← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§570.9-572.9

避免虚空现象与作为间隔的场所论证

菲洛波诺斯分析了虹吸管和穿孔容器中液体的逆流与流动现象(对虚空的避免),论证指出如果场所仅仅是表面而非间隔,那么由于表面本身不可能有充盈或虚空之分,自然为了防止虚空而驱动物体逆本性运动的现象便无法得到合理解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#8

οἷον γίνεται καὶ ἐπὶ τῶν τετρημένων ἀγγείων, ὅταν ὦσι πλήρη, διόπερ οὐδὲ μετὰ ῥύμης ἔξεισιν ὁ οἶνος, ἀλλ’ ὑπὸ τῆς τοῦ ἀέρος ὤσεως ἠρέμα ὑπὸ τὸ ὄστρακον ῥεῖ· ὅθεν ἄνωθεν περὶ τὰ κενά, ἔνθα μὴ οἶνός ἐστιν, εἰώθασι τιτρᾶν, ἵνα δεδωκότων ἐκείνῃ τῷ ἀέρι τὴν εἴσοδον ἀκώλυτος ἡ ἔξοδος τοῦ οἴνου γένηται· ὁρᾶται γοῦν ῥύμῃ πολλῇ τότε ἐξιών. πόθεν δὲ καὶ κατωφερὲς τὸ ὕδωρ1 φύσει ὑπάρχον ἐπὶ τὸ ἄνω κινεῖται ὑπὸ τῶν αὐλόν τινα ἐμβαλλόντων καὶ δι’ αὐτοῦ ἀναρροφώντων; τῷ γὰρ ἐκμυζᾶν τὸν ἐν τῷ αὐλῷ ἀέρα ἐπειδὴ κινδυνεύει γενέσθαι κενὸν τὸ μεταξύ, ἡ πολυθρύλητος δὴ τοῦ κενοῦ βία παρὰ φύσιν κινεῖ τὸ ὕδωρ. οὕτω γοῦν καὶ ὅλους κεράμους ἐξαντλοῦσι· ποιήσαντες γὰρ θάτερον τοῦ αὐλοῦ μέρος ἐπικεκαμμένον εἰς τὸ ἔμπαλιν, χαλάσαντες δὲ τὸ ἕτερον πέρας εἰς τὸν ἀμφορέα, εἶτα τῷ ἑτέρῳ ἐκμυζήσαντες τὸν ἐντὸς ἀέρα καὶ τῇ τοῦ κενοῦ βίᾳ συνελκύσαντες τὸ ὕδωρ, ἀρχὴν λαβὸν τῆς κινήσεως τὸ ὕδωρ οὐ παύεται μέχρις ἂν ὅλος ἐξαντληθείη ὁ ἀμφορεύς. τοῦτο δὲ διὰ ταύτην συμβαίνει τὴν αἰτίαν· ἐπειδὰν γὰρ φθάσῃ τὸ ὕδωρ πληρῶσαι τὸν αὐλὸν ὅλον, καὶ γενόμενον ἐν τῇ κάμψει ἄρξηται τὴν κατὰ φύσιν φέρεσθαι φοράν, οὐκ ἐξισχύει ὁ ἀὴρ εἰς τὸ ἔμπαλιν αὐτὸ ὠθῆσαι, διά τε τὴν τοῦ ὕδατος κατὰ φύσιν ῥοπὴν καὶ διὰ τὴν ἐκ τῆς κάμψεως σκολιότητα τοῦ αὐλοῦ. ἐπεὶ οὖν ὁ μὲν ἀὴρ εἰσδῦναι οὐ δύναται, κενὸν δὲ τὸν αὐλὸν γενέσθαι ἀδύνατον, κατὰ τὸ συνεχὲς γίνεται ἡ τοῦ ὕδατος εἰς τὸν αὐλὸν εἰσροή· εἰ γὰρ τοῦ ἐξ ἀρχῆς εἰς τὸν αὐλὸν εἰσελθόντος ὕδατος φθάσαντος μέχρι τῆς κάμψεως τοῦ αὐλοῦ μὴ εἰσῄει ἄλλο κάτωθεν ὕδωρ, μήτε δὲ ὁ ἀὴρ ἠδύνατο βιασάμενος τὸ ὕδωρ πληρῶσαι τὸ μέρος ἐκεῖνο τοῦ αὐλοῦ, ἐξ ἀνάγκης συνέβαινε κενὸν εἶναι. ἡ οὖν τοῦ κενοῦ βία ἀεὶ πληροῦσα τὸ κενούμενον οὐ παύεται μέχρις ἂν δαπανηθέντος τοῦ ἐν τῷ ἀμφορεῖ ὕδατος πληρωθῇ κάτωθεν ἀέρος ὁ αὐλὸς ἀπὸ τῆς ἀρχῆς, λέγω δὴ τῆς ἐν τῷ ἀμφορεῖ κεχαλασμένης· πληροῦται γὰρ ὁ ἀμφορεὺς δηλονότι ἀέρος διὰ τοῦ στομίου, ἐξιόντος διὰ τοῦ αὐλοῦ τοῦ ὕδατος, ὅσπερ ἀὴρ ὁ ἐν τῷ ἀμφορεῖ γενόμενος μετὰ τὸ δαπανηθῆναι τὸ ὕδωρ κατὰ συνέχειαν σύνεισι τῷ ἐσχάτῳ εἰσιόντι ὕδατι, καὶ οὕτω πληροῖ τὰ κάτω μόρια τοῦ αὐλοῦ, ἐν οἷς οὐκ ἔστιν ὕδωρ. εἰ τοίνυν μηδὲν ἦν μεταξὺ τῆς κλεψύδρας ἢ τοῦ αὐλοῦ τοῦ εἰρημένου διάστημά τι ἕτερον τοῦ ἐνυπάρχοντος σώματος κενὸν ὑπάρχον κατὰ τὸν ἴδιον λόγον, τί δήποτε ἡ φύσις ἢ ἐπὶ τῆς κλεψύδρας κωλύει τὸ ὕδωρ κατὰ φύσιν κινεῖσθαι, ὅταν πεφραγμένον ᾖ τὸ ἄνωθεν στόμα, ἢ ἐπὶ τῶν αὐλῶν παρὰ φύσιν ἀνώφορον αὐτὸ ποιεῖ; ἡ μὲν οὖν κοινὴ πάντων ἀπολογία φησὶν ‘ἵνα μὴ γένηται κενόν’. καὶ ποῖον κενὸν ἔμελλεν, ὦ βέλτιστε, γενέσθαι, εἰ μηδέν ἐστι διάστημα ἕτερον μεταξὺ τῶν περάτων τοῦ ἀγγείου παρὰ τὸ διάστημα τὸ τοῦ ὕδατος; ἐξελθόντος οὖν τοῦ ὕδατος οὐδὲν κατελιμπάνετο πλὴν ἡ κοίλη τοῦ ἀγγείου ἐπιφάνεια· τί οὖν ἦν τὸ μέλλον γενέσθαι κενόν; πότερον ἡ ἐπιφάνεια; ἀλλ’ οὐκ ἄν, οἶμαι, νοῦν ἔχων τις ἐρεῖ πλήρη ἢ κενὴν εἶναι τὴν ἐπιφάνειαν· εἰ γὰρ ἡ ἐπιφάνεια, ᾗ ἐπιφάνειά ἐστι, πληροῦσθαι πέφυκέ τινος σώματος, πόσος ἄρα τίς ἐστιν ὁ ἀήρ, κατὰ τὸ βάθος λέγω, ὁ τὴν ἐπιφάνειαν τῆς γῆς πληρώσας; οὐ γὰρ ἕξεις ἀφορίσαι. πόσος δὲ ὁ τὴν ἐπιφάνειαν τοῦδε τοῦ κύβου τυχὸν πληρῶν; πότερον δακτυλιαῖος ἢ μείζων ἢ ἐλάττων; καὶ τίς ἡ ἀποκλήρωσις;2 ὅτι γὰρ οὐκ ἔστιν ὁρίσαι, δῆλον ἐξ ὧν δυνατὸν ἕτερον σῶμα ἐπιθέντα τῷ κύβῳ μᾶλλον καὶ ἧττον ἢ προσεγγίζειν ἢ ἀφιστᾶν αὐτοῦ, καὶ οὐ δήπου ἢ πλήρη μᾶλλον ἢ κενὴν ἐν ταῖς διαφόροις διαστάσεσιν εἰπεῖν ἔστι τὴν τοῦ κύβου ἐπιφάνειαν. ὅτι γὰρ οὔτε κενὴν οὔτε πλήρη εἶναι τὴν ἐπιφάνειαν ἐνδέχεται, δῆλον καὶ ἐντεῦθεν· οὔτε γὰρ εἶναί τι κενὸν ἐνδέχεσθαι ὡμολόγηται, οὔτ’ αὖ εἶναί τι ἔξω τῆς κυρτῆς τῆς ἀπλανοῦς ἐπιφανείας, καὶ δῆλον πάλιν ὅτι οὔτε κενὴν οὔτε πλήρη εἶναι τὴν ἐξωτάτω ἐπιφάνειαν νοῦν ἔχων τις ἐρεῖ. εἰ οὖν ἐπιφάνειά ἐστιν ὁ τόπος, καὶ μὴ ἔστι τι διάστημα τῷ ἰδίῳ λόγῳ κενόν, τίς ἐστιν ἡ ἐν τῇ φύσει δύναμις ἐπὶ τὸ παρὰ φύσιν κινοῦσα πολλάκις τὰ σώματα, ἵνα μὴ κενὸν γένηται, μηδενὸς ὄντος ἐν τῷ παντὶ διαστήματος τοῦ κινδυνεύοντος κενοῦ γενέσθαι; Ἀλλ’ ἆρα μὴ κενὸν τοῦτο φήσουσι, τὸ μὴ ἅπτεσθαί τινος σώματος τὴν ἐπιφάνειαν,3 ὡς δὴ φυσικῆς οὔσης ἀνάγκης πάντως πᾶν σῶμα τινὸς ἅπτεσθαι;

在打孔的容器装满时所发生的事情也是如此,正因如此葡萄酒甚至并不带着冲力流出,而是在空气的反推下沿着陶壁缓缓流动;因此人们习惯从上部、在没有葡萄酒的空处周围打孔,以便在那个地方给空气让出入口之后,葡萄酒的流出可以不受阻碍;无论如何,那时可以看到它是以极大的冲力流出的。而且,本性向下的水,在人们插入一根管子并通过它向上吮吸时,究竟因何缘故向上运动呢?因为通过吸出管中的空气,既然其间有变为虚空的危险,那声名远扬的虚空的强制力便违背本性地驱动着水。无论如何,他们甚至以这种方式抽干整个陶罐:因为在将管子的一部分向反方向弯折,并将一端垂入双耳罐中,随后用另一端吸出内部的空气并藉由虚空的强制力引出水之后,水一旦获得了运动的开端,便不会停止,直到整个双耳罐被抽干。而这乃是由于如下的原因而发生:因为一旦水先已充满整个管子,并在弯折处开始沿着合乎本性的方向移动时,由于水的本性倾向以及管子因弯折而造成的弯曲,空气便无力将它向后反推。既然空气无法潜入,而管子变为虚空又是不可能的,水流入管中的过程便是连续发生的;因为如果最初进入管中的水到达管的弯折处时,没有其他水从下方进入,且空气也无法克服水来充满管子的那个部分,那么必然的结果便是存在虚空。因此,不断充满被腾空之处的虚空的强制力便不会停止,直到双耳罐中的水耗尽、管子从下方的起点——我指的是垂在双耳罐中的那一端——被空气充满为止;因为显然随着水通过管子流出,双耳罐通过口部被空气充满,而处于双耳罐中的这股空气在水耗尽后,连续地伴随着最后进入的水,并这样充满了管子中没有水存在的下部。 既然如此,如果在漏壶或前述管子内部,除了内存的物体之外不存在任何在其固有定义上是虚空的间隔,那么自然究竟为什么在漏壶的上口被堵住时阻止水顺应本性而运动,或者在管子中使水违背本性向上移动呢?所有人共同的辩解当然会说‘为了不产生虚空’。可是我最优秀的先生,如果在容器的界限之间除了水本身的间隔之外根本没有其他间隔,又将产生何种虚空呢?在水流出后,除了容器的凹表面之外什么也没有留下;那么将要变为虚空的究竟是什么呢?难道是表面吗?但我认为,任何有理智的人都不会说表面是充满的或是虚空的;因为如果表面就其作为表面而言本性上是由某种物体来充满的,那么按深度来说,充满大地表面的空气究竟是多大呢?因为你将无法加以界定。而充满比如这个立方体表面的[空气]又是多大呢?是一指宽,还是更大或更小呢?凭什么来任意决定呢?因为这是无法界定的,这从以下事实即可看得很清楚:可以在立方体上放置另一个物体,并使之更多或更少地靠近或远离它,而在这不同的间距下,当然不能说立方体的表面是更充满还是更虚空。因为表面既不可能是虚空的也不可能是充满的,从这一点看也是清楚的:因为大家都承认既不可能存在任何虚空,在恒星天的凸表面之外也同样不可能存在任何东西,而再次清楚的是,任何有理智的人都不会说最外层的表面是虚空的或是充满的。因此,如果场所是表面,且不存在在其固有定义上是虚空的间隔,那么在全宇宙中根本没有任何间隔处于变为虚空的危险之中的情况下,自然之中屡屡为了不产生虚空而使物体逆本性运动的力量究竟是什么呢? 抑或他们会说‘表面不与任何物体接触’就是虚空,仿佛确实存在某种一切物体都无论如何必须与某物接触的自然必然性似的?

语法注3 条
  1. 4.83τῷ γὰρ ἐκμυζᾶν τὸν ἐν τῷ αὐλῷ ἀέρα ἐπειδὴ κινδυνεύει γενέσθαι κενὸν τὸ μεταξύ, ἡ πολυθρύλητος δὴ τοῦ κενοῦ βία παρὰ φύσιν κινεῖ τὸ ὕδωρ

    带冠词的不定词与格 τῷ ἐκμυζᾶν 表示方式或原因,从属于主句动词 κινεῖ。紧接着插入了 ἐπειδὴ 引导的原因从句,用以说明吸出管中空气为何会带来形成虚空的危险,随后引出主句主语 ἡ πολυθρύλητος δὴ τοῦ κενοῦ βία。

  2. 4.83καὶ τίς ἡ ἀποκλήρωσις;

    省略系动词 ἐστί 的名词谓语句。ἀποκλήρωσις 原指‘抽签决定的任意选择’,在此质问若规定充满立方体表面的空气为一指厚,究竟有何理性根据来做出这种非此即彼的任意判定。

  3. 4.83Ἀλλ’ ἆρα μὴ κενὸν τοῦτο φήσουσι, τὸ μὴ ἅπτεσθαί τινος σώματος τὴν ἐπιφάνειαν

    疑问小词 ἆρα μή 引出带有疑虑或试探性质的设问(‘难道他们会说……吗’)。τοῦτο 作直接宾语,κενόν 为宾语补足语(谓词性宾格),带冠词的不定词短语 τὸ μὴ ἅπτεσθαι... 作为 τοῦτο 的同位语,具体指明‘表面不与任何物体接触’这一内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:570.9-572.9