τὸ χωρῆσαν ἐν αὐτῷ, ἀνάγκη ἦν ἑκάστου μορίου ἰδίᾳ περιγραφομένου καὶ ἕκαστον ἰδίᾳ ἐν τόπῳ εἶναι, εἰ δὲ μὴ διαιρεῖται τὸ σῶμα ὑπὸ τοῦ διαστήματος μηδὲ χωρεῖ τὸ διάστημα διὰ τοῦ σώματος, ποία ἀνάγκη εἶναι τὸ μόριον καθ’ αὑτὸ ἐν τόπῳ; Ἀλλ’ ἐκεῖνο ἴσως ἀπορήσειέ τις πρὸς τὸν λόγον, ὃ ἤδη φθάσαντες εἴπομεν, ὅτι εἰ ὁ τόπος διάστημά ἐστιν ἄνευ οὐσίας πάσης καὶ ὕλης ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, αἱ δὲ διαστάσεις τοῦ ποσοῦ, συμβήσεται τὸ ποσὸν χωριστὸν εἶναι ἄνευ οὐσίας. ἀλλ’ ἀδύνατον· πᾶσαι γὰρ αἱ ἄλλαι κατηγορίαι ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχουσιν. εἰ τοίνυν ἀδύνατον τὸ ποσὸν καθ’ αὑτὸ ὑποστῆναι χωρὶς τῆς οὐσίας, ἀδύνατον εἶναι τὸ τοιοῦτον διάστημα. φημὶ οὖν ἐγὼ ὅτι μάλιστα μὲν οὐ ταῖς ἡμετέραις θέσεσιν ἀνάγκη τὴν τῶν πραγμάτων ἀκολουθεῖν φύσιν, ἀλλὰ τοῖς πράγμασι συμφώνους εἶναι τὰς ἡμετέρας ὁμολογίας. οὐκ ἐπειδὴ τοίνυν οὕτω διωρισάμεθα ὡς ἀδύνατον ποσόν τι ὑποστῆναι ἄνευ οὐσίας, ἤδη που ἀνάγκη καὶ τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχειν· εἰ γὰρ ἐπειδὴ πάντως ἐν τοῖς σώμασι μετὰ οὐσίας ὁρῶμεν τὸ ποσόν, διὰ τοῦτο καθ’ αὑτὸ οὐκ ἂν ὑποστῆναι ἀποφαινόμεθα, ὥρα καὶ αὐτὰς τὰς οὐσίας μὴ αὐθυποστάτους εἶναι λέγειν.1 πᾶσα γὰρ φυσικὴ οὐσία ποσοῦ τινος ὡρισμένου δεῖται εἰς τὸ εἶναι· ἀδύνατον γοῦν ἐν τῷ τυχόντι μεγέθει τὸ τυχὸν εἶδος ὑποστῆναι, ὡς ἐν τῷ πρώτῳ λόγῳ ταύτης τῆς πραγματείας ἐδείχθη, ἀλλὰ καὶ σὰρξ καὶ ἄνθρωπος καὶ ὀστοῦν καὶ τὰ ἄλλα πάντα φυσικὰ εἴδη οὐκ ἂν ὑποσταίη μὴ ἔν τινι ὡρισμένῳ ποσῷ, ἀλλὰ τοῦ ποσοῦ, ἐν ᾧ πέφυκεν ἡ σὰρξ ὑφίστασθαι, φθαρέντος συνεφθάρη καὶ τὸ εἶδος. ταύτῃ οὖν εἴποιμι ἂν τὰ φυσικὰ εἴδη ὡς ἐν ὑποκειμένῳ τῷ ποσῷ τὸ εἶναι ἔχειν. καὶ τί δεῖ περὶ τοῦ ποσοῦ λέγειν; οὐδὲν γὰρ τῶν φυσικῶν εἰδῶν ἄνευ ὕλης ὑποστῆναι δύναιτ’ ἄν· πάντα οὖν συμβεβηκότα ἂν εἴη τῇ ὕλῃ. ταῦτα μὲν οὖν ὅπως ἔχει, μακροῦ ἂν καὶ λόγου δέοι καὶ χρόνου πρὸς τὸ γνῶναι, ὅπερ δὲ εἶπον ἐξ ἀρχῆς, καὶ νῦν λέγω, ὅτι ἢ δειξάτωσαν ὅτι οὐκ ἔστι τὸ τοιοῦτον διάστημα καὶ λυέτωσαν τὰ παρ’ ἡμῶν δεδειγμένα, ἤ, ἔστ’ ἂν ἐκεῖνα μένωσιν, οὐκ ἀναιρήσομεν τὴν τῶν πραγμάτων φύσιν, ἐπειδὴ τισὶν οὕτως ἔδοξεν ἀποφήνασθαι, ὡς ἀδύνατον τὸ ποσὸν καθ’ αὑτὸ ὑποστῆναι. ἔπειτα δὲ κἀκεῖνο ἔστιν εἰπεῖν, ὅτι πᾶσαι αἱ κατηγορίαι οὐκ ἄνευ τῆς πρὸς ἀλλήλας συμπλοκῆς ὑφεστήκασιν· οὐ γὰρ ἔστιν εὑρεῖν μίαν κατηγορίαν ἄνευ τῆς τῶν ἄλλων συμπλοκῆς ὑφεστῶσαν, οὐδὲ αὐτὴν τὴν οὐσίαν ἥτις καὶ καθ’ αὑτὴν ὑποστῆναι δύνασθαι λέγεται. καὶ ἡ ὕλη γοῦν καὶ τὸ δεύτερον ὑποκείμενον, λέγω δὴ τὸ τριχῇ διαστατὸν καὶ ἄποιον σῶμα, ὅσον ἐφ’ ἑαυτῷ δυνάμενον καθ’ αὑτὸ ὑποστῆναι,2 ὅμως οὐχ ὑφέστηκεν οὐδέποτε ἄνευ ποιοτήτων. καὶ τὸ τοπικὸν οὖν διάστημα, εἰ καὶ ὅσον ἐφ’ ἑαυτῷ ἠδύνατο ὑποστῆναι ἂν καθ’ αὑτό (τί γὰρ ἐκώλυε χώραν εἶναι κενὴν σώματος, ὥσπερ ἐλέγομεν, εἰ τὸν ἀμφορέα ἐπινοήσομεν μηδὲν ἐντὸς περιέχοντα σῶμα;), ἀλλ’ οὖν οὐδέποτε μένει κενὸν σώματος αὐτὸ καθ’ αὑτό, ἀλλ’ ὥσπερ ἐπὶ τῆς ὕλης φθαρέντος τοῦ εἴδους ἄλλο εὐθὺς ἐπιγίνεται, οὕτω δὴ καὶ ἐπὶ τούτου ἡ ἀντιμετάστασις τῶν σωμάτων οὐδέποτε τὴν χώραν καταλιμπάνει κενήν, ἀλλ’ ἅμα ἄλλο μὲν ἔξεισι σῶμα, ἕτερον δὲ ἀντεμπίπτει. καὶ ταύτῃ οὐδέποτε ἄνευ οὐσίας οὐδὲ τὸ τοιοῦτον ποσὸν ἔστιν εὑρεῖν. καὶ μήποτε ἡ τοῦ κενοῦ βία αὕτη ἐστί,3 τὸ μὴ χωρισθῆναί ποτε τὸ τοιοῦτον ποσὸν τῆς οὐσίας. ὥστε ταύτῃ σῴζοιτ’ ἂν καὶ τὸ δοκοῦν ὡμολογημένον εἶναι διὰ τὸν συνεθισμὸν τοῦ συνεχῶς τοῦτο λέγεσθαι, λέγω δὴ τὸ μὴ ἂν τὸ ποσὸν ὑποστῆναι καθ’ αὑτὸ ἄνευ οὐσίας· οὐδέποτε γὰρ ἐνδέχεται εἶναι τὸ κενὸν χωριστὸν σώματος. Ἀλλὰ γὰρ οὔπω πάντα τὰ ὑπάρχοντα τῷ τόπῳ καὶ τῷ τοιούτῳ τόπῳ ἐδείξαμεν ὑπάρχοντα, λέγω δὴ τὸ διωρίσθαι ἐν τῷ καθόλου τόπῳ τὸ ἄνω καὶ τὸ κάτω. καὶ γὰρ ἀπορήσειεν ἄν τις εἰκότως τῷ Ἀριστοτελικῷ συνιστάμενος δόγματι, ὅτι εἰ τόπος ἐστὶ τῶν τε βαρέων καὶ κούφων σωμάτων τὸ ἀπειλημμένον ἐντὸς τῆς κοίλης ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας κενὸν τριχῇ διαστατόν, ὡς ἂν αὐτοὶ φαίητε, φέρεται δὲ φύσει τὰ μὲν κοῦφα ἐπὶ τὸν ἄνω τόπον τὰ δὲ βαρέα ἐπὶ τὸν κάτω, πῶς ἀφοριεῖς τοῦ διαστήματος τούτου τὸ ἄνω καὶ τὸ κάτω;

正因如此,部分也不会凭自身存在于场所中。因为如果进入其中的物体也被间隔所分割,那么随着每个部分被单独界定,每个部分也必然单独存在于场所中;但如果物体并不被间隔所分割,间隔也不穿过物体,那么部分凭自身存在于场所中又有什么必然性呢? 然而,也许有人会针对这一论述提出我们之前已经说过的那个疑难,即:如果场所是没有一切实相和质料、其存在仅在于三维延展的间隔,而三维延展属于数量,那么就会得出数量脱离实相而可分离地存在。但这不可能;因为所有其他范畴的存在都在于实相之中。因此,如果数量不可能脱离实相而凭自身自立,那么这样的间隔也就不可能存在。 因此我说,首先,事物的本性绝无必然性顺从我们的设定,相反,我们的共识必须符合事物。因此,并不是因为我们曾如此断定数量脱离实相不可能自立,事物的本性就必须已经是这样。因为如果我们仅仅因为在物体中始终见到数量伴随实相,就因此断言数量不能凭自身自立,那么也是时候说实相本身也不是自立的了。因为每一个自然的实相为了存在都需要某种确定的数量;正如在本论著的第一卷中所展示的那样,任意的形式绝不可能在任意的大小中自立,肉、人、骨以及所有其他自然形式,若不在某种确定的数量之中就不能自立,而当肉生来得以自立的数量毁灭时,形式也随之毁灭。因此在这个意义上,我可以说自然形式将数量作为基质而拥有其存在。又何须单单谈论数量呢?因为没有任何自然形式能够脱离质料而自立;因此所有形式都将成为质料的偶性。至于这些事情究竟如何,需要长篇的论述和时间才能获知;但我从一开始所说的,现在也同样再说:他们要么展示这样的间隔并不存在并化解我们所展示的论证,要么只要那些论证依然确立,我们就不会因为某些人认为可以断言数量不可能凭自身自立,而废弃事物的本性。 其次,还可以说,所有的范畴若不相互交织就不能自立;因为人们不可能找到任何一个不与其他范畴交织而自立的范畴,哪怕是被说成能够凭自身自立的实相本身也不行。至少,质料以及第二基质——我指的是三维延展且无性质的物体——就其自身而言尽管能够凭自身自立,然而却绝未脱离性质而自立过。因此场所性的间隔也是如此,即使就其自身而言它本可以凭自身自立(因为正如我们所说,如果我们设想双耳罐内部不包含任何物体,有什么妨碍它成为脱离物体的空虚容所呢?),然而它就其自身而言却绝不脱离物体而保持为空虚,而是正如在质料上一个形式毁灭时另一个形式立刻随之生成一样,在此处诸物体的相互置换也绝不会让容所保持空虚,而是一个物体退出的同时另一个物体立刻代之进入。因此在这个意义上,这样的数量也绝不会脱离实相而被发现。而且,对虚空的强力或许正是在于此:即这样的数量绝不与实相分离。因此在这一意义上,因不断被如此诉说而习惯成自然的看似公认的主张,即数量脱离实相不能凭自身自立,也得以保全;因为虚空绝不可能脱离物体而分离存在。 然而,我们还没有展示属于场所的一切特征也属于这样的场所,我指的是在普遍场所中区分了上与下。因为固守亚里士多德学说的人自然会合理地提出疑难说:如果轻重物体的场所正如你们自己所说的那样,是封闭在月球天球凹面内部的三维虚空,而轻者依本性向上的场所运动,重者向下的场所运动,你将如何界定这一间隔的上与下呢?

语法注3 条
  1. 4.83ὥρα καὶ αὐτὰς τὰς οὐσίας μὴ αὐθυποστάτους εἶναι λέγειν

    短语 ὥρα [ἐστί] 带不定式,意为“是时候……”或“同样可以说……”。在此用于归谬推理:如果仅因为数量总是伴随实相就被断定不能自立,那么既然自然实相为了存在也必须依赖特定数量,人们同样不得不说实相本身也是非自立的。

  2. 4.83ὅσον ἐφ’ ἑαυτῷ δυνάμενον καθ’ αὑτὸ ὑποστῆναι

    短语 ὅσον ἐφ’ ἑαυτῷ(以及下文的 ὅσον ἐφ’ ἑαυτῷ ἠδύνατο)作状语,意为“就其自身而言”或“在它自身的限度内”。分词 δυνάμενον 与中性同位语/主语(τὸ δεύτερον ὑποκείμενον)一致。这一表达界定了质料或无性质物体在概念与本质上虽然具有独立自立的潜在能力,但在现实中却绝不能脱离性质而实际存在。

  3. 4.83καὶ μήποτε ἡ τοῦ κενοῦ βία αὕτη ἐστί

    μήποτε 在此表示委婉推测,意为“或许……”。短语 ἡ τοῦ κενοῦ βία 指在前一节(§4.83#11)亦出现的“虚空之强力”(即自然对真空的抗拒/厌恶)。作者在此审慎地提出,这种抗拒虚空的自然力量,其本质或许正在于空间延展这一数量在现实中绝不脱离物体与实相。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:577.30-579.26