← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§559.6-560.32

质料作为分割之因与非物体间距的重合

约安·斐洛庞诺斯指出是质料而非间距本身造成了分割,从而驳斥了亚里士多德的第一项论证,并针对第二项关于间距重合之荒谬性的论证展开批判,主张非物体的间距相互贴合是可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.83#2

ὥστε οὐδὲ τὸ βάθος τῷ βάθει ἐφαρμόζον διαιρέσεως ἂν εἴη αἴτιον· ἀποκληρωτικὸν γὰρ τριῶν ὄντων τῶν διαστημάτων, μήκους πλάτους βάθους, μῆκος μὲν καὶ πλάτος ἐφαρμόζοντα ἐπ’ ἄλληλα μὴ διαιρεῖν1 ἄλληλα, βάθος δὲ βάθει ἐφαρμόζον διαιρεῖν. οὐκοῦν οὐ τὸ διάστημα ἁπλῶς ὁποῖον ἂν ᾖ διαιρέσεώς ἐστιν αἴτιον, ἀλλὰ τὸ μετὰ ὕλης, τοῦτο δέ ἐστι τὸ σῶμα· ἡ γὰρ ὕλη τοῦ ποιεῖν καὶ πάσχειν αἰτία τοῖς εἴδεσι, τοῖς ὅλως ποιεῖν καὶ πάσχειν πεφυκόσιν. οὐδὲ γὰρ τὰ ἐναντία πείσονταί ποτε ὑπ’ ἀλλήλων μὴ ἐν ὕλῃ ὄντος καὶ τοῦ ποιητικοῦ καὶ τοῦ παθητικοῦ, λέγω δὴ τὰ φυσικά τε καὶ σωματικὰ πάθη. ὥστε εἰ τὸ τοπικὸν διάστημα τριχῇ διαστατὸν ἀσώματόν ἐστι καὶ ἄυλον, οὔτε πάθος τι ἐμποιήσει ἐν τῷ ἐγγενομένῳ σώματι, οὔτε πείσεται ὑπ’ αὐτοῦ· ποιεῖ γὰρ καὶ ἀντιπάσχει μόνα τὰ τὴν αὐτὴν ὕλην ἔχοντα. οὐδεμία ἄρα ἀνάγκη, κἂν εἰ διὰ τοῦ σώματος χωροίη τὸ κενόν, διαιρεῖν αὐτὸ ἢ ὑπ’ αὐτοῦ διαιρεῖσθαι. Ἐγὼ δὲ κἀκεῖνό φημι, ὅτι κἂν τριχῇ ὢν διαστατὸς ὁ τόπος σῶμα ἦν, οὐδεμία ἦν ἀνάγκη χωροῦντος ἐν αὐτῷ τοῦ ἐν τόπῳ γινομένου ἢ καὶ αὐτοῦ δι’ ἐκείνου χωροῦντος ἀκολουθεῖν τοῦτο τὸ ἄτοπον, τὸ διῃρῆσθαι ἐπ’ ἄπειρον τὰ χωρήσαντα δι’ ἀλλήλων, ἀλλ’ εἵπετο μὲν τὸ χωρῆσαι σῶμα διὰ σώματος, ὅπερ προφανῶς ἀδύνατον, ἢ θάτερον τῶν σωμάτων ὅλον εἶναι κενόν, ἵνα οὕτω τὸ λοιπὸν δύνηται δι’ αὐτοῦ χωρῆσαι. καὶ αὐτὸς γοῦν ὁ Ἀριστοτέλης τῷ λέγειν σῶμα διὰ σώματος χωρεῖν οὐδέποτε εἶπεν ἕπεσθαι ἄτοπον τὸ ἐνεργείᾳ εἰς ἄπειρον διαιρεῖσθαι τὰ σώματα, ἀλλὰ τὸ δύνασθαι τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ εἶναι. ἀναμνησθῆναι δὲ δεῖ καὶ ὧν αὐτὸς ὁ Ἀριστοτέλης εἶπε πρὸς τοὺς τὴν αὔξησιν διὰ κενῶν τινων ἢ πόρων ὑποτιθεμένους γίνεσθαι· ἐκείνων γὰρ λεγόντων ὅτι τῷ τὴν τροφὴν εἰσιέναι εἰς τὰ ἐνόντα ἐν τοῖς σώμασι κενά, οὕτως ἡ αὔξησις γίνεται, αὐτὸς πάνυ καλῶς ὑπαντῶν πρὸς αὐτούς φησιν, ὅτι συμβήσεται ἐκ τῆς ὑποθέσεως ταύτης ἢ ὅλον κενὸν εἶναι τὸ σῶμα, εἰ ὅλον δι’ ὅλου αὔξεται, ἢ ἀναπλήρωσιν εἶναι μόνον τῶν κενῶν, οὐκ αὔξησιν. καὶ οὐδαμοῦ γε εἶπεν, ὅτι χωρήσει τὸ κενὸν διὰ τῆς τροφῆς καὶ διαιρήσει αὐτὴν ἐπ’ ἄπειρον. οὕτω τοίνυν φήσαιεν ἂν καὶ οἱ τὸν τόπον διάστημα εἶναι λέγοντες, ὅτι τὸ σῶμα χωροῦν διὰ τοῦ κενοῦ πληροῖ αὐτό, καὶ οὔτε τὸ κενὸν διαιρεῖται ὑπὸ τοῦ ἐγγινομένου σώματος, ἀλλὰ μόνον πληροῦται, οὐδὲ αὐτὸ διαιρεῖ τὸ σῶμα· οὐδὲ γὰρ ἐγγίνεται ἐν τῷ σώματι, ἀλλὰ τὸ σῶμά ἐστι τὸ ἐν αὐτῷ ἐγγινόμενον. ἀκίνητον γάρ ἐστι πάντῃ τὸ κενόν· ἀσώματον γάρ. εἰ μὲν γὰρ ἦν σῶμα, ἀνάγκη ἦν τοῦ γινομένου ἐν τόπῳ χωροῦντος δι’ αὐτοῦ καὶ τὸν τόπον σῶμα ὄντα δι’ ἐκείνου χωρεῖν, ἐπειδὴ δὲ διάστημά ἐστι τῷ ἰδίῳ λόγῳ κενὸν ὁ τόπος, πληρωθήσεται μόνον ὑπὸ τοῦ ἐγγινομένου σώματος. εἰ δέ τις καὶ προσφιλονεικοίη καὶ τὸ κενὸν βουλόμενος χωρεῖν ἐν τῷ ἐγγενομένῳ σώματι, καὶ συγχωρήσομεν καὶ ἡμεῖς, οὐδέν γε ἄτοπον οὐδὲ οὕτως ἑπόμενον τῷ λόγῳ φαίνεται, ὡς ἤδη δέδεικται· χωρήσει γὰρ ἐν τῷ σώματι οὐκ αὐτὸ κινηθέν, ἀλλὰ τοῦ σώματος ἐν ἐκείνῳ γενομένου. Ὅτι μὲν οὖν τὸ πρῶτον τῶν ἐπιχειρημάτων Ἀριστοτέλους οὔτε τὸ ἀναγκαῖον ἔχει οὔτε ἄλλως τὸ πιθανὸν ἢ ἀκόλουθον, ἱκανῶς δέδεικται. τὸ δὲ ἐφεξῆς ἐπιχείρημα ἔχει μέν τινα πιθανότητα τῇ πυκνότητι κλέπτον τὸν ἔλεγχον,2 οὐ μὴν οὐδὲ αὐτὸ παντάπασιν ἀληθές. πρῶτον μὲν γὰρ τὸ εἰς ἄτοπον ἀπάγειν ὅτι δύο διαστήματα ἔσται ἐν τῷ αὐτῷ ἢ πλείονα, οὐκ οἶδα ὅπως ἄτοπον εἴποιμι ἄν· εἰ μὲν γὰρ ταὐτὸν ἦν διάστημα λέγειν καὶ σῶμα, τῷ ὄντι ἀδυνάτου ὄντος τοῦ εἶναι δύο σώματα ἐν τῷ αὐτῷ,3 καὶ διαστήματα δύο ἀδύνατον ἦν εἶναι, νῦν δὲ οὐ ταὐτόν ἐστι. πρῶτον μὲν γὰρ εἰ δυνατὸν δύο γραμμὰς ἐφαρμόζειν ἀλλήλαις, καὶ οὐ μόνον δύο ἀλλὰ καὶ μυρίας, ὁμοίως δὲ καὶ ἐπιφανείας, καίτοι διαστήματά γε καὶ μεγέθη καὶ γραμμαὶ καὶ ἐπιφάνειαι, τί κωλύει καὶ τριχῇ διαστατὸν διάστημα τριχῇ διαστατῷ ἐφαρμόζειν, τὸ κενὸν λέγω τῷ σώματι; ὥσπερ γὰρ ἀσώματοι οὖσαι αἱ γραμμαὶ καὶ ἐπιφάνειαι, ταύτῃ ἐφαρμόζουσιν ἀλλήλαις ἐν σώμασί γε οὖσαι, οὕτω τί κωλύει καὶ τὸν τόπον ἀσώματον ὄντα ἐφαρμόζειν τῷ σώματι; καὶ γὰρ ἐν τῷ αὐτῷ σώματι κατὰ ταὐτὸν πλείους ἂν εὕροις ποιότητας, οἷον ἐν τῷ μέλιτι τὸ γλυκὺ τὸ ξανθὸν τὸ γλίσχρον τὸ βαρὺ τὸ ὑγρόν.

因此,深度贴合于深度也不会是分割的原因;因为在长度、广度、深度这三个间距存在的情况下,长度和广度彼此贴合并不彼此分割,而深度贴合于深度却进行分割,这是武断的区分。因此,并非无论何种端然的间距是分割的原因,而是带有质料的间距,即物体,才是原因;因为对于形式来说,质料是其施加作用和承受被动影响的原因,特别是对于那些本性上一般就能施加作用和承受被动影响的形式而言。因为除非能施动者和能受动者两者都在质料中,否则对立面之间绝不会彼此承受被动影响——我指的是自然的和物体性的被动影响。因此,如果场所性的间距是在三个维度上延展的、非物体的且无质料的,它既不会在生成于其中的物体中造成任何被动影响,也不会被它施加影响;因为只有具有相同质料的东西才会施加作用并彼此承受影响。因此,即使虚空贯穿物体,也绝无任何必然性迫使其分割物体或被物体分割。 但我还要主张这一点:即使场所在三个维度上延展并且是物体,当生成于场所中的东西贯穿它,或者场所自身贯穿那个物体时,也绝无必然性随之产生这一荒谬之后果,即彼此贯穿的东西被无限分割;相反,随之而来的乃是物体贯穿物体——这显然是不可能的——或者两个物体之一全然是虚空,以便余下的物体能以此方式贯穿它。至少亚里士多德本人在谈到物体贯穿物体时,也从未说过会随之产生诸物体在现实中被无限分割这一荒谬后果,而是说最大的东西将能够存在于最小的东西之中。此外,还必须记起亚里士多德本人对那些假定增长是通过某种虚空或小孔而发生的人所说的话;因为当那些人说,由于营养进入存在于物体中的虚空,增长才得以这样发生时,他本人非常恰当地回应他们说,从这一假定中要么会得出,如果物体完全通过其自身整体而增长,则整个物体都是虚空,要么会得出这仅仅是虚空的填补,而非增长。并且他绝未在任何地方说过,虚空将贯穿营养并将其无限分割。因此,那些主张场所是间距的人也可以这样说:物体贯穿虚空乃是充满它,既不是虚空被生成于其中的物体所分割——而仅仅是被充满——虚空本身也不分割物体;因为并不是虚空生成于物体之中,而是物体是生成于其中的东西。因为虚空是全然不动的;因为它是无物体的。因为如果它是物体,当处于场所中的东西贯穿它时,作为物体的场所也必然贯穿那物;但既然按其本己的定义场所是作为虚空的间距,它就仅会被生成于其中的物体所充满。即使有人偏好争辩,主张虚空也贯穿于生成于其中的物体之中,我们也予以让步;但正如已经证明的那样,即使这样看来也没有任何荒谬之事随论述而来;因为虚空将贯穿于物体中,并非由于其自身被移动,而是由于物体生成于其中。 因此,亚里士多德诸论证中的第一个论证既不具有必然性,在其他方面也不具有可信性或连贯性,这一点已得到充分证明。接下来的论证虽然具有某种可信性,凭借其紧凑性掩盖了破绽,但它本身也绝非全然真实。首先,关于将其归谬为两个间距或更多间距将处于同一处,我不知道如何能称之为荒谬;因为如果说间距和说物体是一回事,既然两个物体处于同一处确实是不可能的,两个间距处于同一处本来也是不可能的;但如今它们并非同一回事。因为首先,如果两条线能够彼此贴合,并且不仅两条而且一万条也是可能的,面也是如此——尽管线和面确实也是间距和大小——那么又有什么阻止在三个维度上延展的间距也贴合于在三个维度上延展的东西呢,我指的是虚空贴合于物体?因为正如线和面由于是无物体的,即便它们处于物体之中也以此方式彼此贴合,那么又有什么阻止场所由于是无物体的而贴合于物体呢?因为在同一个物体中,人们确实能同时发现多种性质,例如在蜂蜜中发现甜、黄、粘稠、重和湿。

语法注3 条
  1. 4.83ἀποκληρωτικὸν γὰρ τριῶν ὄντων τῶν διαστημάτων, μήκους πλάτους βάθους, μῆκος μὲν καὶ πλάτος ἐφαρμόζοντα ἐπ’ ἄλληλα μὴ διαιρεῖν ἄλληλα, βάθος δὲ βάθει ἐφαρμόζον διαιρεῖν.

    句式骨架为表语形容词 ἀποκληρωτικόν(省略 ἐστί),由两个相对比的不定式短语 μῆκος μὲν καὶ πλάτος ... μὴ διαιρεῖν ἄλληλα 与 βάθος δὲ βάθει ... διαιρεῖν 充当真正的语法主语。τριῶν ὄντων τῶν διαστημάτων 为属格独立结构,随后的 μήκους πλάτους βάθους 为其同位语属格。

  2. 4.83τῇ πυκνότητι κλέπτον τὸν ἔλεγχον

    分词 κλέπτον 修饰前面的主语 τὸ δὲ ἐφεξῆς ἐπιχείρημα。τῇ πυκνότητι 为方式与手段与格,此处的习惯用法意指论证凭借其紧凑严密而掩盖或回避了反驳与检视(τὸν ἔλεγχον)。

  3. 4.83τῷ ὄντι ἀδυνάτου ὄντος τοῦ εἶναι δύο σώματα ἐν τῷ αὐτῷ

    此为属格独立结构,带冠词不定式短语 τοῦ εἶναι δύο σώματα ἐν τῷ αὐτῷ 充当分词 ὄντος 及表语形容词 ἀδυνάτου 的逻辑主语。τῷ ὄντι 作为副词短语(“实际上”、“确实”)修饰该从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:559.6-560.32