- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:554.15-555.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的第二条难题(即场所自身处于场所之中的悖论),释明若将场所定义为包围者的边界表面,则容器移动时其内容物仍保留在自身原初场所之中,从而避免了该难题。
" Οὐκ ἔστι δὲ ἄλλος τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται, ὅταν ὅλον τὸ ἀγγεῖον μεθίστηται, ἀλλ’ ὁ αὐτός· ἐν ᾧ γάρ ἐστιν, ἀντιμεθίσταται1 ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος, ἀλλ’ οὐκ ἐν ᾧ γίνονται τόπῳ." Πρὸς τὸ δεύτερον τῶν ἐπιχειρημάτων ἡ ἀπάντησις, ἐξ οὗ συνήγετο τὸν τόπον ἐν τόπῳ γίνεσθαι καὶ πολλοὺς ἅμα τόπους εἶναι· τὸ γὰρ διάστημα τὸ μεταξὺ τῶν κοίλων τοῦ ἀμφορέως, ὅπερ ἐδέξατο τὸ ὕδωρ, ἐν ἄλλῳ διαστήματι ἐγγίνεται μετατεθέντος τοῦ ἀμφορέως. φησὶν οὖν ὅτι τοῦτο τὸ ἄτοπον οὐ συμβήσεται τοῖς τὸ πέρας τοῦ περιέχοντος τὸν τόπον λέγουσιν· οὐδὲ γὰρ ἀνάγκη μεθισταμένου τοῦ ὅλου ἀγγείου ἐν ἄλλῳ γενέσθαι τόπῳ τὸ μόριον αὐτοῦ, λέγω δὴ τὸ ὕδωρ, παρὰ τοῦτον, ἐν ᾧ καὶ ἐξ ἀρχῆς ἦν καὶ μεθ’ οὗ κινεῖται,2 οὗτος δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τοῦ ἀγγείου. ἀλλὰ τὸ μὲν ὅλον ἐν ἄλλῳ γέγονε τόπῳ (ὑφ’ ἑτέρας γὰρ ἐπιφανείας τοῦ ἀέρος περιέχεται), τὸ δὲ μόριον αὐτοῦ, τουτέστι τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤτοι ὁ ἀήρ, ἐν τῷ ἐξ ἀρχῆς ἔμεινε τόπῳ (ὑπὸ γὰρ τῆς αὐτῆς περιέχεται ἐπιφανείας, λέγω δὴ τῆς τοῦ κεράμου), καὶ οὐκ ἐν ᾧ μετὰ τοῦ ὅλου γέγονεν· οὐ γὰρ κατέσχε μόριόν τι τοῦ τόπου τὸ ὕδωρ, ἐν ᾧ γέγονε τὸ ὅλον ἀγγεῖον, ἀλλὰ μετὰ τοῦ ὅλου ἐστὶν ἐν ἐκείνῳ, καθ’ αὑτὸ δὲ οὐκ ἐν ἄλλῳ ἢ τῷ ἐξ ἀρχῆς. μόριον οὖν λέγει τοῦ ὅλου ἀμφορέως τοῦ πεπληρωμένου ἢ ἀέρος ἢ ὕδατος. ἔστιν οὖν μόριον τοῦ ὅλου ἤτοι τὸ ὕδωρ ἢ ὁ ἀήρ, οὗ ἂν ᾖ τὸ ἀγγεῖον πεπληρωμένον. ἐν ᾧ γάρ ἐστιν, ἔστι δὲ ἐν τῇ κοίλῃ ἐπιφανείᾳ τοῦ ἀγγείου, ἀντιμεθίσταται ὁ ἀήρ καὶ τὸ ὕδωρ ἢ τὰ μόρια τοῦ ὕδατος. τὸ ἀντιμεθίσταται ἀντὶ τοῦ συμμεθίσταται, τὸ δὲ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἀντὶ τοῦ ἤτοι ὁ ἀὴρ ἢ τὸ ὕδωρ, οὗ ἂν ᾖ πλῆρες τὸ ἀγγεῖον. ἐν τῷ ἐξ ἀρχῆς οὖν ἐστι τόπῳ τὸ μόριον τοῦ ἀγγείου, τὸ ὕδωρ, καὶ οὐκ ἐν ᾧ τὸ ὅλον γέγονε τόπῳ. οὗτος δέ ἐστι τὸ μόριον τοῦ ἀέρος, τὸ περιέχον αὐτό, ὃς τόπος,3 φησί, μέρος ἐστὶ τοῦ τόπου τούτου, ὅς ἐστι τοῦ ὅλου οὐρανοῦ τόπος. οὐρανὸν δέ φησι τὸν κόσμον. τοῦ οὖν κοσμικοῦ τόπου μέρος ἐστὶν ὁ περιέχων τὸ ἀγγεῖον τόπος. εἰπὼν δὲ ὁ ἀὴρ ἢ τὸ ὕδωρ προσέθηκεν ἢ τὰ μόρια τοῦ ὕδατος, τουτέστιν οὔτε τὸ ὅλον ὕδωρ οὔτε τὰ μόρια αὐτοῦ μεθισταμένου τοῦ ἀγγείου μέρος τι τοῦ τόπου τοῦ ἀγγείου καταλαμβάνουσιν, ἀλλ’ ἐν τῷ αὐτῷ ἐν ᾧ τὸ ὅλον ὕδωρ ἐξ ἀρχῆς ἦν, ἐν τούτῳ ἔμεινε καὶ μεταστάντος τοῦ ἀγγείου καὶ τὸ ὅλον ὕδωρ καὶ τὰ μόρια αὐτοῦ. τοῦτο δὲ προσέθηκε δεικνὺς ὅτι οὐδὲ τὸ κατ’ ἐνέργειαν εἶναι ἐν τόπῳ τὰ μόρια ἕπεται τοῖς τὴν ἐπιφάνειαν λέγουσι τόπον, ὅπερ εἵπετο κατὰ τὸ πρότερον ἐπιχείρημα τοῖς τὸ διάστημα τόπον λέγουσιν. ἐκείνοις μὲν γὰρ ἕπεται τὸ καὶ τὰ μόρια κατ’ ἐνέργειαν ἐν τόπῳ εἶναι, εἴ γε χωροῦσι δι’ ἀλλήλων τὰ διαστήματα, τοῖς μέντοι τὸ πέρας λέγουσιν εἶναι τὸν τόπον οὐκέτι· οὐδὲν γὰρ τῶν μορίων τοῦ ὅλου περιγράφεται ὑπὸ τοῦ μορίου τῆς ἐπιφανείας, ὥσπερ ὑπὸ τοῦ μορίου τοῦ διαστήματος. ὥστε οὐ συμβαίνει τοῖς λέγουσι τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον οὐδὲν τῶν ἀτόπων τῶν συμβαινόντων τοῖς τὸ διάστημα λέγουσιν εἶναι τὸν τόπον.
“然而当整个器皿移位时,部分在其中运动的场所并不是另一个,而是同一个;因为在它所处于其中的东西内部,空气与水、或水的部分互相替换,但并非在它们所生成于其中的场所中[互相替换]。” 这是对第二条论证的回答,从那条论证中曾得出场所生成于场所之中且许多场所同时存在的结论;因为接纳了水的双耳罐凹陷处之间的间距,在双耳罐被移换时生成于另一个间距之中。因此他说,对于那些主张场所是包围者的极限的人而言,这一荒谬并不会发生;因为当整个器皿移位时,它的部分(我指的是水)并不必然生成于另一个场所之中,而不是在最初就处于其中且随之一同运动的场所中,而这便是器皿的凹表面。然而整体生成于另一个场所之中(因为它被空气的另一表面所包围),而它的部分,即水,或者其间之物(也就是空气),则保留在最初的场所之中(因为它被同一表面,即陶器的表面所包围),而不是在它随整体一同生成于其中的场所中。因为水并没有占据整个器皿所生成于其中的场所的某个部分,而是随同整体处于其中,但依其自身而言则不在最初之外的另一个场所中。因此他所说的部分,是指被空气或水所充满的整个双耳罐的部分。因此整体的部分无论器皿被什么所充满,都是水或空气。因为“在它所处于其中的东西内部”(而它处于器皿的凹表面内部),“空气与水、或水的部分互相替换”。“互相替换”代替了“随之一同移位”,而“空气与水”则代替了“空气或水”(无论器皿充满何物)。因此器皿的部分即水处于最初的场所中,而不是在整体所生成于其中的场所中。而后者则是包围它的空气的部分,他说,这个场所是作为整个天穹之场所的这一场所的一部分。他所说的天穹是指宇宙。因此包围器皿的场所是宇宙性场所的一部分。而在说了“空气或水”之后他又补充了“或水的部分”,也就是说,当器皿移位时,无论整体的水还是它的部分都不占据器皿场所的任何部分,而是在整体的水最初所处于其中的同一个东西内部,在器皿移位之后整体的水及其部分也都保留在其中。他补充这一点是为了表明,各部分现实地处于场所之中,对于主张场所是表面的人来说同样是不随之出现的,而在先前的论证中这一点对于主张场所是间距的人是随之出现的。因为,如果间距确实彼此贯穿,那么各部分现实地处于场所之中确实对于后者随之出现,但对于主张场所是极限的人却不再如此;因为整体的各个部分中没有任何一个像被间距的部分所界定那样被表面的部分所界定。因此,对于主张包围者的极限是场所的人而言,凡是发生在主张间距是场所的人身上的荒谬,没有一个是会发生的。
- 4.80ἀντιμεθίσταται
关于亚里士多德原文中的动词 ἀντιμεθίσταται(“互相替换”),菲洛波诺斯在句法和语义上将其解释为代表 συμμεθίσταται(“随[容器]一同移位”)。
- 4.80παρὰ τοῦτον, ἐν ᾧ καὶ ἐξ ἀρχῆς ἦν καὶ μεθ’ οὗ κινεῖται
介词 παρὰ(“除……之外”)支配指示代词 τοῦτον,关系代名词 ᾧ 与 οὗ 与之呼应。随后的 οὗτος δέ ἐστιν ἡ κοίλη ἐπιφάνεια τοῦ ἀγγείου 明确了 τοῦτον 所指的具体内容为“器皿的凹表面”,构成了说明性的倒装结构。
- 4.80ὃς τόπος, φησί, μέρος ἐστὶ τοῦ τόπου τούτου, ὅς ἐστι τοῦ ὅλου οὐρανοῦ τόπος
关系代名词 ὃς 与名词 τόπος 结合(连结性关系词),先行词为主句中的“包围它的空气的部分”。在属格补足语 τοῦ τόπου τούτου 之后,又嵌套了一个由 ὅς 引导的限定关系从句,构成了双重关系从句结构。
