- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:550.18-552.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了将场所视为间距会导致无限多的场所与多个间距重叠的谬误,阐发了泰米斯提乌斯关于容器运动时场所将处于场所之中的论证,并总结了基于亚里士多德文本的各项反驳。
ὅρα δὴ πόσα ἐν τῷ αὐτῷ εἰσι διαστήματα· πρῶτον μὲν ὃ κατέσχε τὸ ἐν τῷ ἀμφορεῖ ὕδωρ, λέγω δὴ τὸ τοπικὸν τὸ μεταξὺ τῶν περάτων τοῦ ἀμφορέως, δεύτερον ὃ κατέσχε τὰ τοῦ ὕδατος μόρια (ὡς γὰρ τὸ ὅλον κατέσχεν ὅλον τὸ διάστημα, οὕτω καὶ ἕκαστον τῶν μορίων τοῦ ὕδατος μόριόν τι τοῦ διαστήματος κατέσχε, καὶ ἔστιν ἐνεργείᾳ ἕκαστον ἐν τόπῳ), πάλιν τὸ διάστημα ὃ κατέσχεν ὁ ὅλος ἀμφορεύς, καὶ ἔτι τὸ μέρος τοῦ διαστήματος οὗ κατέσχεν ὁ ὅλος ἀμφορεὺς ἐν ᾧ γέγονε τὸ μέρος τοῦ ἀμφορέως τὸ ὕδωρ, καὶ αὐτοῦ τούτου πάλιν ὃ κατέσχε τὰ τοῦ ὕδατος μόρια. τούτοις εἰ προσθείης καὶ τὸ διάστημα αὐτοῦ τοῦ ἀμφορέως ὡς σώματος, καὶ τὸ τοῦ ὕδατος ὡς σώματος, καὶ τὰ τῶν μερῶν αὐτῶν ὡς σώματος, πολλὰ ἂν εὑρήσοις ἐν τῷ αὐτῷ διαστήματα. τῆς δὲ τομῆς τῶν μεγεθῶν εἰς ἄπειρον γινομένης, εἰς ἄπειρον καὶ ἡ πρόσθεσις τῶν διαστημάτων προελεύσεται· εἰ γὰρ διάστημα ὁ τόπος, ἀνάγκη καὶ τῶν μορίων ἕκαστον ἐν ἰδίῳ τόπῳ εἶναι καθ’ αὑτό· ἕκαστον γὰρ τῶν μορίων τοῦ σώματος μόριόν τι τοῦ τοπικοῦ διαστήματος καθέξει. τοῖς μὲν γὰρ τόπον λέγουσι τὸ πέρας τοῦ περιέχοντος οὐδὲν τῶν μορίων τοῦ σώματος καθ’ αὑτό ἐστιν ἐν τόπῳ, ἀλλ’ οὐδὲ οἷς ἅπτεται τοῦ τόπου, λέγω δὴ τὰ πέρατα,1 ἀλλὰ ταῦτα πάντα τῷ εἶναι τὸ ὅλον ἐν τόπῳ καὶ αὐτὰ κατὰ συμβεβηκὸς ἐν τόπῳ λέγεται εἶναι· οὐδὲν γὰρ αὐτῶν ἰδίως ὑπὸ τοῦ τόπου περιέχεται (συνεχῆ γάρ ἐστι τῷ ὅλῳ), καὶ ἢ οὐδὲ ὅλως ἅπτεται τοῦ τόπου, ὡς τὰ ἐν τῷ βάθει μόρια, ἢ οὐ πανταχόθεν ἅπτεται, ἀλλ’ ἀπὸ μέρους, ὁ δὲ τόπος ὅλον θέλει περιέχειν τὸ ἐν αὐτῷ. τὸ ὅλον οὖν μόνον καθ’ αὑτὸ ἐν τόπῳ, διὰ τὸ ὅλον δὲ καὶ τὰ μέρη λέγεται ἐν τόπῳ εἶναι. τοῖς δὲ διάστημα λέγουσιν εἶναι τὸν τόπον, ἀνάγκη πᾶσα καὶ τὰ μέρη καθ’ αὑτὰ ἐν τόπῳ λέγειν· ὥσπερ γὰρ αἱ τρεῖς διαστάσεις τοῦ πηχυαίου, εἰ τύχοι, σώματος διὰ τῶν τριῶν διαστάσεων τοῦ πηχυαίου τόπου διῆλθον, οὕτω καὶ τὰ μόρια διὰ τῶν μορίων, εἰ δὲ μὴ ἐχώρησαν τὰ μόρια διὰ τῶν μορίων, οὐδὲ τὸ ὅλον διὰ τοῦ ὅλου. καίτοι οὐδέν μοι διοίσει, εἴτε τὸ τοπικὸν διάστημα διὰ τοῦ σώματος χωρῆσαι λέγοι τις, εἴτε τὸ σῶμα διὰ τοῦ τόπου· ταὐτὸν γάρ ἐστι τὸ ἕτερον εἰπεῖν διὰ τοῦ ἑτέρου χωρῆσαι, καὶ καθ’ ἕτερον διὰ τοῦ λοιποῦ.2 ὥστε εἰ τῶν μορίων ἕκαστον καθ’ αὑτὸ ἐν τόπῳ ἐστίν, ἐπ’ ἄπειρον δὲ διαιρετὸν τὸ μέγεθος, ἄπειροι ἄρα καὶ οἱ τόποι τοῦ αὐτοῦ. τοῦτο μὲν οὖν ἐν τούτοις, τὸ δὲ ἐφεξῆς ἐπιχείρημα καὶ ὁ Θεμίστιος ὡσαύτως ἐξηγεῖται, ὅτι εἰ τὸ διάστημα τόπος, μεταφερομένου τοῦ ἀμφορέως καὶ γινομένου ἔν τινι τόπῳ, ἐν ἴσῳ ἑαυτοῦ δηλονότι τόπῳ ἔσται· ὥστε εἰ ἔσται ὁ ἀμφορεὺς πηχυαῖος κατὰ τὰς τρεῖς διαστάσεις, καὶ ὁ τόπος ὁ δεξάμενος αὐτὸν τοσοῦτος ἔσται· ὥστε καὶ ὁ τόπος ὁ ἐντὸς τῶν περάτων τοῦ ἀμφορέως, ὃν κατείληφε τὸ ὕδωρ, καταλήψεται μέρος τι τοῦ τόπου, ὃν κατείληφεν ὁ ὅλος ἀμφορεύς· ὥστε ὁ τόπος ἐν τόπῳ ἔσται. καὶ οὐ μόνον δύο τόπους ἐν τῷ αὐτῷ γενέσθαι δυνατόν, ἀλλὰ καὶ πλείονας, ὡς ἐδείξαμεν· εἰ μὲν γὰρ τὸ διάστημα τὸ τοπικὸν ὃ κατείληφε τὸ ὕδωρ, λέγω δὴ τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ ἀγγείου, μετὰ τὸ χωρῆσαι δι’ αὐτοῦ τὸ ὕδωρ οὐκέτι ἐστίν, οὐδὲ ἐν τόπῳ ἂν εἴη τὸ ἐν τῷ κεράμῳ ὕδωρ, εἴ γε τόπος μὲν τὸ διάστημα, τοῦτο δὲ ὃ οὐκ ἔστιν ἐν τῷ κεράμῳ τοῦ ὕδατος ἐνόντος. συμβήσεται δὲ οὕτως μηδὲ εἶναι ὅλως αὐτό ποτε· εἰ γὰρ διὰ τὸ ἐμπεπτωκέναι εἰς αὐτὸ τὸ ὕδωρ λέγοι τις μηκέτι εἶναι αὐτό, ἐπεὶ καὶ πρὶν τὸ ὕδωρ εἶναι ἄλλο τι ἦν ἐν τῷ κεράμῳ σῶμα, ἤτοι ἀὴρ ἢ ἕτερόν τι (ἀδύνατον γὰρ κενὸν εἶναι, ὡς δειχθήσεται ἐφεξῆς), οὐδὲ ἄλλοτε ἦν δηλονότι. ἀνάγκη ἄρα πᾶσα ἀεὶ εἶναι ἐν τῷ ἀμφορεῖ τὸ τοπικὸν διάστημα τὸ μεταξὺ τῶν ἐντὸς περάτων. εἰ δὲ ἔστι, πᾶσα ἀνάγκη τοῦ ἀμφορέως μεταφερομένου συμμεταφέρεσθαί τε καὶ ο τὸ διάστημα3 καὶ ἐν μέρει τοῦ τόπου γίνεσθαι, ὃν ἂν ὁ ὅλος ἀμφορεὺς καταλάβῃ. αἱ μὲν οὖν ἀνασκευαὶ τοῦ μὴ εἶναι διάστημα τὸν τόπον, αἱ ἐκ τῶν ἐξηγήσεων τῶν Ἀριστοτελικῶν ῥητῶν ἀναφανεῖσαι, αὗταί εἰσιν, ὅσας δὲ ἔξωθεν προστεθείκασιν οἱ ἐξηγηταί, καὶ ὅσα εἴποιεν ἂν οἱ προϊστάμενοι τοῦ διάστημα εἶναι τὸν τόπον, μετὰ τὸ ἐπεξελθεῖν τὸ ῥητὸν ἐροῦμεν.
现在且看在同一物中有多少个间距:首先是双耳罐中的水所占据的间距,即双耳罐各极限之间的场所性间距;其次是水的部分所占据的间距(因为正如整体占据了整个间距一样,水的部分的每一个也占据了该间距的某一部分,且每一个都在现实中处于场所之中);再者是整个双耳罐所占据的间距;此外还有整个双耳罐所占据的间距之部分,作为双耳罐一部分的水正是在该部分之中生成的;而在这一部分之中,又是水的部分所占据的间距。在这些之外,如果你再加上双耳罐本身作为物体的间距、水作为物体的间距、以及它们各部分作为物体的间距,你就会发现在同一物中有许多间距。而当量度的分割进行至无限时,间距的相加也将进行至无限;因为如果场所是间距,那么各部分中的每一个也必然在其自身上处于特有的场所之中;因为物体的各部分中的每一个都将占据场所性间距的某一部分。因为对于那些说场所是包围者的极限的人来说,物体的各部分没有任何一个在其自身上处于场所之中,甚至连它借以接触场所的部分(我指诸极限)也不在其自身上处于场所之中,而是所有这些都由于整体处于场所之中,自身也被偶性地说成是处于场所之中;因为它们没有一个是在特有意义上被场所包围的(因为它们与整体是连续的),它们要么像深度内部的部分那样根本不接触场所,要么不是从四面八方而是从局部接触场所,而场所是要作为一个整体来包围其内部之物的。因此,唯有整体在其自身上处于场所之中,而借助整体,各部分也被说成是处于场所之中。但对于那些说场所是间距的人来说,则完全必然要把各部分也说成是在其自身上处于场所之中;因为正如一个一肘长的物体(设若如此)的三个维度穿过了一肘长的场所的三个维度一样,各部分也穿过了各部分,而如果部分没有穿过部分,整体也就没有穿过整体。然而对我来说,无论有人说是场所性间距穿过了物体,还是物体穿过了场所,都毫无分别;因为说一方穿过了另一方,与反过来说另一方穿过了余下的一方,是同一回事。从而,如果各部分中的每一个都在其自身上处于场所之中,而量度是可无限分割的,那么同一物的场所也就是无限的。这一点便论述至此。对于接下来的论证,泰米斯提乌斯也是同样解释的:如果间距是场所,那么当双耳罐被搬动并处于某一场所中时,显然它将处于一个与其自身相等的场所之中;从而如果双耳罐在三个维度上是一肘长,接纳它的场所也将是这么大;从而双耳罐极限内部的、水所占据的场所,也将占据整个双耳罐所占据的场所的某个部分;从而场所将处于场所之中。而且不仅两个场所可能存在于同一物中,甚至更多场所也是可能的,正如我们所表明的;因为如果水所占据的场所性间距(我指器皿凹面之间的间距)在水穿过它之后不再存在,那么陶罐中的水也就不会处于场所之中了——如果场所确实是间距,而这种间距在水处于陶罐中时却是不存在的。但这样一来也将得出它根本从未存在过的结论;因为如果有人因为水落入了其中而说它不再存在,那么由于甚至在水存在之前陶罐中就已有某种其他物体(或者是空气,或者是别的什么,因为不可能存在虚空,正如后文将表明的),显然在其他时候它也是不存在的。因此,内部极限之间的场所性间距始终存在于双耳罐之中是完全必然的。而如果它存在,那么当双耳罐被搬动时,该间距也必然一同被搬动,并处于整个双耳罐所占据的场所的某一部分之中。〔表明〕场所不是间距的这些反驳,即从对亚里士多德文句的解释中显明出来的反驳,就是这些;至于解释者们从外部补充的所有反驳,以及主张场所是间距的人可能会说的一切论点,我们将在逐句考察完文本之后再来陈述。
- 4.72ἀλλ’ οὐδὲ οἷς ἅπτεται τοῦ τόπου, λέγω δὴ τὰ πέρατα
关系代词 οἷς 作方式或限定与格,意为“[物体]借以接触场所者”;随后的 λέγω δὴ τὰ πέρατα 则以宾格作 λέγω 的宾语来直接指明 οἷς 所指代的对象即极限(τὰ πέρατα)。
- 4.72καὶ καθ’ ἕτερον διὰ τοῦ λοιποῦ
此为紧承前句 τὸ ἕτερον εἰπεῖν διὰ τοῦ ἑτέρου χωρῆσαι(“说一方穿过了另一方”)的紧凑省略表达,理解为“以及反过来[说]另一方[穿过了]余下的一方”。
- 4.72συμμεταφέρεσθαί τε καὶ ο τὸ διάστημα
底本抄本中的 καὶ ο τὸ διάστημα 之中的 ο 当属传抄讹误(可能系 καὶ αὐτὸ τὸ διάστημα 之残缺);在句法结构上,承接属格独立结构 τοῦ ἀμφορέως μεταφερομένου,τὸ διάστημα 充当由 πᾶσα ἀνάγκη 所统辖的不定词 συμμεταφέρεσθαι 的主语。
