← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§546.25-548.23

场所的四种可能假定与排除质料和形式

针对亚里士多德《物理学》211b5,斐洛庞努斯概述了为何会提出关于场所本质的四种假定(质料、形式、包围者极限之间的间距、包围者的极限),通过区分法证明场所有且仅有这四种可能,继而重申排除质料与形式的理由,并引出排除间距的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.72#1

" Ἤδη τοίνυν φανερὸν ἐκ τούτων τί ἐστιν ὁ τόπος." Βούλεται λοιπὸν ἐντεῦθεν εἰπεῖν τί ἐστιν ὁ τόπος, τεσσάρων δὲ ὄντων, φησίν, ὧν ἀνάγκη ἕν τι εἶναι τὸν τόπον, εἰ δειχθείη ὅτι τὰ τρία οὐκ ἔστιν, ἐξ ἀνάγκης τὸ καταλειπόμενον τοῦτό ἐστιν ὁ τόπος.1 ἐκ γὰρ τῶν προσόντων τῷ τόπῳ προαγόμεθα εἰς τὸ νομίζειν αὐτὸν ἢ ὕλην εἶναι ἢ εἶδος ἢ τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος2 διάστημα, οἷον τὸ διάστημα τὸ μεταξὺ τῆς κοίλης ἐπιφανείας τοῦ κεράμου, ἢ αὐτὰ τὰ πέρατα τοῦ περιέχοντος, οἷον αὐτὴν τὴν κοίλην τοῦ κεράμου ἐπιφάνειαν. ᾗ μὲν γὰρ περιέχει ὁ τόπος καὶ ὁρίζει τὸ ἐν τόπῳ ὄν καὶ ἴσος ἐστὶ τῷ πέρατι αὐτοῦ, εἶδος εἶναι νομίζεται· ἡ γὰρ ἑκάστου περιγραφὴ καὶ τὸ πέρας εἶδος ἑκάστου ἐστίν, εἶδος δὲ λέγω τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ᾗ δὲ μένων εἷς καὶ ὁ αὐτὸς ἄλλοτε ἄλλα σώματα δέχεται, ἡ ὕλη δοκεῖ εἶναι· ὕλης γὰρ ἴδιον τὸ ἄλλοτε ἄλλα δέχεσθαι εἴδη καὶ οὐσίας. ᾗ δὲ πάλιν χωριστὸς ὢν ὁ τόπος καὶ ἕτερος μένων εἷς καὶ ὁ αὐτὸς ἄλλοτε ἄλλα δέχεται σώματα, δοκεῖ διάστημά τι εἶναι ἕτερον τῶν ἐν αὐτῷ γινομένων σωμάτων· οὐδαμόθεν γὰρ ἄλλοθεν ἤλθομεν εἰς ἔννοιαν τοῦ εἶναί τι τὸν τόπον, εἰ μὴ ἐκ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων· εἰ τοίνυν εἷς καὶ ὁ αὐτὸς ὢν τὰ ἀντιμεθιστάμενα δέχεται σώματα, ἔστι δὲ τὰ μετεμπίπτοντα εἰς αὐτὸν σώματα τριχῇ διαστατά, ἀνάγκη καὶ τὴν δεχομένην αὐτὰ χώραν τοιαύτην εἶναι· ὥστε καὶ ὁ τόπος τριχῇ ἂν εἴη διαστατός. ᾗ δὲ πάλιν τὸ πέρας τοῦ περιέχοντος ἐφάπτεται τοῦ περιεχομένου καὶ οὐδὲν ἐᾷ μεταξὺ διάστημα, πλὴν τὸ σῶμα τὸ περιεχόμενον, καὶ ἐν τῇ ἀντιμεταστάσει τῶν σωμάτων εὐθὺς ἕτερον ἀντεμπίπτει τῶν σωμάτων τῷ ἐξιόντι, ὡς μηδέποτε μεταξὺ τῶν περάτων κενὸν εἶναι, σώματος πέρας ἔδοξεν εἶναι ὁ τόπος. ὅτι δὲ ἀδύνατον παρ’ ἕν τι τούτων ἄλλο τι εἶναι τὸν τόπον, ἔστιν ἐκ διαιρέσεως κατασκευάσαι οὕτως. τὸ κατὰ τόπον μεταβάλλον, ἢ κατά τι τῶν ἐν αὐτῷ μεταβάλλει ἢ κατά τι τῶν περὶ αὐτό· εἰ μὲν οὖν κατά τι τῶν ἐν αὐτῷ μεταβάλλει, ἢ κατὰ τὴν ὕλην πάντως μεταβάλλει ἢ κατὰ τὸ εἶδος, εἰ δὲ κατά τι τῶν περὶ αὐτό, ἢ κατὰ τὸ διάστημα τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος ἢ κατὰ τὰ αὐτὰ τὰ πέρατα· τεσσάρων οὖν τούτων περὶ τὸν τόπον ὑπολήψεων ἀποδεδειγμένων, ἐὰν δειχθῇ μήτε εἶδος ὢν μήτε ὕλη μήτε διάστημα, ἀνάγκη αὐτὸν τὸ λειπόμενον εἶναι, λέγω δὴ τὸ πέρας τοῦ περιέχοντος. ὅτι μὲν οὖν οὔτε ὕλη οὔτε εἶδός ἐστι, καὶ ἤδη μὲν διὰ πολλῶν ἔδειξε καὶ νῦν δὲ ὑπομιμνήσκει. προστίθησι δὲ καὶ τοῦτο, ὅτι εἰ καὶ εἶδος δοκεῖ ὁ τόπος διὰ τὸ ἐν ταὐτῷ εἶναι τῷ πέρατι τοῦ περιεχομένου καὶ μήτε μείζονα εἶναι μήτε ἐλάττονα, ἀλλὰ διακρίνεται ἀπ’ αὐτοῦ τῷ τὸ μὲν εἶδος τοῦ περιεχομένου εἶναι πέρας, τὸν δὲ τόπον τοῦ περιέχοντος· εἰ γὰρ καὶ τὸ εἶδος καὶ ὁ τόπος περιέχει ἐν ταὐτῷ ὄντα καὶ ἴσα, ἀλλ’ ὁ μὲν τόπος τοῦ ἀέρος, εἰ οὗτος περιέχει, πέρας ἐστί, τὸ δὲ εἶδος τοῦ περιεχομένου σώματος.3 ὥστε οὐκ ἔστιν ὁ τόπος τὸ εἶδος. ἀλλ’ οὐδὲ ὕλη· εἰ γὰρ καὶ μένων εἷς καὶ ὁ αὐτὸς διάφορα δέχεται σώματα καὶ ταύτῃ δοκεῖ εἶναι ὕλη, ἀλλ’ οὖν πάλιν ταῦτα διακρίνονται, ὅτι ἐπὶ μὲν τῆς ὕλης αὐτήν φαμεν γεγενῆσθαι τόδε τι (ὃ γὰρ ἦν πρὸ τούτου ἀήρ, τοῦτό φαμεν γεγενῆσθαι ὕδωρ), ἐπὶ δὲ τοῦ τόπου οὐχ οὕτως· οὐ γάρ φαμεν τὸ ἀγγεῖον πρὸ τούτου μὲν ἀέρα εἶναι νῦν δὲ ὕδωρ, ἤγουν τὸ τοῦ ἀγγείου πέρας ἢ διάστημα, ἀλλ’ ὅτι ὅπου ἦν πρὸ τούτου ἀήρ, νῦν γέγονεν ὕδωρ. διά τε οὖν τούτων καὶ τῶν προειρημένων πολλῶν ὄντων ἀναγκαίων δῆλον δήπου ὅτι οὔτε ὕλη οὔτε εἶδος εἴη ἂν ὁ τόπος, ὅτι δὲ οὐδὲ διάστημά τί ἐστι μεταξὺ τῶν περάτων, δείκνυσιν οὕτως. ἀσαφὴς δὲ πάνυ ὁ τῶν λέξεων νοῦς, καὶ εἰ μὴ αὐτὸς ἐν τοῖς τοῦ κενοῦ λόγοις ἡρμήνευσεν ἑαυτόν, ἔμεινεν ἂν ἀνερμήνευτος· ἄλλοι δὲ ἄλλως τῇ τοῦ ῥητοῦ ἐπιβάλλουσιν ἐννοίᾳ. εἰ ἦν, φησίν, ὁ τόπος τὸ μεταξὺ τῶν περάτων διάστημα, ἐγγινομένου δηλονότι ἐν αὐτῷ τοῦ σώματος ἐχώρησεν ἂν τὸ τοπικὸν διάστημα διὰ τοῦ διαστήματος τοῦ σώματος· ἐδέξατο γὰρ δηλονότι ὁ τόπος κατὰ πᾶσαν ἑαυτοῦ διάστασιν τὸ σῶμα, ὥστε δι’ ἀλλήλων ἐχώρησαν αἱ διαστάσεις, ἡ τοῦ τε σώματος καὶ τοῦ τόπου.

“因此,从这些来看,场所究竟为何物如今已然明了。” 于是他从此希望说明场所究竟为何物;他说,既然有四种事物,场所必然是其中之一,那么如果证明了其中的三种不是[场所],必然剩下的这一种就是场所。因为我们正是从属于场所的固有属性出发,被引导去认为它要么是质料,要么是形式,要么是包围者的诸极限之间的间距(例如陶罐凹面之间的间距),要么是包围者的诸极限本身(例如陶罐的凹面本身)。因为就场所包围并规定处于场所之中的事物、且与它的极限相等而言,场所被认为是形式;因为各物的轮廓和极限即是各物的形式,而我所说的形式是指关乎形状和模样的[形式]。另一方面,就它保持为一个且同一者、并在不同时刻接纳不同物体而言,它看来是质料;因为在不同时刻接纳不同的形式和实体乃是质料的固有属性。再次,就场所是可分离的、并且作为另一个保持为一个且同一者而在不同时刻接纳不同物体而言,它看来是某种不同于在其内部生成的诸物体的间距;因为我们绝非从任何其他来源、而仅仅是从物体的相互置换中得出场所是某种东西的观念。因此,如果它作为一个且同一者接纳相互置换的诸物体,而进入其中的诸物体是三维伸展的,那么接纳它们的位置也必然是如此的;从而场所也将是三维伸展的。再次,就包围者的极限与被包围者相接触、且中间除了被包围的物体之外不留下任何间距,以及在物体的相互置换中另一物体立刻替换退出者而进入,以至于诸极限之间绝不存在空虚而言,场所曾被认为是物体的极限。而场所不可能在这几者之一以外是别的任何东西,可以通过区分法这样确立。依场所而变化之物,要么依其内部的某种事物而变化,要么依其周围的某种事物而变化。如果它依其内部的某种事物而变化,则无论如何要么依质料变化要么依形式变化;如果它依其周围的某种事物而变化,则要么依包围者的诸极限之间的间距变化,要么依这些极限本身变化。因此,关于场所的这四种假定既已得到表明,如果证明它既非形式、亦非质料、亦非间距,那么它必然是剩下的那一种,即包围者的极限。至于它既非质料亦非形式,他不仅此前已通过诸多论证予以证明,如今也再次提醒我们。并且他还补充了这一点:即便场所由于与被包围者的极限处于同一处且既不更大也不更小而看似形式,但形式是被包围者的极限,而场所是包围者的[极限],因这一差异而与形式区别开来。因为即便形式和场所都作为处于同一处且相等者而进行包围,但场所是空气(若空气进行包围)的极限,而形式则是被包围物体的[极限]。因此场所不是形式。但它也不是质料;因为即便它保持为一个且同一者而接纳不同的物体,并以此看来是质料,但这两者又因如下一点而区别开来:在质料的情形下,我们说是质料自身变成了这一具体物(因为在此之前是空气的东西,我们说它变成了水);但在场所的情形下却并非如此,因为我们并不说容器(即容器的极限或间距)在此之前是空气而现在是水,而是说在此之前曾有空气的地方,现在生成了水。因此,通过这些理由以及此前所述的诸多必然论点,显而易见场所既不可能是质料也不可能是形式;至于它也不是诸极限之间的任何间距,他如下加以证明。然而文句的意思极其晦暗,若非他本人在论空虚的论述中对自己作了解释,这文句本会一直得不到解释;而不同的注疏家对这段原文的意旨也有不同的理解。他说,如果场所是诸极限之间的间距,显然当物体在其中生成时,场所的间距便会穿过物体的间距;因为场所显然是在其自身的全部维度上接纳了物体,以至于这些维度(即物体的维度和场所的维度)彼此相互贯通了。

语法注3 条
  1. 4.72τεσσάρων δὲ ὄντων, φησίν, ὧν ἀνάγκη ἕν τι εἶναι τὸν τόπον, εἰ δειχθείη ὅτι τὰ τρία οὐκ ἔστιν, ἐξ ἀνάγκης τὸ καταλειπόμενον τοῦτό ἐστιν ὁ τόπος

    τεσσάρων δὲ ὄντων 为独立属格结构,其中属格关系代词 ὧν 以 τεσσάρων 为先行词,在不定式短语 ἕν τι εἶναι τὸν τόπον 中作部分属格。整个条件句(εἰ δειχθείη...)以陈述语气现在时(ἐξ ἀνάγκης... ἐστιν)作为主句归结,表达了通过排除法从这四种穷尽的候选项中得出的必然结论。

  2. 4.72τῷ τὸ μὲν εἶδος τοῦ περιεχομένου εἶναι πέρας, τὸν δὲ τόπον τοῦ περιέχοντος

    定冠词与格 τῷ 依附于前面的 διακρίνεται ἀπʼ αὐτοῦ(与它[形式]区别开来),表示区分的根据或角度。在由 τῷ 引导的名词性从句中,并列了两个带宾格主语和宾格补足语的不定式结构(τὸ μὲν εἶδος... εἶναι πέρας 以及省略了 εἶναι 的 τὸν δὲ τόπον... [εἶναι πέρας])。

  3. 4.72εἰ ἦν, φησίν, ὁ τόπος τὸ μεταξὺ τῶν περάτων διάστημα, ἐγγινομένου δηλονότι ἐν αὐτῷ τοῦ σώματος ἐχώρησεν ἂν τὸ τοπικὸν διάστημα διὰ τοῦ διαστήματος τοῦ σώματος

    与事实相反的虚拟条件句(εἰ ἦν... ἐχώρησεν ἄν)。归结句中插入了独立属格 ἐγγινομένου... τοῦ σώματος,用以表示时间或条件性前提(“当物体在其中生成时/若物体在其中生成”)。通过过去直说语气加 ἄν,导出了场所的间距会贯通物体的间距这一荒谬结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:546.25-548.23