← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§572.9-574.3

驳物体非接触说与独立间隔的实存

斐洛庞诺斯结合亚里士多德自身的定义和天球的界限,反驳了将虚空定义为“物体不与另一物体接触”的观点。他借助流体装置中自然抗拒虚空的现象以及容器因液体汽化而破裂的事实,论证了独立于物体的三维间隔(场所)的真实存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#9

ἀλλ’ οὕτως ἂν εἰσάγοιτο τὸ πᾶν τὸ πεπερασμένον πρός τι περαίνειν,1 ὅπερ ὅτι ψεῦδός ἐστιν2 ἱκανῶς ὁ Ἀριστοτέλης ἔδειξεν· ἕτερον γὰρ τὸ πεπεράνθαι καὶ τὸ ἅπτεσθαι, καὶ τὸ μὲν πρός τι, τὸ ἅπτεσθαι, τὸ δὲ οὔ. δέδεικται δὲ καὶ ὅτι οὐδὲν ἔξω τοῦ οὐρανοῦ ἐστιν· ὥστε οὐδενὸς ἂν ἅπτοιτο ὁ οὐρανός. καὶ ἁπλῶς εἰ μὴ ἄπειρόν ἐστι τὸ πᾶν, ἀνάγκη τὸ ἐξωτάτω μηδενὸς ἅπτεσθαι. ἀλλ’ εἰ καὶ τὰ ἐντὸς σώματος πάντως τινὸς ἅπτεται, ἀλλ’ οὖν τοῦτο συμβέβηκεν αὐτοῖς, φησίν· εἰ οὖν συμβέβηκεν αὐτοῖς τὸ ἅπτεσθαι, κἂν μὴ ἅπτηται, οὐδὲν παρὰ τοῦτο βλάπτεται αὐτῶν ἡ φύσις. ὅτι δὲ οὐ τοῦτό ἐστιν τὸ κενόν, λέγω δὴ τὸ μὴ ἅπτεσθαι σῶμα σώματος, δῆλον ἐντεῦθεν· εἰ γὰρ τοῦτο ἦν, πῶς δείκνυσιν ὁ Ἀριστοτέλης ὅτι ἔξω τοῦ οὐρανοῦ κενὸν οὐκ ἔστιν; εἰ γὰρ κενὸν λέγει τὴν ἐπιφάνειαν, ὅταν μηδενὸς ἅπτηται σώματος, καὶ τὸ ἔξω τοῦ οὐρανοῦ δηλονότι κενόν ἐστιν, εἴ γε μηδενὸς ἅπτεται ἡ ἔξω τοῦ οὐρανοῦ ἐπιφάνεια· ἀλλὰ μὴν λέγει κενὸν μὴ εἶναι ἔξω τοῦ οὐρανοῦ· οὐκ ἄρα κενόν ἐστι τὸ μὴ ἅπτεσθαί τινος. πάλιν εἰ τοῦτό ἐστι τὸ κενόν, τὸ μὴ ἅπτεσθαί τι σώματος, δῆλον ὅτι καὶ ἐν τοῖς περὶ τοῦ κενοῦ λόγοις τοῦτο ζητεῖ ὁ Ἀριστοτέλης, ὅτι ἀνάγκη πᾶν σῶμα τινὸς ἅπτεσθαι σώματος. ἀλλὰ γελοῖον· πῶς γάρ φησιν ὅτι οὐ μόνον ἐν τῷ κόσμῳ οὐκ ἔστι κενόν, ἀλλ’ οὐδὲ ἔξω τοῦ κόσμου; καίτοι γε κατά γε τὴν αὐτοῦ δόξαν οὐδενὸς ἅπτεται ἔξωθεν ὁ οὐρανός. καὶ τί μοι πολλὰ λέγειν; αὐτοῦ τοῦ φιλοσόφου παραθήσομαι τὰς ῥήσεις δηλούσας τί τε εἶναι κενὸν ὑπολαμβάνουσι πάντες, καὶ ὅτι τοῦτο τὸ κενὸν αὐτὸς δείκνυσι μὴ ὄν· “οἷον γάρ”, φησί, “τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ εἶναι πλῆρες μέν, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν.” καὶ πάλιν· “οἱ δὲ ἄνθρωποι βούλονται κενὸν εἶναι διάστημα ἐν ᾧ μηδέν ἐστι σῶμα αἰσθητόν.” καὶ ζητῶν δὲ αὐτὸς τὴν τοῦ κενοῦ ἔννοιαν τί ποτε σημαίνει, φησὶ καθ’ ἕνα μὲν τρόπον κενὸν λέγεσθαι διάστημα μὴ ὂν πλῆρες αἰσθητοῦ σώματος, ἄλλον δὲ ἐν ᾧ μὴ τόδε ἐστὶ μηδὲ οὐσία τις σωματική, ὡς ἐκ τούτου τοῦ ὁρισμοῦ καὶ τὴν ὕλην κενὸν λέγεσθαι. καὶ τὰ δύο ταῦτα σημαίνεσθαι ὑπὸ τῆς τοῦ κενοῦ φωνῆς εἰπὼν οὐκ εἶπεν ὅτι σημαίνει τὸ κενὸν σῶμα μηδενὸς ἁπτόμενον κατὰ τὴν ἐπιφάνειαν, ἀλλὰ καὶ ἐνιστάμενος πρὸς τὸ μὴ εἶναι τὸ κενόν, οὕτως δείκνυσι μὴ ὄν, ὅπερ τῷ ὄντι καὶ τὸ ὄνομα σημαίνει καὶ πάντες ἐννοοῦσι, τὸ ὡς διάστημα τριχῇ διαστατὸν μηδὲν ἔχον σῶμα ἐν ἑαυτῷ. ὅθεν καὶ τοῖς αὐτοῖς λόγοις, φησίν, οἷς ἐλήλεγκται ὁ τόπος μὴ ὢν διάστημα,3 καὶ τὸ κενὸν ἐλεγχθήσεται ὅτι οὐκ ἔστι· ταὐτὸν γὰρ εἶναι τὸν οὕτως λεγόμενον τόπον καὶ τὸ κενόν. εἰ τοίνυν οὐ λέγεται κενὸν τὸ μηδενὸς ἁπτόμενον, ἀλλὰ διάστημά τι ἐν ᾧ σῶμα μηδέν ἐστιν, οὐδὲν δέ ἐστι μεταξὺ τοῦ ἁρπαγίου καὶ τοῦ εἰρημένου αὐλοῦ διάστημα ἕτερον παρὰ τὰ ἐγγινόμενα σώματα, δῆλον δήπου ὅτι κἂν ἐξέλθοι τὸ ὕδωρ, οὐδὲν καταλιμπάνεται κενόν· οὐδὲ γάρ ἐστιν ἕτερόν τι διάστημα. τί οὖν βιάζεται ἡ φύσις παρὰ φύσιν ἢ μένειν ἢ κινεῖσθαι τὸ ὕδωρ; δῆλον ὅτι ἵνα μὴ τὸ ἐντὸς κενὸν μείνῃ, ὡς ὄντος τινὸς μεταξὺ τῶν περάτων διαστήματος, ὃ ἐπληρώθη ὑπὸ τοῦ ὕδατος, ὅπερ ἐὰν ἐξέλθῃ τὸ ὕδωρ, μὴ ἀντιμεταστῇ δὲ αὐτῷ ὁ ἀήρ, κινδυνεύει κενὸν εἶναι. Σαφῶς οὖν οἶμαι καὶ διὰ τούτων δεδεῖχθαι εἶναί τι διάστημα ἕτερον τῶν ἐγγινομένων αὐτῷ σωμάτων κενὸν κατὰ τὸν οἰκεῖον λόγον, ὅπερ καὶ κυρίως ἐστὶν ὁ τόπος. σκόπει δὲ καὶ ἐντεῦθεν. εἰ μὴ δεῖται τὰ γινόμενα σώματα ἔξωθεν διαστήματός τινος ἴσου αὐτοῖς κατὰ τὰς τρεῖς διαστάσεις, τί δήποτε ῥήγνυνται ὑπὸ τοῦ γλεύκους οἱ ἀσκοὶ καὶ οἱ πίθοι μεταβάλλοντος τοῦ οἴνου εἰς πνεῦμα; καίτοι εἰ δημιουργῶν ὁ θεὸς τὰ σώματα οὐ συνυπέστησεν αὐτοῖς διάστημά τι χωρητικὸν τῆς οὐσίας αὐτῶν, ἀλλ’ αὐτὰς μόνας τὰς οὐσίας παρήγαγε μὴ δεηθείσας ἔξωθεν τόπου τινός, διὰ τί μὴ καὶ τὸ ἐν τῷ ἀσκῷ γενόμενον σῶμα οὐδενὸς δεῖται τοῦ χωρήσοντος; τὸ γὰρ ἅπτεσθαι σῶμα σώματος κατὰ συμβεβηκὸς ὑπάρχει τοῖς σώμασι, διὰ τὸ μὴ συνεχὲς εἶναι τὸ πᾶν, ἀλλὰ διῃρημένον.

然而这样一来就会引入‘凡受限制者均相对于某物而受限制’,而亚里士多德已充分证明这是错误的;因为受限制与接触乃是两回事,而接触是相对概念,另一者则不是。并且也已证明天之外一无所有;从而天不会与任何东西接触。简而言之,如果全宇宙不是无限的,最外层之物必然不与任何东西接触。但他指出,即使内部的物体无论如何都与某种物体接触,这也只是偶性地属于它们;因此,如果接触只是偶性地属于它们,即便不接触,它们的本性也不会因此受到任何损害。 而且,虚空并非指这个,我指的是物体不与物体接触,从以下事实也可以看得很清楚:因为如果是这样,亚里士多德又如何证明天之外没有虚空呢?因为如果当表面不与任何物体接触时他就称其为虚空,那么既然天的外表面不与任何东西接触,天之外显然也是虚空了;然而他却说天之外没有虚空;因此,不与某物接触并不是虚空。再次,如果某物不与物体接触就是虚空,显然亚里士多德在关于虚空的论述中所探讨的也就是:一切物体都必须与某种物体接触。但这实在可笑;因为他怎会说不仅在宇宙之内没有虚空,而且在宇宙之外也没有呢?然而至少按照他自己的观点,天从外部来看并没有与任何东西接触。我又何须多言?我将引用这位哲学家本人的言论,这些言论表明所有人认为虚空是什么,并且表明正是这种虚空被他自己证明为不存在:“因为主张虚空的人”,他说,“把虚空设定为某种场所和容器,当它拥有它所能接纳的体积时就被认为是充满的,而当被剥夺时则是虚空的。”又说:“人们认为虚空是其中没有任何可感觉物体的间隔。”而当他自己探讨虚空的概念究竟意味着什么时,他说按一种方式,虚空被称为未充满可感觉物体的间隔,按另一种方式,则是其中既无具体实物亦无任何物体性实体[的间隔],从而根据这一定义,质料也被称为虚空。尽管他说这两个含义是由虚空这一词语所表示的,但他并未说虚空意味着就其表面而言不与任何东西接触的物体;相反,即使在反对虚空存在时,他也是按照名称确实所指以及所有人所设想的那样来证明它不存在的,即作为一个内部没有任何物体的三维间隔。因此正如他所说,通过将场所论驳为不是间隔的同样论证,虚空也将被论驳为不存在;因为这样所说的场所与虚空乃是同一种东西。 因此,如果不与任何东西接触并不被称为虚空,而是其中没有任何物体的某种间隔被称为虚空,并且在吸管与前述管子之间除了在其内部生成的诸物体之外并不存在其他间隔,那么显然即使水流出,也不会留下任何虚空;因为根本没有其他间隔。那么,自然究竟为何强使水违背本性地留下或运动呢?显然是为了不让内部保持虚空,这是因为在界限之间存在着某种间隔,它曾被水充满,如果水流出而空气又未能与之置换,它就有变为虚空的危险。 因此我认为,通过这些讨论也已清楚地证明,存在着某种不同于在其中生成的诸物体的间隔,它在其固有定义上是虚空的,而这正是严格意义上的场所。并且从以下方面来思考:如果在生成中的诸物体不需要外部在三维上与它们相等的某种间隔,那么当葡萄酒化为气时,皮囊和大瓮究竟因何被新酿的酒胀破呢?然而,如果在造就诸物体时,神并未与它们一同创立容纳它们实体的某种间隔,而是仅仅产生了这些不需要外部任何场所的实体本身,为什么在皮囊中生成的物体不也是不需要任何容纳它的东西呢?因为物体与物体接触乃是偶性地存在于诸物体之中,这是由于全宇宙并非连续的,而是分立的。

语法注3 条
  1. 4.83ἀλλ’ οὕτως ἂν εἰσάγοιτο τὸ πᾶν τὸ πεπερασμένον πρός τι περαίνειν

    带冠词的不定式短语 τὸ ... περαίνειν 用作被动潜能希求法动词 εἰσάγοιτο 的主语。不定式 περαίνειν 在此用作不及物动词,意为‘受限制’或‘有界限’,πᾶν τὸ πεπερασμένον 为其逻辑主语(宾格),πρός τι 作状语修饰,意为‘相对于某物’。

  2. 4.83ὅπερ ὅτι ψεῦδός ἐστιν

    前置先取(prolepsis)结构:关系代词 ὅπερ 指代前文的命题(‘凡受限制者均相对于某物而受限制’),并在句法上充当从属的 ὅτι 从句的主语(‘即这是错误的’),整个从句作主句动词 ἔδειξεν 的宾语。

  3. 4.83οἷς ἐλήλεγκται ὁ τόπος μὴ ὢν διάστημα

    关系代词 οἷς 是以 τοῖς αὐτοῖς λόγοις 为先行词的工具与格。表示反驳的动词 ἐλήλεγκται 带补充性分词 μὴ ὤν(与主格主语 ὁ τόπος 一致),构成‘场所被驳斥为不是间隔’的补足结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:572.9-574.3