← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§574.3-575.32

通过移除物体思想实验论证间隔的存在

斐洛波诺斯为了证明独立于物体的间隔(场所)的存在,提出了在思想中移除天内部诸物体的思想实验,以及中空铜球内部相变引起体积收缩的例子,并反驳了特米斯蒂乌斯关于铜球会提前坍塌的异议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#10

ταύτῃ κατὰ τὸν Ἀριστοτέλην καὶ ἄλλο ἄλλου τόπος ἐστίν, οὐ διὰ τοῦτο γινόμενον, ἵνα ᾖ αὐτοῦ τόπος (οὐ γὰρ διὰ τοῦτο γέγονεν ὁ οὐρανός, ἵνα τόπος ᾖ τῶν ἐντὸς σωμάτων), ἀλλὰ διὰ τὴν τάξιν τῶν γενομένων καὶ τὰς φυσικὰς ῥοπὰς συμβέβηκεν ἄλλο ἄλλου τόπον εἶναι. εἰ τοίνυν τὸ ἅπτεσθαι ἀλλήλων συμβέβηκε τοῖς σώμασι, κατὰ δὲ τὸ εἶναι οὐδενὸς δέονται ἔξωθεν διαστήματος τοῦ δεξομένου αὐτά, ἔδει, ὡς εἶπον, τὸ γενόμενον ἐν τῷ ἀσκῷ σῶμα μεταβάλλοντος τοῦ γλεύκους μὴ δεηθῆναι ἔξωθεν ἄλλου τινὸς τόπου. νῦν δὲ δέεται· ῥήγνυσι γοῦν τοὺς ἀσκούς, ἐπειδὴ μήτε ἐκτὸς εἶναι διαστήματος καθ’ αὑτὸ δύναται, μήτε τὸ αὐτὸ διάστημα δυνατὸν δύο δέξασθαι σώματα. Σκόπει δὲ καὶ ὧδε. εἰ μηδέν ἐστιν ἕτερόν τι διάστημα παρὰ τὰ ἐγγινόμενα σώματα τὸ δεχόμενον αὐτά, ὑφέλωμεν κατ’ ἐπίνοιαν τὰ μεταξὺ σώματα καὶ ἴδωμεν εἰ τῷ ὄντι οὕτως ἔχει. ἆρ’ οὖν εἰ ἐπινοήσωμεν τὰ ἐντὸς τοῦ οὐρανοῦ σώματα μὴ ὄντα, γῆν λέγω καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, τί λοιπὸν τὸ μεταξὺ κατελείπετο ἢ διάστημα κενόν; ἦν γὰρ δηλονότι εὐθείας ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν πανταχόθεν ἐκβαλεῖν·1 τὸ οὖν δι’ οὗ τὰς εὐθείας ἐκβάλλομεν τί ἄλλο ἐστὶν ἢ διάστημα κενὸν τριχῇ διαστατόν; καὶ μή τις λεγέτω, ὅτι ἀδύνατος ἡ ὑπόθεσις· οὐδὲ γὰρ τῷ παρ’ ἐμοῦ λόγῳ τοῦτο ἠκολούθησεν. ὅταν γὰρ ὑποθέσει τινὶ ἕπηταί τι ὃ μὴ ἐνδέχεται γενέσθαι, τότε ἐκ τοῦ ἀδύνατον εἶναι τὸ ἑπόμενον ἐλέγχομεν τὴν ὑπόθεσιν, ἐπείτοι γε τοῦ συνιδεῖν ἕνεκα τὴν τῶν πραγμάτων αὐτῶν καθ’ αὐτὰ φύσιν καὶ τὰ ἀδύνατα πολλάκις ὑποτιθέμεθα. ὁ γοῦν Ἀριστοτέλης πρὸς τοὺς λέγοντας ὅτι τῇ ὀξείᾳ δινήσει τοῦ οὐρανοῦ ἕστηκεν ἡ γῆ ἀκίνητος, φησὶν ὅτι ἐὰν οὖν στήσωμεν τῷ λόγῳ τὸν οὐρανόν, ποῦ οἰσθήσεται; καὶ πάλιν ἐφεξῆς τὰ σώματα χωρίσας πάσης ποιότητος καὶ παντὸς εἴδους οὕτως αὐτὰ καθ’ αὑτὰ θεωρεῖ. καὶ τῆς ὕλης δὲ οὕτως εἰς ἔννοιαν ἐρχόμεθα πᾶν εἶδος αὐτῆς χωρίσαντες καὶ γυμνὴν αὐτὴν καθ’ αὑτὴν θεώμενοι. οὐ γὰρ ἄτοπον ὑποθέσεσι χρῆσθαί τισιν, εἰ καὶ ἀδύνατοι εἶεν, πρὸς ἄλλων ἐπίσκεψιν· ἐντεῦθεν γὰρ ἐπειδὴ τῇ κινήσει τοῦ οὐρανοῦ τινες ἀπεδίδοσαν τὴν αἰτίαν τοῦ ἵστασθαι τὴν γῆν, διὰ τοῦτό φησιν ὁ Ἀριστοτέλης, ὅτι ἵνα ἴδωμεν εἰ τῷ ὄντι ἡ τοῦ οὐρανοῦ κίνησις αἰτία ἐστὶ τοῦ ἵστασθαι τὴν γῆν, στήσωμεν τῷ λόγῳ τὸν οὐρανόν, καὶ ζητήσωμεν ποῦ οἰσθήσεται κατὰ φύσιν ἡ γῆ. καὶ ὁ Πλάτων δὲ τὸν τῆς τάξεως τοῦ παντὸς αἴτιον κατ’ ἐπίνοιαν τοῦ κόσμου χωρίσας, ζητεῖ πῶς ἂν ἔχοι τὸ πᾶν αὐτὸ καθ’ αὐτὸ θεοῦ χωρισθέν. καίτοι τούτων ἕκαστον ἀδύνατον γενέσθαι, ἀλλ’ ὅμως τὰ τῇ φύσει συνημμένα χωρίζει κατ’ ἐπίνοιαν ὁ λόγος, ὡς ἂν ἴδοι πῶς ἕκαστον αὐτὸ καθ’ αὑτὸ κατὰ τὴν ἰδίαν ἔχει φύσιν. οὕτως οὖν κἀγώ, ἐπειδὴ οὐ βούλονταί τινες τὸ δεξάμενον τὰ σώματα ἕτερον εἶναι διάστημα παρὰ ταῦτα, ἀλλὰ μόνον εἶναι ἐν τῇ φύσει τῶν ὄντων τριχῇ διαστατὸν τὸ σωματικὸν διάστημα, τῷ αὐτῷ τρόπῳ φημὶ ὅτι εἰ τοῦτο οὕτως ἔχει, δεδόσθω μοι τῷ λόγῳ μὴ εἶναι τὰ ἐντὸς τοῦ οὐρανοῦ σώματα. ἆρ’ οὖν οὐδὲν κενὸν διάστημα μεταξὺ καταλείπεται; ἀλλὰ πρόδηλον οἶμαι τοῦτο· εἰ γὰρ μὴ ἦν τι μεταξὺ τῶν περάτων τῆς κοίλης τοῦ οὐρανοῦ ἐπιφανείας, τῶν ἐντὸς σωμάτων κατ’ ἐπίνοιαν ἐξαιρεθέντων συνέπεσον ἂν τὰ τοῦ οὐρανοῦ πέρατα. τοῦτο δὲ ἀδύνατον· οὐ γὰρ διὰ τὰ ἐντὸς σώματα ὁ οὐρανὸς ἔχει ὡς ἔχει, ἀλλὰ κἂν μηδὲν ἦν, ὡσαύτως εἶχεν. Ὃ δὲ ἐπὶ τοῦ παντὸς ἐθεωρήσαμεν, τοῦτο καὶ ἐπὶ μέρους ἔστιν ἰδεῖν. γενέσθω γάρ μοι σφαῖρα χαλκῆ μὴ ναστή, ἀλλ’ ὑπόκενος· δῆλον δήπου ὡς τὸ ἐντὸς ἀπειλημμένον ἀὴρ ἦν. ἐὰν οὖν ἐπινοήσω τὸν ἐντὸς ἀέρα, οὐ λέγω εἰς τὸ μὴ ὂν φθαρέντα, ἀλλὰ εἰς γῆν μεταβάλλοντα ἢ εἰς ὕδωρ (οὐ γὰρ δήπου τοῦτο ἀδύνατον), ἐλάττονα τόπον δηλονότι τοῦ ἀέρος κατεχούσης τῆς γενομένης γῆς ἢ τοῦ ὕδατος τὸ λοιπὸν ἐν ᾧ πρότερον μὲν ἀὴρ ἦν, νῦν δὲ οὐδέν, ἐξ ἀνάγκης κενὸν εἶναι.2 ἀλλά φησιν ὁ Θεμίστιος πρὸς τοῦτο ἐνιστάμενος, ὅτι θᾶττον ἂν συνέπεσεν ὁ χαλκὸς τῆς κοίλης σφαίρας, πρὶν ἢ ἐκρυῆναι τὸ ἐντὸς σῶμα ἢ μεταβαλεῖν εἰς γῆν. τοῦτο δὲ ἀληθῶς μὲν λέγεται, οὐκ εἰδότως δέ· διὰ τί γάρ, εἰπέ μοι, συνέπιπτεν ὁ χαλκός; μὴ γὰρ ὑπὸ τοῦ ἐντὸς ἀνείχετο σώματος,3 ὥσπερ ὑπὸ τοῦ πνεύματος οἱ ἀσκοὶ ὅταν φυσῶνται; τί οὖν τὸ αἴτιον τοῦ συμπεσεῖν τὸν χαλκόν;

照亚里士多德看来,一物之所以也是另一物的场所,并非因为它是为了成为其场所而生成的(因为天并不是为了成为其内部诸物体的场所而生成的),而是由于所生成诸物的秩序和自然倾向,碰巧一物成了另一物的场所。因此,如果互相接触只是偶性地属于诸物体,而在存在上它们根本不需要外部任何接纳它们的间隔,那么正如我所说,当新酒变化时在皮囊中生成的物体理应不需要外部任何其他场所。但事实上它确实需要;至少它胀破了皮囊,因为它既不能脱离间隔而独立存在,同一间隔也不可能容纳两个物体。 并且也请这样思考:如果除了在其内部生成的诸物体之外,并没有其他接纳它们的间隔,就让我们在思想中抽去其间的诸物体,看看是否果真如此。那么,如果我们设想天内部的诸物体并不存在,我指的是地、水、气、火,那么留存在其间的除了虚空间隔之外还能是什么呢?因为显然可以从中心向圆周的各个方向引出直线;那么我们引出直线所穿过的东西,除了三维的虚空间隔之外又是什么呢?任何人都不该说这一假设是不可能的;因为这也不是从我的论证中得出的结论。因为每当从某一假设中得出不可能发生的事情时,我们那时便由于推论的不可能而论驳该假设,然而为了看清事物本身的自性,我们往往连不可能的事情也加以假设。至少亚里士多德在反驳那些声称由于天的剧烈旋转地才静止不动的人时就说过:“那么,如果我们通过论证让天停下来,[地]将被带向何处呢?”而且接着,他又将诸物体与一切性质和一切形式分离开来,从而如此考察它们本身。我们也是这样通过剥离质料的一切形式并赤裸裸地考察其本身,从而获得对质料的概念的。因为为了审视其他事情而采用某些假设,即使它们是不可能的,也并非荒谬;因为由此出发,既然有人把地静止的原因归于天的运动,亚里士多德因此说,为了让我们看清天的运动是否确实是地静止的原因,让我们在论证中使天停下来,并探究地依其本性将被带向何处。而柏拉图同样在思想中将全宇宙秩序的原因与世界分离开来,探究全宇宙本身在脱离神时会处于何种状态。然而这些情况中的每一种都是不可能发生的,但论证仍然在思想中分开了在自然上结合在一起的东西,以便看清每一事物按照其固有本性本身是如何存在的。因此我也是这样,既然有些人不愿承认接纳诸物体之物是不同于这些物体的间隔,而是声称在存在物的本性中只有物体性间隔才是三维的,我便以同样的方式说:如果情形确是如此,那么请允许我在论证中假设天内部的诸物体并不存在。那么难道在其中间不会留下虚空间隔吗?但我认为这是显而易见的;因为如果天凹表面的界限之间没有任何东西,那么在思想中除去了内部诸物体之后,天的界限就会彼此坍塌到一起。但这是不可能的;因为天并不是因为内部的诸物体才保持现状的,而是即使什么都没有,它也同样如此保持。 而我们在全宇宙身上所考察的这一点,在部分身上也能看到。请容我设想一个铜球,不是实心的,而是中空的;显然,封闭在里面的曾是空气。那么,如果我设想内部的空气,我不是说消亡归于无,而是变成了地或变成了水(这绝不是不可能的),既然生成的泥土或水显然比空气占据更小的场所,那么先前曾是空气而如今空无一物的剩余部分,必然就是虚空。然而特米斯蒂乌斯对此提出反对说,在中空球体内部的物体流出或变成地之前,铜球早就更快坍塌了。但这番话虽说是真的,却是不明就里地说出来的;因为请告诉我,铜球究竟为何会坍塌呢?难道它竟是被内部的物体支撑着的,就像皮囊被吹胀时被气息支撑那样吗?那么,铜球坍塌的原因究竟是什么呢?

语法注3 条
  1. 4.83ἦν γὰρ δηλονότι εὐθείας ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν πανταχόθεν ἐκβαλεῖν

    ἦν 连同不定式 ἐκβαλεῖν 构成表示客观可能性的无人称结构(相当于 ἐξῆν),意为“原是可以引出[直线的]”,表明在假想抽去物体的空间中进行引出直线的几何操作是可能的。

  2. 4.83ἐξ ἀνάγκης κενὸν εἶναι

    不定式 εἶναι 的主语是前置的名词短语 τὸ λοιπόν(“剩余部分”)。承接前文 ἐπινοήσω 所引出的思想实验推论,它与谓词名词 κενόν 构成宾格加不定式结构,引出逻辑结论:“剩余部分必然成为虚空”。

  3. 4.83μὴ γὰρ ὑπὸ τοῦ ἐντὸς ἀνείχετο σώματος

    由 μή 连同 γάρ 引出的修辞疑问句,期待否定的回答(“难道它竟是被内部的物体支撑着的吗?[显然不是]”)。此句直指特米斯蒂乌斯所谓中空铜球会坍塌的前提(假定青铜依靠内部物体支撑)之荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:574.3-575.32