- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:555.28-557.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释了亚里士多德关于为何场所会被设想为质料的论述(基于静止事物在同处发生质变)以及二者的区别(211b29),随后解释了场所定义中将“被包围的物体”限定为可进行直线位移之物这一界定(212a6)。
" Καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος, εἰ ἐν ἠρεμοῦντί 〈τις〉 σκοποίη καὶ μὴ κεχωρισμένῳ." Εἰρηκὼς ὅθεν ὑπενοήθη ὁ τόπος εἶδος, ἔτι δὲ καὶ διάστημα, νῦν λέγει πόθεν ὑπενοήθη εἶναι ὕλη. εἴ τις, φησί, σκοποίη ἐν ἠρεμοῦντι τῷ πράγματι ἐν τῷ τόπῳ, τουτέστιν εἰ θεωρήσας τις ἐν τῷ 〈ἐν〉 τόπῳ ἠρεμοῦντι [τῷ] πράγματι καὶ μὴ μεθισταμένῳ αὐτοῦ νοήσοι αὐτὸ γινόμενον καὶ φθειρόμενον ἀκίνητον μένον τοῦ τόπου,1 λέγω δὴ ἵνα ἐν τῷ ἀγγείῳ ὂν τὸ ὕδωρ μὴ ἐκστὰν αὐτοῦ γένηται ἀήρ, οὕτω δόξειεν ἂν μᾶλλον εἶναι ὁ τόπος ἡ ὕλη, ἐπειδὴ μὴ κινηθέντος κατὰ τόπον τοῦ πράγματος ἐν τῷ αὐτῷ ἄλλοτε ἄλλο γέγονεν· οὕτω γὰρ ἐν τῇ ὕλῃ γίνεται ἡ μεταβολὴ μὴ κινουμένου κατὰ τόπον τοῦ ἐν αὐτῇ εἴδους. εἰ οὖν δέοι ἐξομοιῶσαι τὸν τόπον τῇ ὕλῃ, νενοήσθω τὸ ἐν τῷ ἀμφορεῖ ὕδωρ μεταβάλλον ἢ εἰς ἀέρα ἢ εἰς ἄλλο τι σῶμα, ὥστε ἀκινήτου μένοντος τοῦ πράγματος ἄλλοτε ἄλλο ἐνυπάρχειν ἐν τῷ ἀμφορεῖ σῶμα. τὸ δὲ καὶ μὴ κεχωρισμένῳ ἀλλὰ συνεχεῖ ἐκ παραλλήλου τὸ αὐτὸ τῷ ἠρεμοῦντι. τὸ δὲ συνεχεῖ ἀντὶ τοῦ συνημμένῳ· οὐ γὰρ κυρίως τὸ συνεχὲς ἐνταῦθα. δι’ ἧς γάρ, φησίν, ὑπονοίας ἔδοξεν εἶναι ἡ ὕλη ἑτέρα πάντων τῶν ἐγγινομένων ἐν αὐτῇ εἰδῶν, τῷ τὸ αὐτὸ πρᾶγμα ποτὲ μὲν λευκὸν ποτὲ δὲ μέλαν γίνεσθαι ἄλλοτε δὲ ἄλλο, διὰ τῆς αὐτῆς καὶ ὁ τόπος ἕτερός τις εἶναι δοκεῖ τῶν ἐν τόπῳ· ὥστε εἰ τὸ πρᾶγμα ἀκίνητον ὂν τοῦ τόπου μεταβάλλοι, ταὐτὸν δόξειεν ἂν εἶναι ἡ ὕλη καὶ ὁ τόπος. πλὴν ἔστι τις διαφορά· ἡ μὲν γὰρ ὕλη αὐτὴ γίνεται λευκὸν ἢ μέλαν, ἢ ἄνθρωπος ἢ ἵππος, ὁ δὲ τόπος δέχεται ταῦτα, οὐκ αὐτὸς ταῦτα γίνεται. διὸ καὶ ἡ χρῆσις ἡ ἡμετέρα διάφορος ἐπ’ αὐτῶν· ἐπὶ μὲν γὰρ τῆς ὕλης τὸ ὂν ὕδωρ, τοῦτο νῦν ἀήρ, ἐπὶ δὲ τοῦ τόπου ὅτι οὗπερ πρότερον ἦν ὕδωρ, νῦν ἐστιν ἀήρ. καὶ ἄλλως, ὅπερ καὶ πρότερον ἐλέχθη, ἡ μὲν ὕλη ἀχώριστος τοῦ πράγματος, ὁ δὲ τόπος χωριστός.
“而质料也可能会被看作是场所,如果人在静止且未分离的东西中考察的话。” 在说明了场所因何被设想为形式,进而又被设想为间距之后,现在他说明它是出于何种根据被设想为质料的。他说,如果有人在场所中静止的事物中考察——也就是说,如果有人在观察了在场所中静止且不从其中移位的事物之后,设想它在不从其场所移动的情况下生成和毁灭,我指的是,器皿中的水在不离开器皿的情况下变成了空气——以这种方式,场所可能更会被看作是质料,因为在事物没有按场所运动的情况下,在同一事物中不同时候生成了不同的东西;因为在质料中的变化正是这样发生的,其中的形式并未按场所运动。因此,如果应当把场所比作质料,不妨设想双耳罐中的水变成了空气或某种其他物体,从而在事物保持不动的情况下,双耳罐中不同时候存在着不同的物体。而“且未分离而是连续的东西”与“静止的东西”并列,是同一个意思。至于“连续”,则是代替了“相联结”;因为这里并非严格意义上的连续。他说,因为正是凭借质料借以显现为不同于所有生成于其中的形式的那种假定——即由于同一事物时而变白,时而变黑,时而变成其他东西——凭借这同一种假定,场所也显得是某种不同于处于场所中的诸事物的东西;因此,如果事物在不从场所移动的情况下发生变化,质料与场所可能会被看作是同一的。然而存在着某种区别:因为质料自身变白或变黑,或变成人或马,但场所接纳这些,其自身并不变成这些。因此我们关于它们的用法也有所不同:对于质料,我们说“曾是水的东西,现在这是空气”,而对于场所,我们说“先前有水的地方,现在有空气”。此外,正如早先也曾说过的,质料与事物不可分离,而场所则是可分离的。
"Λέγω δὲ 〈τὸ〉 περιεχόμενον σῶμα 〈τὸ κινητὸν κατὰ φοράν〉." Περιέχεσθαι, φησί, καὶ ἐν τόπῳ εἶναι λέγω οὐχ ἁπλῶς πᾶν σῶμα, ἀλλὰ τὸ πεφυκὸς ποτὲ μὲν κινεῖσθαι ποτὲ δὲ μή. τοῦτο γάρ ἐστι τὸ κινητόν, ἵνα εἴπῃ τὸ ἐν γενέσει καὶ φθορᾷ·2 τὸ γὰρ οὐράνιον οὐ κινητόν, ἀλλ’ ἀεικίνητον, διόπερ οὐδὲ πᾶν ἐν τόπῳ. τὸ δὲ κατὰ φορὰν ἀντὶ τοῦ κατ’ εὐθυωρίαν· φορὰ γὰρ ἡ κατ’ εὐθεῖαν κίνησις, ἡ δὲ κύκλῳ οὐ φορά, ἀλλὰ περιφορά. εἴ τι μὲν οὖν κινητὸν κατὰ φοράν, τοῦτο πάντως ἐν τόπῳ, οὐκ εἴ τι ἐν τόπῳ μέν, τοῦτο κινητὸν κατὰ φοράν· αἱ γὰρ ἐντὸς σφαῖραι τῆς ἀπλανοῦς ἐν τόπῳ μέν, οὐ κινηταὶ δὲ κατὰ φοράν. πῶς δὲ βούλεται εἶναι τὴν ἀπλανῆ ἐν τόπῳ καὶ πῶς οὔ, αὐτοῦ λέγοντος μετ’ ὀλίγον ὀψόμεθα, τὸν δὲ ἐντελῆ περὶ τούτων λόγον ἄλλης ἂν εἴη πραγματείας ἐπισκέψασθαι, λέγω δὴ ὅπως ἔχει ὁ οὐρανὸς κατά τε τὰ μόρια καὶ κατὰ τὰ ὅλα.
“而我所说的被包围的物体,是指因位置移动而可动的物体。” 他说,我所说的被包围以及处于场所中,并不是直接指每一个物体,而是指按本性时而运动、时而不动的东西。因为这便是可动者,意指处于生成和毁灭之中的东西;因为天界物体不是可动的,而是永恒运动的,正因如此它甚至不完全处于场所中。而“因位置移动”代替了“直线式地”;因为直线运动是位置移动,而圆周运动不是位置移动,而是旋转。因此,如果某物因位置移动而可动,它必然处于场所中;但并非如果某物处于场所中,它就因位置移动而可动;因为恒星天内部的各天球虽处于场所中,却并非因位置移动而可动。然而他究竟如何主张恒星天处于场所中以及如何不处于场所中,稍后在他自己论述时我们将看到;但关于这些事情的完备论述——我指的是天穹在各部分上以及在整体上究竟如何——当属于另一部论著去考察。
- 4.81ἀκίνητον μένον τοῦ τόπου
属格 τοῦ τόπου 与分词短语 ἀκίνητον μένον 连用,作分离属格,意为“不离开其场所”、“从其场所不动”。在语法上亦可视为关涉/限定属格(“在场所方面不动”),但下文紧接着的转述 μὴ ἐκστὰν αὐτοῦ(“不离开它”)表明,此处应按空间脱离意义上的分离属格来理解。
- 4.82ἵνα εἴπῃ τὸ ἐν γενέσει καὶ φθορᾷ
连接词 ἵνα 接虚拟式 εἴπῃ 的句式。此处并非古典时期严格意义上的目的状语从句(“为了说……”),而是晚期希腊语及注解文献中常见的解释性用法,起着引出界定或换言的作用,即“意在指/也就是说处于生成与毁灭之中的东西”。
