← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§557.8-559.6

作为三维间距的场所与反对分割物体的辩驳

菲洛波诺斯开始了他针对亚里士多德场所学说的独立批判,论证了即便将场所理解为三维间距(虚空)也不会分割物体,且无物体的延展相互贴合并不会导致现实无限分割的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#1

Καιρὸς δὴ λοιπὸν καὶ τὰ παρ’ ἡμῶν προστεθῆναι τῷ λόγῳ, καὶ τέως ἰδεῖν, εἰ ἔνεστί τις ἐν τοῖς Ἀριστοτελικοῖς ἐπιχειρήμασιν ἀνάγκη, δι’ ἧς δείκνυται ὡς ἀδύνατον διάστημά τι τριχῇ διαστατὸν τὸν τόπον εἶναι. τὸ μὲν οὖν οἴεσθαι,1 εἰ διάστημα εἴη ὁ τόπος, χωρεῖν τοῦτο δι’ ὅλου τοῦ ἐγγινομένου ἐν αὐτῷ σώματος, ἔπειτα καὶ διαιρεῖν αὐτὸ οὕτως ὡς ἐνεργείᾳ ἄπειρα ποιεῖν τὰ μόρια, αὐτόν τε τὸν τόπον ἐνεργείᾳ ἐπ’ ἄπειρον διῃρῆσθαι, παντάπασιν εὔηθές τε καὶ οὐδὲ τὸ πιθανὸν ἔχον εἶναί μοι δοκεῖ. εἰ μὲν γὰρ τὸν τόπον τριχῇ διαστατὸν εἶναι λέγοντες καὶ σῶμα ἔλεγον εἶναι, οὐδὲ οὕτως μὲν ἴσως ταῦτα εἵπετο τὰ ἄτοπα, ὅμως δ’ οὖν κἂν συναρπάζειν ὁ παραλογισμὸς ἠδύνατο,2 ἐπειδὴ δὲ οὐ σῶμα τὸν τόπον ὑποτίθενται (οὐδὲ γὰρ ταὐτὸν τριχῇ διαστατὸν εἰπεῖν καὶ σῶμα), ἀλλ’ ἀσώματον (κενὸν γὰρ εἶναι τῷ ἰδίῳ λόγῳ), ποία ἀνάγκη τὸ κενὸν ἢ χωρεῖν εἰς τὸ ἐντεθὲν ἐν αὐτῷ σῶμα, ἢ χωρῆσαν δι’ αὐτοῦ εὐθὺς καὶ κατ’ ἐνέργειαν αὐτὸ διελεῖν; χωρῆσαν γὰρ ἐν τῷ κενῷ τὸ σῶμα οὐδὲν ἄλλο ἢ ἐπλήρωσεν αὐτό. ἄλλως τε καὶ εἰ διὰ τοῦ σώματος ἐχώρει τὸ κενόν, ποία ἦν ἀνάγκη εὐθὺς καὶ διελεῖν αὐτὸ ἀσώματόν γε ὄν; τὸ γὰρ ἀσώματον χωροῦν διὰ σώματος οὐδεμίαν διαίρεσιν οὐδὲ τομὴν ἀπεργάζεται. λευκότης γοῦν καὶ θερμότης καὶ αἱ ἄλλαι πᾶσαι ποιότητες δι’ ὅλων χωροῦσαι τῶν σωμάτων, βάθους φημὶ καὶ πλάτους καὶ μήκους, διαίρεσιν οὐδεμίαν αὐτοῖς ἐμποιοῦσιν, οὐχ ὅτι ποιότητές εἰσιν, ἀλλ’ ὅτι ἀσώματοι· οὐ γὰρ πέφυκεν ὑπὸ τοῦ ἀσωμάτου τὸ σῶμα διαιρεῖσθαι. εἰ δὲ λέγοιεν ‘ἀλλὰ διάστημα τὸ κενόν ἐστι, καὶ διὰ τοῦτο διαιρήσει’, οὐδὲ οὕτως οὐδεμίαν ὁρῶ τὴν ἀνάγκην· εἰ γὰρ καὶ διαστατόν ἐστι τριχῇ, ἀλλ’ οὖν παντάπασιν ἀπαθὲς καὶ ἀσώματον καὶ αὐτὸ τοῦτο οὐδὲν ἄλλο ἢ χώρα κενή. πῶς οὖν τὸ πάντῃ ἀπαθὲς καὶ μηδεμιᾷ ποιότητι σωματικῇ πεποιωμένον, σκληρότητι ἢ μαλακότητι ἢ ὅλως ἀντιτυπίᾳ εἴτε ἄλλῃ τινὶ τοιαύτῃ δυνάμει, διαίρεσιν ἐμποιήσει ἐν τοῖς σώμασιν; ὥσπερ οὖν ἐπιφάνεια ἐφαρμόζουσα ἐπιφανείᾳ οὐδεμίαν διαίρεσιν ἐμποιεῖ, ἀλλὰ κἂν μυρίαι ἐφαρμοσθῶσιν ἀλλήλαις ἐπιφάνειαι, οὔτε αὔξησίν τινα ἐμποιοῦσιν οὔτε διαιροῦσιν ἀλλήλας, ὁμοίως δὲ κἂν γραμμαὶ μυρίαι ἐφαρμοσθῶσιν ἀλλήλαις, οὔτε διαίρεσίν τινα ἀλλήλαις οὔτε αὔξησιν ἐμποιοῦσιν, ἀλλ’ ἐν τῷ αὐτῷ μυρίαι δύνανται ἐφαρμοσθῆναι ἀλλήλαις (καὶ τούτου οὐδὲν ἄλλο αἴτιον ἢ τὸ ἀσωμάτους αὐτὰς εἶναι), οὕτω δηλονότι κἂν τριχῇ διαστατὸν τριχῇ διαστατῷ ἐφαρμοσθῇ ἀσώματον ὄν, οὐδεμίαν οὔτε διαίρεσιν ἐμποιήσει οὔτε πάθος ἄλλο οὐδὲ ἕν. ἔτι εἰ τὸ τριχῇ διαστατὸν ἀσώματον ὂν καὶ χωροῦν διὰ σώματος, ταὐτὸν δὲ εἰπεῖν ἐφαρμοζόμενον τῷ σώματι, διαιρεῖ αὐτό, τὰ αὐτὰ δήπου καὶ τοῖς Ἀριστοτέλους ἕψεται λόγοις. βούλεται γὰρ τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ, καὶ ἐν ταὐτῷ εἶναι τό τε πέρας τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου· εἰ τοίνυν ἐν ταὐτῷ εἰσιν ἄμφω τὰ πέρατα, ὥσπερ τὸ ὅλον ἐν τῷ ὅλῳ ἐστίν, οὕτω καὶ τὸ μόριον ἐν τῷ μορίῳ. ἐπ’ ἄπειρον οὖν ὄντος παντὸς μεγέθους διαιρετοῦ, συμβήσεται ἄπειρα εἶναι κατ’ ἐνέργειαν τὰ μόρια τῶν ἐπιφανειῶν· εἰ γὰρ μὴ ἕκαστον μόριον τῆς ἐπιφανείας ἑκάστῳ τῆς λοιπῆς ἐφήρμοσεν, οὐδὲ ἡ ὅλη τῇ ὅλῃ. ἔσται οὖν ἐνεργείᾳ τὸ ἄπειρον. καὶ οὔ τι λέγω ὅτι ὡς ἐν τόπῳ ἔσται ἡ μία ἐπιφάνεια τῇ ἑτέρᾳ· κἂν γὰρ μὴ ὡς ἐν τόπῳ ᾖ, ἀλλ’ οὖν ἐφαρμόζουσί γε ἀλλήλαις. καθὸ οὖν ἐφαρμόζουσιν, ἐχώρησαν δι’ ἀλλήλων, ὥστε καὶ διαιρήσουσιν ἀλλήλας. ἢ τοίνυν οὔτε γραμμὴν δυνατὸν ἑτέρᾳ γραμμῇ ἐφαρμόζειν, οὔτε ἐπιφάνειαν ἐπιφανείᾳ, ἢ εἰ ταύτας δυνατόν, διὰ τί μὴ καὶ τριχῇ διαστατὸν ἀσώματόν γε ὂν τριχῇ διαστατῷ ἐφαρμόσει; τίς γὰρ ἡ ἀποκλήρωσις3 μῆκος μὲν μήκει ἐφαρμόζειν δύνασθαι καὶ πλάτος πλάτει ἀσώματα ὄντα, βάθος δὲ βάθει μὴ ἐφαρμόζειν; καίτοι τὸ μὲν μῆκος καὶ τὸ πλάτος οὐκ ἄνευ σώματος, ἀλλ’ ἐν σώματι τὸ εἶναι ἔχει, ἀλλ’ ὅμως ἐφαρμόζουσι τοῖς ὁμοίοις ἀσώματά γε αὐτὰ ὄντα, τὸ δὲ διάστημα τὸ τοπικὸν ἀσώματόν ἐστι καὶ χωριστὸν σώματος καὶ καθ’ αὐτὸ ὑφεστηκός, οὐκ ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχον· πολλῷ οὖν μᾶλλον ἐφαρμόσαι δυνήσεται τῷ σώματι, ἀπαθὲς φυλάττον αὐτό. εἰ γὰρ τὸ διά- στημα ᾗ διάστημά ἐστιν ἁπλῶς ἐφαρμόζον ἄλλῳ διαστήματι εὐθὺς καὶ διῄρει αὐτό, μᾶλλον δὲ διῃροῦντο ὑπ’ ἀλλήλων ἄμφω τὰ διαστήματα, καὶ ἡ γραμμὴ ἡ τῇ γραμμῇ ἐφαρμόζουσα καὶ ἡ ἐπιφάνεια 〈ἡ〉 τῇ ἐπιφανείᾳ τὸ αὐτὸ ἂν ἐποίησαν (διαστήματα γὰρ καὶ ταῦτα), εἰ δὲ μηδὲν τοιοῦτον ἐπὶ τούτων συμβαίνει, οὐ τὸ διάστημα ἄρα ᾗ διάστημά ἐστι διαιρέσεως ἐστιν αἴτιον.

现在正是把我们自己的观点补充到论述中来的时候了,并暂且看一看在亚里士多德的论证中是否存在着任何必然性,凭借这种必然性证明了场所不可能是在三个维度上延展的某种间距。首先,认为如果场所是间距,这就会贯穿生成于其中的整个物体,进而又将其分割,以至于使其各部分在现实中成为无限,且场所自身也在现实中被无限分割,这在我看来完全是愚蠢的,甚至毫无可信性。因为如果在说场所是在三个维度上延展的时候,人们也说它是物体,即使这样,这些荒谬之事或许也不会随之而来,但无论如何这一谬误推理本来也许能够蒙蔽人心;然而,既然他们并不假定场所是物体(因为说在三个维度上延展与说物体并不是一回事),而是假定为无物体的(因为按其本己的定义它就是虚空),那么有什么必然性迫使虚空要么贯穿放置在其中的物体,要么贯穿之后就立即在现实中将其分割呢?因为物体进入虚空中,无非是充满了它而已。更何况,即使虚空贯穿了物体,又有什么必然性表明,既然它至少是无物体的,就必须立即将其分割呢?因为无物体之物贯穿物体,并不会产生任何分割或切断。至少白与热以及所有其他性质,贯穿物体的全体——我指的是深度、广度和长度——却并未在其中造成任何分割,这不是因为它们是性质,而是因为它们是无物体的;因为物体按其本性并不会被无物体之物所分割。如果他们说“但虚空是间距,正因此它将进行分割”,即便如此我也看不出有任何必然性;因为即使它是在三个维度上延展的,但它终究完全不受被动影响且是无物体的,而这本身无非就是空虚的空间。那么,在各方面都不受被动影响且未被任何物体性性质——如坚硬或柔软或一般的抵抗力或任何其他此类能力——所规定性质的东西,又如何在诸物体中造成分割呢?因此,正如面与面贴合并不造成任何分割,哪怕有一万个面彼此贴合,它们既不造成任何增加,也不彼此分割;同样,哪怕有一万条线彼此贴合,它们既不对彼此造成任何分割,也不造成增加,而是一万条线能够在同一处彼此贴合(而对此除了它们是无物体的之外,别无其他原因),显而易见,以同样的方式,即使在三个维度上延展的东西贴合于在三个维度上延展的东西,只要它是无物体的,它既不会造成任何分割,也不会造成任何其他单一的被动影响。再者,如果在三个维度上延展的东西,由于是无物体的且贯穿物体——换句话说也就是贴合于物体——而将其分割,那么同样的事情无疑也会在亚里士多德的论述中随之而来。因为他主张场所在大小上等于处于场所中的东西,且包围者的界限与被包围者的界限处于同一位置;因此,如果两个界限处于同一位置,正如整体处于整体之中,部分也处于部分之中。既然任何大小都是可以无限分割的,其结果必然是诸面的各部分在现实中是无限的;因为如果面的每个部分没有贴合于余下之面的每个部分,整体也就没有贴合于整体。因此在现实中就会存在无限。而我绝不是说一个面之于另一个面就像在场所中一样;因为即使它不像在场所中那样,它们至少还是彼此贴合的。因此,既然它们贴合,它们就彼此贯穿了,以至于它们也会彼此分割。所以,要么线贴合于另一条线、面贴合于面都是不可能的;要么如果这些是可能的,为什么在三个维度上延展的东西,至少由于是无物体的,就不能贴合于在三个维度上延展的东西呢?因为长度能够贴合于长度,广度能够贴合于广度,它们都是无物体的,却认为深度不能贴合于深度,这究竟是出于何种武断的划分?然而长度和广度并非没有物体而存在,而是在物体中具有存在,但它们自身作为无物体之物,却仍然贴合于其同类物;而场所性的间距是无物体的,可与物体分离,且自身独立自存,并不是在某个底层主体中具有其存在;因此,它将远更有能力贴合于物体,同时保持物体不受被动影响。因为如果间距仅仅作为间距,贴合于另一个间距就直接将其分割,或者毋宁说两个间距彼此被分割,那么贴合于线的线和贴合于面的面也会做同样的事情(因为这些也都是间距);但如果在它们的情况中没有发生任何此类事情,那么间距作为间距就绝不是分割的原因。

语法注3 条
  1. 4.83τὸ μὲν οὖν οἴεσθαι

    带冠词的不定式短语 τὸ ... οἴεσθαι 充当主动词 μοι δοκεῖ 的主语,并与系动词不定式 εἶναι 相结合,后者支配表语形容词 εὔηθες 以及并列短语 οὐδὲ τὸ πιθανὸν ἔχον。οἴεσθαι 的宾语由三个间接引述的不定式(χωρεῖν、διαιρεῖν 和 διῃρῆσθαι)并列构成。

  2. 4.83κἂν συναρπάζειν ὁ παραλογισμὸς ἠδύνατο

    小词 κἂν(即 καὶ ἄν)与未完成过去时直陈式 ἠδύνατο 结合,表示过去的可能性(“该谬误推理本来也许能够蒙蔽人心”),与下文由 ἐπειδὴ δὲ οὐ σῶμα ... ὑποτίθενται 引入的实际情况形成对比。

  3. 4.83τίς γὰρ ἡ ἀποκλήρωσις

    省略系动词 ἐστί 的名词性疑问句。ἀποκλήρωσις 指“武断的划分”或“无根据的偏向”,其具体内容由后续的不定式短语 μῆκος μὲν μήκει ἐφαρμόζειν δύνασθαι ... βάθος δὲ βάθει μὴ ἐφαρμόζειν 作同位语展开说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:557.8-559.6