- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:552.14-554.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》211b7–23,菲洛波诺斯解释了将场所视为主体两极之间间距这一观点的起因(源于静止容器中物体的更替),并阐明了若该间距独立存在将导致的荒谬后果:场所将变为无限,且当容器移动时场所将处于场所之中并导致多个场所重叠。
" Ἢ διάστημά τι τὸ μεταξὺ τῶν ἐσχάτων." Τῶν ἐσχάτων τοῦ περιέχοντος σώματος, οἷον εἰ κέραμος εἴη ὁ περιέχων, τὸ μεταξὺ τῶν ἐντὸς περάτων διάστημα.
“或者是两极之间的某种间距。” 在包围物体的两极之间,例如如果陶罐是包围者,则是指其内部极限之间的间距。
"Ἢ τὰ ἔσχατα, εἰ μὴ ἔστι μηδὲν διάστημα παρὰ τὸ τοῦ ἐγγινομένου σώματος μέγεθος." Εἰ τὸ μεταξύ, φησί, τῶν ἐσχάτων τοῦ περιέχοντος διάστημα μὴ ἔστιν ἄλλο τι παρὰ τὸ σῶμα τὸ ἐγγινόμενον ἐν αὐτῷ, οἷον εἰ ὕδωρ ἢ ἀὴρ εἴη, μήτε τῆς ὕλης μήτε τοῦ εἴδους τόπου ὄντος λείπεται τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον.1
“或者是两极,如果在生成于其中的物体的量度之外没有任何间距。” 他说,如果包围者两极之间的间距在生成于其中的物体之外不是某种别的东西(例如若是水或空气),那么在质料和形式都不是场所的情况下,剩下的就是:场所是包围者的极限。
"Ἐν ταὐτῷ γὰρ τὰ ἔσχατα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου." Ἐν ταὐτῷ ἀντὶ τοῦ ἅμα καὶ ἐφαρμόζοντα ἀλλήλοις, ὅθεν δοκεῖ τὸ εἶδος εἶναι ὁ τόπος. ἀλλὰ καὶ οὕτως ἡ διάκρισις δήλη· εἰ γὰρ καὶ πέρατα ἄμφω καὶ ἐν ταὐτῷ, ἀλλ’ ὁ μὲν τόπος τοῦ περιέχοντος σώματος πέρας, τὸ δὲ εἶδος τοῦ περιεχομένου· ὥστε οὐκ ἂν εἴη τὸ εἶδος ὁ τόπος.
“因为包围者的两极与被包围者的两极处于同一处。” “处于同一处”是用来代替“一同存在”且“彼此贴合”,形式正是由此被看作是场所。但即便如此,区别也是显而易见的:因为即便两者都是极限且处于同一处,场所也是包围物体的极限,而形式则是被包围者的极限;从而形式不会是场所。
"Ἀλλὰ διὰ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον,2 οἷον ἐξ ἀγγείου ὕδωρ." Τὴν αἰτίαν λέγει ἐξ ἧς τὸν τόπον τινὲς τὸ διάστημα ὑπειλήφασιν εἶναι τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος σώματος· διότι, φησίν, ὥσπερ ἐν ἀγγείῳ ἑνὶ καὶ τῷ αὐτῷ μένοντι πλείονα μετεμπίπτει σώματα, οὕτως ἐπειδὴ τὸν αὐτὸν τόπον πλείονα καταλαμβάνει σώματα, δοκεῖ ἕτερον εἶναι διάστημα παρὰ τὸ ἐγγινόμενον ἐν αὐτῷ. οὐκ ἔστι δέ, φησίν, ἕτερον τὸ διάστημα, ἀλλ’ ἕτερόν τι τὸ τυχὸν μετεμπίπτει σῶμα· ὥστε οὐκ ἔστι διάστημά τι τὸ μεταξὺ τῶν περάτων πλὴν τοῦ ἐγγινομένου σώματος.
“然而由于包围者保持不动,被包围者即已被分开者却屡屡更替,例如水从器皿中流出。” 他说出了某些人之所以假定场所是包围物体诸极限之间的间距的原因:因为他说,正如在同一保持不动的器皿中会有多个物体相继进入一样,同样地,由于多个物体占据同一个场所,间距似乎是生成于其中的物体之外的另一种东西。然而他说,并不是间距是另一种东西,而是相继进入的随便什么物体是另一种东西;从而在各极限之间,除生成于其中的物体之外并不存在任何间距。
"Εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι." Πεφυκὸς μὲν εἶπε διὰ τὸ μαθηματικόν·3 ἐκεῖνο γὰρ οὐ φύσει ἐστίν, ἀλλ’ ἐπινοίᾳ. πεφυκὸς οὖν ἀντὶ τοῦ ὂν καὶ ὑφεστηκός, μένον δέ, τουτέστιν ἀκίνητον, διὰ τὰ φυσικὰ μεγέθη, ἃ πάντως ἐν κινήσει τινὶ θεωρεῖται.
“但如果存在某种本性上生成且在同一之中保持不动的间距,场所就会是无限的。” 他说“本性上生成”,是针对数学性的[间距]而言的;因为后者不是凭本性存在的,而是凭思构存在的。因此“本性上生成”代替了“存在且实存”,而“保持不动”(即不可运动)是针对自然量度而言的,因为自然量度在任何情况下都是在某种运动中被观察到的。
"Μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος τὸ αὐτὸ ποιήσει τὰ μόρια ἅπαντα ἐν τῷ ὅλῳ.4" Τουτέστιν ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ ἀντιπαραχωρούντων ἀλλήλοις τοὺς ἰδίους τόπους, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν ὅλῳ τῷ ἀγγείῳ ποιεῖ, τοῦτο καὶ πάντα τὰ τοῦ ὕδατος μόρια ἐν τοῖς μορίοις τοῦ τόπου. ὥσπερ οὖν τὸ ὅλον ὕδωρ χωρεῖ δι’ ὅλου τοῦ τοπικοῦ διαστήματος, καὶ ἐφαρμόζουσιν ἀλλήλοις ἀμφότερα τὰ διαστήματα, οὕτω δὴ καὶ τὰ μόρια τοῦ σώματος τὸ αὐτὸ πείσονται πρὸς τὰ μόρια τοῦ τόπου. ἀλλ’ ἐπεὶ ἐπ’ ἄπειρον τὰ μεγέθη διαιρετά, ἐπ’ ἄπειρα διαιρήσουσιν ἄλληλα καὶ ὁ τόπος καὶ τὸ σῶμα, ὥστε εἷς τόπος εἰς ἀπείρους τόπους ἔσται διῃρημένος. ὁμοίως δὲ καὶ τὸ σῶμα.
“因为当水和空气替换位置时,所有的部分在整体之中也将做同样的事。” 也就是说,当水和空气彼此更替、相互让出各自特有的场所时,全部的水在整个器皿中所做的事,水的所有部分在场所的各部分中也同样在做。因此,正如整体的水穿过了场所性间距的整体,且两个间距彼此贴合一样,物体的各部分对于场所的各部分也同样会经历相同的情况。但既然量度是可无限分割的,场所与物体也将彼此无限分割,从而一个场所将被分割为无限个场所。物体同样也是如此。
"Ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων· ὥστε ἔσται τοῦ τόπου τις ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται." Ἕτερον ἐπιχείρημα, ὅτι εἰ τὸ μεταξὺ τοῦ ἀγγείου διάστημά ἐστιν ἕτερον παρὰ τὸ ἐγγινόμενον σῶμα, ἀνάγκη μεταφερομένου τοῦ ἀγγείου συμμεταφέρεσθαι καὶ τὸ διάστημα· ὥστε καὶ ὁ τόπος μεταβάλλοι ἂν κατὰ τόπον. καὶ ἐπειδὴ ὁ δεξάμενος τὸ ἀγγεῖον τόπος ὅλος δι’ ὅλου τοῦ βάθους ἐχώρησεν, ἐδέξατο δηλονότι καὶ τὸ ἐντὸς διάστημα. ὥστε τοῦ τόπου ἔσται τόπος, καὶ πολλὰ διαστήματα ἐν τῷ αὐτῷ ἔσονται, τὸ μεταξὺ τῶν περάτων τοῦ ἀγγείου, τὸ ἐγγενόμενον ἐν αὐτῷ σῶμα, τὸ μέρος τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὅλον ἀγγεῖον, εἰς ὃ ἐχώρησε τὸ μέρος τοῦ ἀγγείου, λέγω δὴ τὸ ὕδωρ. εἰ δὲ πολλὰ διαστήματα δυνατὸν ἐν τῷ αὐτῷ εἶναι, τί κωλύει καὶ ἄπειρα;
“同时场所本身也将会变化;从而场所将有某种别的场所,且许多场所将同时存在。” 另一个论证是:如果器皿〔各极限〕之间的间距是在生成于其中的物体之外的另一种东西,那么当器皿被搬动时间距必然也一同被搬动;从而场所也将依场所而变化。而且,既然接纳该器皿的场所贯穿了其深度的整体,它显然也接纳了内部的间距。从而场所将有场所,且许多间距将处于同一物之中:器皿各极限之间的间距、生成于其中的物体、以及接纳了整个器皿的间距之部分(即器皿的部分——我指水——所进入的部分)。而如果许多间距可能处于同一物之中,又有什么能阻止无限个间距也是如此呢?
- 4.74μήτε τῆς ὕλης μήτε τοῦ εἴδους τόπου ὄντος λείπεται τὸ πέρας τοῦ περιέχοντος εἶναι τὸν τόπον
μήτε τῆς ὕλης μήτε τοῦ εἴδους τόπου ὄντος 是带有两个并列主语的属格绝对结构(表示原因)。主句是由非人称动词 λείπεται 及其主语——不定式短语 τὸ πέρας ... εἶναι τὸν τόπον 构成。
- 4.76διὰ τὸ μεταβάλλειν πολλάκις μένοντος τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ διῃρημένον
带冠词不定式 διὰ τὸ μεταβάλλειν 的逻辑主语是宾格短语 τὸ περιεχόμενον καὶ διῃρημένον,而在不定式与其宾格主语之间插入了属格绝对结构 μένοντος τοῦ περιέχοντος(表示伴随情况或让步)。需注意此处的语序倒置。
- 4.77Πεφυκὸς μὲν εἶπε διὰ τὸ μαθηματικόν
πεφυκός 是完成时分词的中性单数形式,在此作为所引用的词汇本身(充当宾格)作为 εἶπε 的直接宾语。介词短语 διὰ τὸ μαθηματικόν 表示原因或针对的对象(即指着数学性的间距而言)。
- 4.78τὸ αὐτὸ ποιήσει τὰ μόρια ἅπαντα ἐν τῷ ὅλῳ
这是亚里士多德简练的行文,τὰ μόρια ἅπαντα 是主语,τὸ αὐτό 是 ποιήσει 的宾语。如菲洛波诺斯在注解中所补充的,句意指“水的所有部分在整个场所中也将做整体的水在整个器皿中所做的事”。
