← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§55.27-57.20

关于可知界实在的爱利亚论证与反驳的引入

斐洛波诺斯基于爱利亚学派所论述的是可知界而非自然事物这一解释,辩护并分析了梅利梭斯的论证(存在者无始、无限、不动)及其前提换位,并阐明了亚里士多德在186a4中从自然哲学角度转向驳斥其论证的语境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#4

Ἀλλ’ ἐπειδὴ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁμολογεῖ μὴ εἶναι φυσικοὺς τοὺς ἄνδρας τούτους, δηλοῦσι δὲ καὶ αὐτὰ τὰ συγγράμματα τῶν ἀνδρῶν (ὁ γὰρ Παρμενίδης, ἐν τοῖς πρὸς ἀλήθειαν ἓν εἶναι λέγων τὸ ὄν, ἐν τοῖς πρὸς δόξαν δύο φησὶν εἶναι τὰς ἀρχὰς τῶν ὄντων, πῦρ καὶ ὕδωρ, διὰ τῶν ἄκρων περιλαμβάνων καὶ τὰ μέσα, ὡς δὴ ἐν τούτοις μὲν περὶ τῶν φυσικῶν διαλεγόμενος, ἃ καὶ δοξαστὰ καλοῦσιν, ἐν δὲ τοῖς πρὸς ἀλήθειαν περὶ τῶν νοητῶν), ἄξιον ἐπισκέψασθαι ὡς πρὸς τὸν σκοπὸν τοῦ ἀνδρὸς τὴν τῶν προτάσεων ἀκολουθίαν. Ἰστέον οὖν ὅτι τὸ μὲν νοητὸν πᾶν ὂν ἐκάλουν, τὸ δὲ αἰσθητὸν γινόμενον. οὕτω γοῦν καὶ ὁ Πλάτων αὐτὰ καλεῖ, ἐξ αὐτοῦ λαβὼν “τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον;” περὶ τοῦ νοητοῦ λέγων, “τί δὲ τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε;” περὶ τοῦ αἰσθητοῦ· “τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, τὸ δ’ αὖ δόξῃ μετ’ αἰσθήσεως ἀλόγου δοξαστόν.” ἐπεὶ οὖν ἐν τῷ νοητῷ ἑώρων ἐπικρατοῦσαν τὴν ἕνωσιν (ἔστι μὲν γὰρ ἐν πᾶσι καὶ ἕνωσις καὶ διάκρισις, ἀλλ’ ἀεὶ τὸ κρεῖττον καὶ ἐγγυτέρω τῆς μιᾶς τῶν πάντων ἀρχῆς τῇ ἑνώσει μᾶλλον κεκράτηται. ἔστι γοῦν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς ἀλόγοις καὶ ἕνωσις καὶ διάκρισις, ἀλλ’ ἐπικρατεῖ μᾶλλον ἐκείνων ἐν ἡμῖν ἡ ἕνωσις· ἥμερον γὰρ καὶ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος· ἐν ἐκείνοις δὲ μᾶλλον ἡ διάκρισις. πάλιν καὶ ἐν ἡμῖν καὶ ἐν τοῖς οὐρανίοις ὁρᾶται καὶ ἕνωσις καὶ διάκρισις, ἀλλ’ ἐν ἐκείνοις μᾶλλον ἡμῶν ἐπικρατεῖ ἡ ἕνωσις. ὁμοίως καὶ ἐν τοῖς νοητοῖς πάντων μᾶλλον ἐπικεκράτηκεν ἡ ἕνωσις), ἐπεὶ οὖν ἑώρων αὐτὰ κεκρατημένα τῇ ἑνώσει, καὶ οἱονεὶ διὰ πάντων τὴν κοινὴν καὶ μίαν πάντων ἀρχὴν ὁρωμένην διὰ τὴν πρὸς αὐτὴν ἕνωσιν, ἕν τε ἔλεγον εἶναι1 τὸ νοητὸν πᾶν καὶ ἄναρχον, μὴ διαστέλλοντες αὐτὰ τῆς ἰδίας ἀρχῆς, μηδὲ ἄλλο μὲν εἶναι τὴν ἀρχήν, ἄλλο δὲ τὸ ἀπὸ ταύτης, διὰ τὸ αὐτὴν διὰ πάντων ὁρᾶσθαι μίαν οὖσαν καὶ ἄναρχον. διὰ τοῦτο γοῦν ἀκολούθως μηδὲ πέρας ἔχειν αὐτὸ ἔλεγον, διὰ τὸ ἀπειροδύναμον καὶ ἐπὶ πάντα διῆκον καὶ μὴ ὑπό τινος ἀποπερατούμενον. ὥστε εἰ πᾶν τὸ νοητὸν ὂν ἐκάλουν καὶ οὐ γενόμενον, πᾶν δὲ πάλιν ἄναρχον εἶναι διὰ τὴν εἰρημένην αἰτίαν, ἐξισάζει ταῦτα ἄρα ἀλλήλοις τό τε μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον· ἐπὶ τῶν αὐτῶν γὰρ ἄμφω. ὁμοίως καὶ εἰ [τὸ] γενητὸν πᾶν τὸ αἰσθητὸν ἔλεγον, τοῦτο δὲ πᾶν ἀρχὴν ἔχει ἢ χρονικὴν ἢ πραγματικήν, καὶ ταῦτα ἄρα ἐξισάζει ἀλλήλοις τό τε γενόμενον καὶ τὸ ἀρχὴν ἔχον. ὥστε εἴ τι γενόμενόν ἐστι, τοῦτο καὶ ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, τοῦτο καὶ γέγονε· καὶ πάλιν εἴ τι μὴ γενόμενον, τοῦτο ἀρχὴν οὐκ ἔχον, καὶ ἔμπαλιν εἴ τι ἀρχὴν οὐκ ἔχον, τοῦτο οὐδὲ γενόμενον. ὥστε ἐπειδὴ ταῦτα ἐξισάζει ἀλλήλοις, ἐπὶ δὲ τῶν ἐξισαζόντων ἀδιάφορόν ἐστιν ἐκ τοῦ ἡγουμένου ἢ ἐκ τοῦ ἑπομένου ποιήσασθαι τὴν ἀντιστροφήν, εἰκότως καὶ ὁ Μέλισσος, ὡς ἐπὶ ἐξισαζόντων πραγμάτων ποιούμενος τὴν ἀντιστροφήν, ἀδιάφορον ἡγήσατο τὸ ἐκ τοῦ ἡγουμένου ἀντιστρέψαι.2 οἷον ἐπὶ τοῦ γελαστικοῦ καὶ τοῦ ἀνθρώπου οὐδὲν διαφέρει εἰπεῖν ‘εἰ ἄνθρωπος καὶ γελαστικόν, εἰ δὲ μὴ γελαστικόν, οὐδὲ ἄνθρωπος’, ἢ ‘εἰ δὲ μὴ ἄνθρωπος, οὐδὲ γελαστικόν’. καὶ ἀκίνητον δὲ οὕτως ἔλεγεν, ὡς ἑστῶσαν ἐχόντων ἐκείνων τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν καὶ παντελῶς ἀμετάβλητον. οὕτω γοῦν καὶ Ἀριστοτέλης ἀκίνητα καλεῖ τὰ νοητὰ πάντα, οὐ μόνον τὰ θεῖα, ἀλλὰ καὶ τὰς ψυχάς, ἐν οἷς δείκνυσιν ὡς ἀνάγκη τὰ πρώτως κινοῦντα αὐτὰ εἶναι ἀκίνητα. καλῶς οὖν καὶ ὁ Ἀριστοτέλης, ὡς φυσικός, φυσικώτερον τρόπον ἐπιλαμβάνεται τῶν λόγων, καὶ ὁ Μέλισσος θεολογικώτερον τοῖς τοιούτοις λόγοις ἐχρήσατο. Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται3 τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν. ἐπειδὴ προθέμενος ἐλέγξαι τὴν δόξαν τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον πρότερον κοινότερον αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα ἐγύμνασε, μέλλει δὲ νῦν τὸν Μελίσσου λόγον διελέγχειν, διὰ τοῦτό φησιν ὅτι τόν τε εἰρημένον τρόπον ἐπιών τις τὴν τοιαύτην δόξαν τὴν περὶ τοῦ ἓν εἶναι τὰ πάντα εὑρήσει ἀδύνατον οὖσαν, καὶ τοὺς λόγους ἐξ ὧν αὐτὴν οὗτοι πειρῶνται κατασκευάζειν οὐ χαλεπὸν διελέγξαι.

但是,既然亚里士多德本人也承认这些人并非自然哲学家,而且这些人自身的著作也表明了这一点(因为巴门尼德在“依真理”的部分中虽然说存在者是一,但在“依意见”的部分中却说存在者的本原是两个,即火与水,通过两极包容中间物,仿佛在这些部分中讨论自然事物,即他们也称为意见对象的事物,而在“依真理”的部分中讨论可知事物),那么联系这位思想家的意图来审视前提的承续关系就是有价值的。因此应当知道,他们将整个可知界称为“存在者”,而将感觉界称为“生成之物”。无论如何,柏拉图也是由此受到启发而这样称呼它们的,他在谈到可知事物时说:“何为始终存在、未曾生成者?”在谈到感觉事物时说:“何为始终生成、决非存在者?”“前者可由理性伴随的智慧所把握,后者则可由无理性的感觉伴随的意见所猜测。” 既然他们在可知界中看到了统一的统摄(因为在一切事物中既有统一也有分离,但更优越且更接近一切事物之单一原初本原的,总是更多地被统一所掌控;无论如何,在我们之中和在无理性的动物之中既有统一也有分离,但统一在我们之中比起在它们之中更占统治地位,因为人是温良且具有社会性的动物,而在它们之中分离则更占统治地位;此外,在我们之中和在天体之中既可观察到统一也可观察到分离,但在它们之中统一比在我们之中更占统治地位;同样,在可知事物之中,统一比在一切事物之中都最为占据统治地位),既然他们看到它们被统一所掌控,并且由于与原初本原的统一,那统摄万物的共同且单一的原初本原仿佛贯穿万物而被照见,所以他们说整个可知界是一且无始的,既不将它们与它们自身的原初本原分离开来,也不认为本原是一回事而源自本原的是另一回事,因为本原作为单一且无始的而贯穿万物被照见。因此他们顺理成章地也说它没有界限,这是由于它拥有无限的能力、贯通一切且不被任何事物所界定。因而,如果他们将整个可知界称为“存在者”且未曾生成,又因所说的原因称其全都是无始的,那么“未曾生成的”与“无始的”这两者彼此就是等同同延的;因为两者适用于相同的事物。同样地,如果他们将整个感觉界称为生成的,并且这全体都具有时间上的或实在上的始点,那么“生成的”与“有始的”这两者彼此也是等同同延的。因此,如果某物是生成的,它也就有始点;如果某物有始点,它也就生成了;反之,如果某物未曾生成,它就没有始点;反之,如果某物没有始点,它也没有生成。因此,既然这些彼此等同同延,而在等同同延的事物中,从前件还是从后件进行换位是无差别的,那么梅利梭斯作为在等同同延的事物上进行换位的人,自然认为从前件换位也是无差别的。正如在“能笑的”与“人”的事例中,说“如果是人,也是能笑的;如果不是能笑的,也不是人”与说“如果不是人,也不是能笑的”,两者毫无区别。他同样称其为不动的,是因为那些事物拥有静止的实体与活动,且完全不可改变。无论如何,亚里士多德在证明最初致动者自身必然是不动的那些段落中,也将所有可知事物(不仅是神圣之物,而且包括灵魂)称为不动的。因而,亚里士多德作为自然哲学家,以更偏向自然哲学的方式批判这些论证,而梅利梭斯以更偏向神学的方式运用这些论证,两者都是恰当的。 “对于以这种方式考察的人来说,存在者是一显然是不可能的,并且从他们据以论证的前提出发,化解[其论证]也并不困难。”因为他在打算驳斥巴门尼德和梅利梭斯学派的意见时,先前已经更普遍性地探讨了问题本身,而现在将要驳斥梅利梭斯的论证,所以他说,按上述方式考察的人,将会发现关于万物是一的这种意见是不可能的,而且驳斥他们据以试图确立该意见的那些论证,也并不困难。

语法注3 条
  1. 1.32ἐπεὶ οὖν ἐν τῷ νοητῷ ἑώρων ἐπικρατοῦσαν τὴν ἕνωσιν... ἐπεὶ οὖν ἑώρων αὐτὰ κεκρατημένα τῇ ἑνώσει... ἕν τε ἔλεγον εἶναι

    在长句的插入解释之后,连词短语 ἐπεὶ οὖν 进行了复述性重述(resumptive),最终引出主句 ἕν τε ἔλεγον εἶναι(“他们说[可知界]是一”)。

  2. 1.32ἀδιάφορον ἡγήσατο τὸ ἐκ τοῦ ἡγουμένου ἀντιστρέψαι

    动词 ἡγήσατο 的宾语是带冠词不定式短语 τὸ ἐκ τοῦ ἡγουμένου ἀντιστρέψαι(“从前件换位”),ἀδιάφορον 是其宾补(“认为……是无差别的”)。这是将梅利梭斯的前提换位解释为外延重合项之间的等同转换。

  3. 1.32Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται

    引用亚里士多德原文(186a4)。ἐπιοῦσιν 是分词与格,充当评判者与格(dative of reference / person judging),意为“对于以此方式考察/进路的人来说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:55.27-57.20