- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:54.8-55.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注者指出亚里士多德并未反驳“存在者未曾生成”的前提,但进而审察这一前提,提出借助作用因由非存在者生成(创造)的可能性,并指出“存在者”是同名异义词而非单一的属,从而探究其整体的生成是不当的。
Αἱ μὲν οὖν πρὸς τὸν τοῦ Μελίσσου λόγον ἐνστάσεις τοῦ Ἀριστοτέλους αὗται. πρὸς δὲ τὸ μὴ γεγονέναι τὸ ὂν οὐκ ἀντιλέγει· δοκεῖ γὰρ καὶ αὐτῷ τοῦθ’ οὕτως ἔχειν, ἀγένητον τὸ πᾶν οἰομένῳ. εὔλογον δὲ οἶμαι μὴ ἀνεξέταστον καταλεῖψαι τὴν ἐπιχείρησιν, δι’ ἧς ὡς οὐχ οἷόν τέ ἐστι γεγονέναι τὸ ὂν κατεσκευάσθη. ὅτι μὲν γὰρ τὸ ἁπλῶς ὂν οὐκ ἂν γένοιτο ἐξ ὄντος, ἐναργὲς οἶμαι παντί· εἴη γὰρ ἂν πρὶν γενέσθαι. πῶς δὲ οὐδὲ ἐκ μὴ ὄντος οἷόν τε αὐτὸ γίνεσθαι; οὐδὲ γὰρ ἐπειδὴ τοῖς πολλοῖς τῶν φυσικῶν οὕτως ἔδοξεν, ἤδη καὶ ἀληθὲς εἶναι τοῦτο ἀνάγκη· πολλὰ γὰρ καὶ ἄλλα οὐκ ἀληθῶς αὐτοῖς ἔδοξεν, ὧν πολλὰ καὶ Ἀριστοτέλης ἀπήλεγξεν. ἀλλ’ οὐδ’ εἰ πρὶν γενέσθαι τὸ ὂν δύνασθαί φαμεν αὐτὸ γενέσθαι, ἤδη διὰ τοῦτο ἐκ προϋποκειμένου τινὸς ὄντος τὴν γένεσιν αὐτοῦ ὑποτιθέμεθα ὡς ὑλικοῦ αἰτίου· τί γὰρ κωλύει διὰ τὸ προυπάρχειν αὐτοῦ τὸ ποιητικὸν αἴτιον, καὶ οὐχὶ διὰ τὸ ὕλην τινὰ προϋποκεῖσθαι τὴν εἰς τὸ γινόμενον μεταβάλλουσαν, ταύτῃ λέγειν ἡμᾶς ὡς ὅτι πρὶν γένηται ἠδύνατο γενέσθαι;1 κατὰ γὰρ τὴν ὑλικὴν αἰτίαν, εἰ μὴ δειχθείη αὐτὴ καθ’ αὑτὴν οὖσα ἀγένητος, οὐκ εὔλογον κατ’ αὐτῆς φέρειν τὸ δύνασθαι· πῶς γὰρ ἡ ὕλη δύνασθαι λέγοιτ’ ἂν τόδε τι εἶναι, εἰ μὴ αὐτὸ τοῦτο πρότερον δειχθείη ὅτι ὑφέστηκεν; ὡς οὐδὲ τὸ εἶδος λέγοιτ’ ἂν δύνασθαί τι, πρὶν ὑποστῇ. ὥστε εἰ μὲν αὐτό τις λέγει ἐξ ὄντος ἀντὶ τοῦ ἐκ ποιητικοῦ αἰτίου, ὁμολογοῦμεν πᾶν τὸ γινόμενον ἐξ ὄντος γίνεσθαι (παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν), εἰ δὲ ὡς προϋποκειμένου ὑλικοῦ αἰτίου, οὐκέτι ἀνάγκη ἐκ τοῦ λέγειν ‘τὸ ὂν πρὶν γενέσθαι ἠδύνατο γενέσθαι’ ἐξ ὄντος αὐτὸ γίνεσθαι, ἀλλ’ ἐκ μὴ ὄντος, εἴπερ μὴ δειχθείη πρότερον ἡ ὕλη αὐτὴ κατὰ τὸν αὑτῆς λόγον ἀγένητος οὖσα καὶ ἄφθαρτος. τέως μέντοι τὸ νῦν δὴ λεχθὲν ἐπιχείρημα οὐκ ἀναγκάζει ἐξ ὄντος γίνεσθαι τὰ γινόμενα κατὰ τὸ ὑλικὸν αἴτιον, ἀλλ’ ὅσον ἐπ’ αὐτῷ καὶ ἐκ μὴ ὄντος ἐνδέχεται, συνυφισταμένης τῆς ὕλης ἅμα τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς αἰτίας. ὥσπερ γὰρ τὰ εἴδη παράγει μὴ ὄντα πρότερον, τί κωλύει καὶ τὴν ὕλην μὴ οὖσαν παράγειν, ἵνα καὶ ἐξ ὁλοκλήρου δημιουργὸς ᾖ; εἰ δὲ καὶ τὴν ὕλην παράγει, δεήσει καὶ αὐτὴν ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος, καὶ τοῦτο ἐπ’ ἄπειρον. μήποτε δὲ οὐδ’ ὅλως ἐπὶ τοῦ ἁπλῶς ὄντος ἔχει χώραν τὸ ζητεῖν2 εἴτε γέγονεν εἴτε μή, εἴπερ τὸ ὂν οὐκ ἔστι τῶν δέκα κατηγοριῶν γένος, ἀλλὰ φωνὴ ὁμώνυμος εἰς διάφορα διαιρουμένη σημαινόμενα. τὰ μὲν γὰρ γένη καὶ ὅλως τὰ καθόλου φύσεώς τινός ἐστι δηλωτικά (ἡ γὰρ τοῦ ζῴου φύσις ἄλλο τί ἐστι παρὰ τὸν ἄνθρωπον καὶ παρ’ ἕκαστον τῶν λοιπῶν· ὅθεν εἰ καὶ πάντως ἐν τοῖς μερικοῖς θεωρεῖται ζῴοις, ἀλλ’ οὖν ἔχει τινὰ κατὰ τὸν αὑτῆς λόγον φύσιν, εἴτε γέγονεν εἴτε οὔ), αἱ δὲ ὁμώνυμοι φωναὶ οὐσίας ἢ ὅλως ὑποστάσεώς τινος κοινῆς οὐκ οὖσαι δηλωτικαί, πῶς ἂν λέγοιντο ἢ γίνεσθαι ἢ μὴ γίνεσθαι; τὸ γὰρ μῦς, φέρε, οὐδεμιᾶς κοινῆς φύσεως δηλωτικόν ἐστι. μηδεμιᾶς οὖν ὑποκειμένης κοινῆς φύσεως ἐν τοῖς ὁμωνύμοις, πῶς ἂν λέγοιτο ἢ γίνεσθαι ἢ μή; ὁμοίως οὖν, εἰ καὶ τὸ ὂν γένος μὲν οὐκ ἔστι, φωνὴ δὲ μόνον ὁμώνυμος, οὐδεμία δηλονότι κοινὴ φύσις ὑπὸ τοῦ ὄντος σημαίνεται. κατὰ φωνὴν γὰρ μόνην ἡ τῶν δέκα κατηγοριῶν ἐστὶ κοινωνία· οὐκ ἔστι γὰρ ὄν τι ἁπλῶς, ἀλλ’ ἢ οὐσία ἐστὶν ἢ ποσὸν ἢ τῶν ἄλλων τι. ὥστε οὐδ’ ὅτι γέγονεν, οὐδ’ ὅτι οὐ γέγονε ζητεῖν περὶ αὐτοῦ εὔλογον, ζητοῦμεν δὲ εἰ γέγονε τὸ σῶμα ἢ οὔ, εἰ γέγονεν ὁ κόσμος ἢ οὔ, καὶ εἰ γέγονε, πότερον ἐξ ὄντων ἢ ἐξ οὐκ ὄντων· καὶ οὐκ ἀδύνατον ἐπὶ τούτων καὶ ἐξ ὄντων λέγειν, εἰ δειχθείη προϋποκεῖσθαι τὴν ὕλην ἐν ᾗ ὑφίσταται τὸ γινόμενον, καὶ ἐκ μὴ ὄντων, εἰ καὶ αὐτὴ ἡ ὕλη ἅμα τῷ εἴδει εἰς τὸ εἶναι παράγοιτο. πρὸς μὲν οὖν τὸ μὴ γεγονέναι τὸ ὂν τοσαῦτα καὶ παρ’ ἡμῶν ὡς πρὸς τὸ παρὸν ἡγείσθω, ἐν ἄλλοις ἡμῖν γεγυμνασμένων ἱκανῶς τῶν τοιούτων θεωρημάτων.
亚里士多德对梅利梭斯论证的异议就是这些。但对于“存在者未曾生成”这一点,他并没有反驳;因为对于认为宇宙全体是未生成的他本人来说,这也似乎是如此。但我认为,将确立了存在者不可能生成的那个论证搁置而不加审察,是不合理的。因为单纯的存在者不可能由存在者生成,我认为这对所有人都是显而易见的(因为它在生成之前就已经存在了)。但凭什么说它也不可能由非存在者生成呢?因为决不能说由于大多数自然哲学家都这样认为,这就必然已经是真实的了(因为他们还持有很多其他不真实的观点,其中很多也被亚里士多德驳倒了)。而且,即便我们说存在者在生成之前就有能力生成,我们也不会因此就假定它的生成是由某种作为质料因的预先奠基的存在者而来的;因为有什么能妨碍我们基于它的作用因预先存在,而不是基于某种变化为生成之物的质料预先奠基,基于这一缘由说它在生成之前就有能力生成呢?因为就质料因而言,除非它自身被证明其自身是未生成的,否则将“有能力”归于它是没有道理的;因为如果质料存立这一点本身在此之前并未被证明,它怎么能被说成有能力成为某个具体事物呢?正如形式在存立之前也不能被说成有任何能力一样。因此,如果有人说“由存在者”是指“由作用因”,我们就赞同一切生成之物都是由存在者生成的(因为对任何事物而言,没有原因而拥有生成都是不可能的);但如果是指由预先奠基的质料因,那么从“存在者在生成之前有能力生成”这一说法中,就不再必然得出它是由存在者生成的,反而是由非存在者生成的,除非质料自身按照其自身的定义在此之前被证明是未生成且不灭的。无论如何,刚才所说的论证并未强迫生成的事物按质料因由存在者生成,而就该论证本身而言,质料由造物因与形式同时被一同赋予存立,因而由非存在者生成也是可能的。因为正如造物因产生先前不存在的形式一样,有什么能妨碍它也产生先前不存在的质料,以便它成为完全彻底的造物者呢?但如果它也产生质料,质料本身也必须要么由存在者要么由非存在者产生,而这将至于无穷。但或许在单纯的存在者上,探究它究竟生成了还是没有生成根本没有任何立足之地,如果存在者并不是十个范畴的属,而是一个被划分为不同含义的同名异义词的话。因为属以及一般的普遍概念乃是某种自然本性的表明者(动物的自然本性乃是不同于人也不同于其余各者的某种东西;因此,即使它完全是在个别的动物中被观察到,但无论它生成了与否,按照其自身的定义终究具有某种自然本性),但同名异义词并不能表明某种共同的实体或一般而言某种共同的存立,它们又怎能被说成要么生成要么未生成呢?例如,“鼠”这一词并未表明任何共同的自然本性。因此,既然在同名异义的事物中并不奠基于任何共同的自然本性,它又怎能被说成生成或不生成呢?同样地,如果存在者也不是属,而仅仅是同名异义词,显然也没有任何共同的自然本性由“存在者”所表示。因为十个范畴的共有仅仅在于词本身;并不存在单纯的某种存在者,它要么是实体,要么是量,要么是其余诸项之一。因此,关于它探究它生成了还是没有生成都是不合理的,而我们要探究的是物体是否生成了,宇宙是否生成了,如果生成了,是由存在者还是由非存在者生成的;关于这些,如果证明了生成之物在其中存立的质料预先奠基,说是由存在者生成的并非不可能,而如果质料本身也是同形式一起被带入存在,说是由非存在者生成的也并非不可能。因此,关于存在者未曾生成这一点,就目前而言姑且认为我们已经说了这么多,因为诸如此类的论题我们在别处已经进行了充分的探讨。
- 1.32ταύτῃ λέγειν ἡμᾶς ὡς ὅτι πρὶν γένηται ἠδύνατο γενέσθαι
指示副词 ταύτῃ(“以此缘由”)承接前面的原因短语 διὰ τὸ προυπάρχειν ... καὶ οὐχὶ διὰ τὸ ...,随后叠用的连词 ὡς ὅτι 引导由 λέγειν 所支配的名词性宾语从句(“即我们说……”)。整句的骨架为 τί γὰρ κωλύει ... λέγειν ἡμᾶς。
- 1.32μήποτε δὲ οὐδ’ ὅλως ἐπὶ τοῦ ἁπλῶς ὄντος ἔχει χώραν τὸ ζητεῖν
μήποτε 与现在时直陈式 ἔχει 连用,是哲学论证中用来委婉提出新观点或建议的惯用法(“但或许……并不……”)。句子的语法主语是带有定冠词的不定词短语 τὸ ζητεῖν εἴτε γέγονεν εἴτε μή。
