← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§548.23-550.18

对场所作为独立间距说的反驳

菲洛波庞探讨了亚里士多德反对将场所视为独立间距的论证,阐明该观点会因无限可分性而导致现实无限,并在容器移动时导致多个间距重叠互穿与无限倒退的荒谬结果,同时引述了泰米斯提乌斯的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.72#2

ὥσπερ οὖν τὸ ὅλον διάστημα τοῦ τόπου δι’ ὅλου τοῦ διαστήματος τοῦ σωματικοῦ ἐχώρησεν, οὕτω δηλονότι καὶ τὸ μόριον τοῦ τόπου διὰ τοῦ μορίου τοῦ σώματος ἐχώρησεν· εἰ γὰρ μὴ ἐχώρησε τὸ μόριον διὰ τοῦ μορίου, οὐδὲ τὸ ὅλον διὰ τοῦ ὅλου ἐχώρησεν. εἰ δὲ τὸ σῶμα καὶ πᾶν μέγεθος ἐπ’ ἄπειρον διαιρετόν, καὶ ὁ τόπος ἐπ’ ἄπειρον διαιρεθήσεται καὶ τὸ σῶμα· ὥστε ἔσται τὸ ἄπειρον ἐνεργείᾳ. οὐ μόνον δέ, ἀλλὰ καὶ διπλασιασθήσεται τὸ ἄπειρον· ἐπ’ ἄπειρον γὰρ διαιρεθήσεται καὶ ὁ τόπος καὶ τὸ σῶμα. πρὸς σαφήνειαν δὲ τῶν εἰρημένων ἐκθώμεθα καὶ τὴν λέξιν ἔχουσαν οὕτως· εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἐν τῷ αὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι· μεθισταμένου γὰρ τοῦ ὕδατος καὶ τοῦ ἀέρος τὸ αὐτὸ ποιήσει τὰ μόρια ἅπαντα ἐν τῷ ὅλῳ ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ. τουτέστιν ὅταν γὰρ τοῦ ἀέρος παραχωρήσαντος τῷ ὕδατι γένηται τὸ ὕδωρ ἐν τῷ τοῦ ἀέρος τόπῳ, οἷον ἐν τῷ ἀγγείῳ, ὅπερ τὸ ὅλον ὕδωρ πέπονθεν ἐν τῷ ἀγγείῳ (πέπονθε δὲ τὸ χωρῆσαι δι’ ὅλου τοῦ τοπικοῦ διαστήματος τοῦ μεταξὺ τοῦ ἀγγείου), τὸ αὐτὸ πείσεται καὶ τὰ μόρια τοῦ ὕδατος πάντα ἐν παντὶ τόπῳ, ἀντὶ τοῦ καὶ αὐτὰ χωρήσει διὰ τῶν μορίων τοῦ τόπου·1 ὥστε ἔσονται καὶ αὐτὰ ἕκαστον ἐν τῇ ἰδίᾳ περιγραφῇ, καὶ σχήσει ἕκαστον αὐτῶν ἴδιον τόπον. τὸ δὲ ἐφεξῆς ἕτερόν ἐστιν ἐπιχείρημα, ἔστι δὲ τοιοῦτον· εἰ τόπος ἐστὶ τοῦ ὕδατος οὐχ ἡ κοίλη ἐπιφάνεια τοῦ κεράμου, ἀλλ’ ἕτερόν τι διάστημα παρὰ τὸ διάστημα τοῦ ὕδατος τὸ περιεχόμενον ὑπὸ τῆς κοίλης τοῦ κεράμου ἐπιφανείας, ὅπερ καθ’ ὅλον ἑαυτὸ δέχεται τὸ εἰσιὸν ὕδωρ, ὅταν μετενεχθῇ ὁ κέραμος, δῆλον ὅτι καταλήψεται ἕτερόν τινα τόπον ὁ ὅλος κέραμος καὶ αὐτὸν τριχῇ ὄντα διαστατόν. ὥστε χωρήσει τὸ τοπικὸν διάστημα δι’ ὅλου τοῦ κεράμου, ὥστε καὶ διὰ τοῦ ἐντὸς ὕδατος καὶ διὰ τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὕδωρ· καταλήψεται γὰρ πάντως μέρος τι τοῦ τοπικοῦ διαστήματος, ἐν ᾧ γέγονεν ὁ ἀμφορεύς, τὸ ὕδωρ τὸ ἐν τῷ ἀμφορεῖ. κατειλήφει δὲ καὶ ἕτερον διάστημα, τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ ἀμφορέως· ὥστε τρία διαστήματα ἐν τῷ αὐτῷ ἔσται, τὸ ἐν τῷ κεράμῳ τοπικόν, τὸ ὕδωρ τὸ ἐγγενόμενον ἐν αὐτῷ, τὸ μέρος τοῦ τόπου τοῦ ὅλου ἀμφορέως εἰς ὃν μετέστη. πρῶτον μὲν οὖν συμβήσεται τόπον ἐν τόπῳ μεταβάλλειν·2 μεταβάλλοντος γὰρ τοῦ ἀμφορέως καὶ καθ’ ὅλον ἑαυτὸν γινομένου ἐν τοπικῷ διαστήματι τριχῇ ὄντι διαστατῷ καὶ τὸ διάστημα τὸ μεταξὺ αὐτοῦ τὸ δεξάμενον τὸ ὕδωρ ἐν τόπῳ ἔσται, καὶ εἰ δυνατὸν δύο καὶ τρία διαστήματα ἐν ταὐτῷ εἶναι, καὶ πλείονα ἅμα ἔσονται ἐν τῷ αὐτῷ καὶ ἄπειρα. ἵνα δὲ σαφέστερον ποιήσω τὸν λόγον, ἐπὶ παραδείγματος ἀναλαβὼν αὐτὸν γυμνάσω. ἔστω ξέστης τις, αὐτὸ λέγω τὸ μέτρον, εἴτε κεραμεοῦν εἴη εἴτε ὁποιονοῦν ἄλλο· εἰ τοίνυν τὸ μεταξὺ τῶν ἐντὸς περάτων διάστημα εἴη ἕτερον παρὰ τὸ ἐν αὐτῷ σῶμα, οἷον τὸ τοῦ ὕδατος, ἐὰν ὁ ὅλος ξέστης ἐμβληθῇ ἐν μείζονι σκεύει, δῆλον ὅτι καὶ τὸ διάστημα τὸ ἐν τῷ σκεύει τὸ τοπικόν, τριχῇ ὂν διαστατόν, χωρήσει δι’ ὅλου τοῦ ξέστου, ὥστε καὶ διὰ τοῦ βάθους αὐτοῦ. χωρήσει ἄρα καὶ διὰ τοῦ ἐντὸς ὕδατος καὶ διὰ τοῦ διαστήματος τοῦ δεξαμένου τὸ ὕδωρ· ὥστε τρία διαστήματα ἐν τῷ αὐτῷ ἔσται. καὶ ἐὰν πάλιν τὸ σκεῦος ἐμβάλλω ἐν κεράμῳ, πάλιν τὸ αὐτὸ γενήσεται, καὶ χωρήσει τὸ ἐν τῷ κεράμῳ διάστημα δι’ ὅλων τῶν διαστημάτων τοῦ ἐμβληθέντος σκεύους. ὁμοίως πάλιν ἐὰν ὁ κέραμος ἐμβληθῇ ἐν πίθῳ, τὸ διάστημα τὸ τοπικὸν τὸ ἐν τῷ πίθῳ χωρήσει δι’ ὅλου τοῦ κεράμου, καὶ οὕτως ἐπ’ ἄπειρον. ὥστε συμβήσεται πολλοὺς τόπους ἐν ταὐτῷ εἶναι καὶ πολλὰ διαστήματα, ὅπερ ἀδύνατον. ὁ Θεμίστιος δὲ ἐξηγεῖται τὸ χωρίον οὕτως· ‘εἰ ἦν τί, φησί, διάστημα καθ’ αὐτὸ πεφυκὸς εἶναι καὶ μένειν ἐν ταὐτῷ, ἄπειροι ἂν ἦσαν οἱ τόποι. τί δήποτε; ὅτι ὁπηνίκα ἂν μεταφέρηται τὸ ἀγγεῖον πλῆρες ὂν σώματός τινος, οἷον ὕδατος, ὃ ποιεῖ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ, τοῦτο ποιήσει καὶ τὰ τοῦ ὕδατος μόρια. ὡς οὖν τὸ ὅλον ὕδωρ κατέχον τὸ οἰκεῖον διάστημα σὺν τῷ ἀγγείῳ κινεῖται μεταφερομένῳ, οὕτως ἕκαστον καὶ τῶν μορίων αὐτοῦ κατέχον τὸ οἰκεῖον διάστημα κινηθήσεται σὺν τῷ ἀγγείῳ. ὅταν τοίνυν ἐν ἄλλῳ τόπῳ γένηται ὁ ἀμφορεύς, δῆλον ὅτι καθέξει διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος ἀέρος, οὗ διαστήματος καὶ τὸ ὕδωρ τὸ ἐν τῷ ἀμφορεῖ μέρος καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια.3

因此,正如场所的整体间距穿过了物体的整体间距一样,显然场所的部分也穿过了物体的部分;因为如果部分没有穿过部分,整体也就没有穿过整体。而如果物体及一切量度都可以无限分割,场所和物体也将被无限分割;从而将存在现实的无限。不仅如此,而且无限还将翻倍;因为场所和物体都将被无限分割。为了使所说之事清晰明了,我们也列出如下的原文:“但如果存在某种自然生成并留在同一处的间距,场所就将是无限的;因为在水和空气移位时,整体中的所有部分都将做出与容器中的全部水所做的相同之事。”这就是说:当空气给水让位、水进入空气的场所(例如在容器中)时,全部水在容器中所经历的(即经历穿过容器之间的全部场所性间距),水的所有部分也将在每一场所中经历完全相同之事,这等于说它们自身也将穿过场所的诸部分;以至于它们自身各自也将处于各自特有的轮廓之中,且它们中的每一个都将拥有特有的场所。 接下来的论述是另一个论证,其内容如下:如果水的场所不是陶罐的凹面,而是在被陶罐凹面所包围的水的间距之外的某种其他间距,该间距在其自身整体上接纳进入的水,那么当陶罐被搬动时,显然整个陶罐将占据某个自身也是三维伸展的其他场所。从而场所性间距将穿过整个陶罐,因而也将穿过内部的水以及接纳了水的间距;因为双耳罐中的水无论如何都将占据双耳罐所进入的场所性间距的某个部分。而它此前也占据了另一间距,即双耳罐凹面之间的间距;从而三个间距将处于同一处:陶罐中的场所性间距、在其中生成的水、以及整个双耳罐迁入其中的场所的部分。首先,于是将得出结论:场所在场所中发生变化;因为当双耳罐发生变化并以其自身整体处于三维伸展的场所性间距中时,其间接纳了水的间距也将处于场所之中,而如果两个和三个间距可能处于同一处,那么更多甚至无限多的间距也将同时处于同一处。为了使论述更清楚,我将借助一个例子来考察并演练它。假设有一个升,我指计量器具本身,无论它是陶制的还是其他任何质地的;因此,如果内部各极限之间的间距不同于其中的物体(例如水的物体),那么倘若整个升被放入一个更大的器皿中,显而易见器皿中三维伸展的场所性间距也将穿过整个升,因而穿过其内部深度。因此它也将穿过内部的水以及接纳了水的间距;从而三个间距将处于同一处。而如果我再把这个器皿放入陶罐中,同样的事情将再次发生,陶罐中的间距将穿过被放入的器皿的所有间距。同样地,如果陶罐被放入大酒缸中,大酒缸中的场所性间距将穿过整个陶罐,以此类推乃至无穷。从而将得出许多场所在同一处、且存在许多间距的结论,而这是不可能的。 泰米斯提乌斯则如下解释这段文字:“‘如果存在某种,’他说,‘自然生成独立存在并留在同一处的间距,场所就将是无限的。究竟为何?因为无论何时,当盛满某种物体(例如水)的容器被搬动时,水整体在容器中所做的事,水的部分也将同样去做。因此,正如水整体占据其特有间距并随着被搬动的容器一同运动一样,它的每一个部分也占据其特有间距并随容器一同运动。因此,当双耳罐进入另一场所时,显然它将占据包围着它的空气诸极限之间的间距,对于这一间距,双耳罐中的水将占据其一部分,水的部分也将占据其一部分。’”

语法注3 条
  1. 4.72ἀντὶ τοῦ καὶ αὐτὰ χωρήσει διὰ τῶν μορίων τοῦ τόπου

    介词短语 ἀντὶ τοῦ 是希腊注疏文献中的惯用表达,意为“也就是说”或“等于说”,用于引出解释或转述。属格冠词 τοῦ 将其后接的定式动词分句(καὶ αὐτὰ χωρήσει)名词化。

  2. 4.72πρῶτον μὲν οὖν συμβήσεται τόπον ἐν τόπῳ μεταβάλλειν

    非人称动词 συμβήσεται(“将得出结论/结果是”)后接带逻辑主语的宾格不定式结构。宾格 τόπον 作不定式 μεταβάλλειν 的主语,整个分句表达逻辑后承:“将得出结论:场所在场所中发生变化”。

  3. 4.72οὗ διαστήματος καὶ τὸ ὕδωρ τὸ ἐν τῷ ἀμφορεῖ μέρος καθέξει καὶ τὰ τοῦ ὕδατος μόρια

    关系代词短语 οὗ διαστήματος 承前作部分属格,与宾语 μέρος 构成“该间距的一部分”。动词 καθέξει 由 καὶ... καί 连接的并列主语(双耳罐中的水以及水的部分)所支配,以 μέρος 为其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:548.23-550.18