- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:545.3-546.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《物理学》211a27–211b1,论证了严格意义上的第一场所是与所容之物相等的极限,并根据连续性以及运动模式澄清了“在场所中”与“在整体中”的区别。
" Εἰ γὰρ ἅπας ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ὁ ἑκάστου τόπος καὶ ἕκαστον." Ὅτι οὐκ ἔστιν ὁ πᾶς ἀὴρ τόπος, ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ προσεχῶς περιέχον ἕκαστον, δείκνυσιν ἐκ τοῦ προειλημμένου περὶ τοῦ τόπου ἀξιώματος, ὅτι ἴσος ἐστὶ τῷ ἐν τόπῳ καὶ οὔτε μείζων οὔτε ἐλάττων. εἰ οὖν ὅλος ὁ ἀὴρ εἴη τόπος, οὐκ ἔσται ἴσος ὁ τόπος ἑκάστου ἐκείνῳ, νῦν δέ ἐστιν, οὐκ ἄρα ὁ πᾶς ἀὴρ τόπος, ἀλλ’ εἰ καὶ λέγεται τόπος ἡμῶν, ἀπὸ μέρους1 λέγεται διὰ τὸ περιέχον αὐτοῦ μόριον ἡμᾶς. δοκεῖ δὲ τοιοῦτος ὁ πρῶτος ἐν ᾧ ἐστιν. δοκεῖ, φησίν, ὁ πρῶτος τόπος, ἐν ᾧ ἕκαστόν ἐστιν, ἴσος εἶναι ἐκείνῳ, ὅπερ ὡς ἐν τόπῳ 〈ἐν〉 αὐτῷ ἐστι. τὸ δὲ δοκεῖ ἀντὶ τοῦ φαίνεται καὶ ἔστι.2
“因为若全部空气是场所,各物的场所与各物便不会相等。” 并非全部空气是场所,而是它直接包围各物的极限[才是场所],这一点他是从预先领会的关于场所的公理来证明的,即[场所]与处于场所中的事物相等,既不更大也不更小。因此,如果整个空气是场所,各物的场所便不会与该物相等,但事实上是相等的,所以全部空气并不是场所;即便它被称为我们的场所,也是由于包围我们的那一部分而以偏概全地被称呼的。“而它处于其中的第一[场所]看来是这样的。”他说,各物处于其中的第一场所,看来与作为处于场所中而在它之内的该事物相等。而“看来”在这里用来代替“显明且确实是”。
"Ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον, ἀλλὰ συνεχές." Εἰπὼν τίς ἐστιν ὁ πρῶτος τόπος, διακρίνει λοιπὸν τὰ ὡς ἐν τόπῳ τῶν ὡς ἐν ὅλῳ, ἐπειδὴ καὶ τὰ μόρια περιέχεται ὑπὸ τοῦ ὅλου, καὶ οὔτε μεῖζόν ἐστιν οὔτε ἔλαττον τῶν μορίων τὸ ὅλον. τίς οὖν ἡ διάκρισις; ὅτι τὰ μὲν μόρια, φησί, τοῦ ὅλου οὐκ εἰσὶ διῃρημένα, ἀλλὰ συνεχῆ ἐστι πρὸς τὸ ὅλον, τὰ δὲ ἐν τῷ πρώτῳ τόπῳ ὄντα οὐκ εἰσὶ συνεχῆ, ἀλλὰ πρὸς αὐτὸν μόνον διῃρημένα.
“因此,当包围者未被分割而是连续的时。” 在说明了第一场所是何物之后,他接下来将如在场所之中的事物与如在整体之中的事物区分开来,因为各部分也由整体所包围,且整体相比于诸部分既不更大也不更小。那么这一区分是什么呢?他说,乃在于整体的各部分并未被分割,而是与整体相连续,而处于第一场所之中的事物则不相连续,而仅仅与它分割开来。
"Ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ ὄντος οὔτε μεῖζον τοῦ διαστήματος,3 ἀλλ’ ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων." Τὸ πέρας, φησί, τοῦ περιέχοντος οὔτε μέρος ἐστὶ τοῦ ἐν αὐτῷ, ἀλλ’ ἔξωθεν αὐτοῦ καὶ ἀλλότριον, οὔτε μεῖζον αὐτοῦ ἐστιν οὔτε ἔλαττον. καὶ τοῦτο κατασκευάζων ἐπήγαγε τὸ ‘ἐν γὰρ τῷ αὐτῷ τὰ πέρατα τῶν ἁπτομένων’, τουτέστιν ἅμα καὶ κατὰ ταὐτὸν ἅπτονται τοῖς πέρασι τὰ ἁπτόμενα, πέρατα δὲ τῶν σωμάτων ἐπιφάνειαι. ἐπεὶ οὖν ἐφαρμόζουσιν ἀλλήλαις αἱ ἐπιφάνειαι, ἐφαρμόσει δηλονότι ἡ τοπικὴ ἐπιφάνεια τῇ τοῦ ἐν τόπῳ, ἐφαρμοζουσῶν δὲ μία γίνεται, ὥστε ἐν ταὐτῷ ἄμφω· εἰ δὲ καὶ ἐν ταὐτῷ, καὶ ἴσαι· οὔτε μεῖζον ἄρα οὔτε ἔλαττον τὸ περιέχον τοῦ περιεχομένου, ἀλλ’ ἴσον.
“它既不是处于其中的事物的组成部分,也不大于间距,而是相等;因为相接触之物的最外端处在同一之处。” 他说,包围者的极限既不是处于其中的事物的组成部分,而是在它之外且属异在的,也不比它更大或更小。为了确证这一点,他补充道“因为相接触之物的极限处在同一之处”,也就是相接触之物以其极限同时且在同一处相接触,而物体的极限即是表面。因此,既然诸表面相互重合,场所的表面显然将与处于场所之中的事物的表面重合,重合时便合而为一,从而两者处在同一之处;而如果在同一之处,便也是相等的;因此包围者相比于被包围者既不更大也不更小,而是相等。
"Καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετ’ ἐκείνου, διῃρημένον δὲ ἐν ἐκείνῳ." Ἑτέρα διάκρισις τῶν ἐν τόπῳ καὶ τῶν ἐν ὅλῳ. τὰ μὲν μόρια, φησί, συνεχῆ ὄντα τῷ ὅλῳ οὐ κινεῖται ἐν τῷ ὅλῳ, ἀλλὰ μετὰ τοῦ ὅλου (κινουμένου γὰρ τοῦ ὅλου συγκινεῖται καὶ τὸ μέρος, ἐν μέντοι τῷ ὅλῳ ὡς ἐν τόπῳ οὐ κινεῖται), τὰ δὲ ἐν τόπῳ διῃρημένα ὄντα τοῦ τόπου οὐ μετὰ τοῦ τόπου κινεῖται, ἀλλ’ ἐν τῷ τόπῳ, ὥσπερ ἡ σφαῖρα καὶ τὸ ἐν τῷ κάδῳ ὕδωρ τοῦ τόπου ἀκινήτου ὄντος περὶ αὐτὸν κινεῖται. κἂν ὁ τόπος δέ, φησί, κινῆται,4 οἷον τὸ ἀγγεῖον, οὐ σὺν αὐτῷ, ἀλλ’ ἐν αὐτῷ κινεῖται τὸ ὕδωρ· ὅλως γὰρ οὐδέ ἐστι πρῶτος τόπος τὸ ἀγγεῖον, ἀλλ’ ἡ κοίλη αὐτοῦ ἐπιφάνεια, ἥτις καὶ ἀκίνητός ἐστιν. οὔτε οὖν ἡ χεὶρ ἐν τῷ ὅλῳ λέγοιτο ἂν κινεῖσθαι ἀλλὰ μετὰ τοῦ ὅλου, οὔτε τὰ ἐν τόπῳ μετὰ τοῦ τόπου κινεῖσθαι ἀλλ’ ἐν τῷ τόπῳ. οὐ ταὐτὸν ἄρα τὰ ἐν τόπῳ καὶ τὰ ἐν ὅλῳ.
“而处于连续状态时,它不是在其中运动而是随它运动;处于分割状态时,则是在其中[运动]。” 这是处于场所之物与处于整体之物的另一种区分。他说,诸部分由于与整体连续,不是在整体之中运动,而是随整体运动(因为整体运动时,部分也随之运动,但并不是如在场所中一般在整体之中运动);相反,处于场所之物由于与场所分割开来,不是随场所运动,而是在场所之中运动,正如天球或桶中之水在场所静止时绕着它运动一样。他说,即使场所(例如容器)运动,水也不是随它运动,而是在它之中运动;因为容器根本不是第一场所,它的凹面才是,而这凹面是静止的。因此,手不会被称为在整体之中运动而是随整体运动,处于场所之物也不会被称为随场所运动而是在场所之中运动。因此,处于场所之物与处于整体之物不是同一回事。
"Ἔτι ὅταν μὴ διῃρημένον ᾖ, ὡς μέρος ἐν ὅλῳ λέγεται, οἷον ὡς ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ." Δοκεῖ ταυτολογεῖν· τὰ αὐτὰ γὰρ πάλιν λέγει. ἀλλ’ ἐπειδὴ ἀνωτέρω δίχα παραδειγμάτων τοὺς λόγους ἔθηκε, διὰ τοῦτο νῦν ἀνέλαβεν, ἵνα καὶ τὰ παραδείγματα προσθῇ.
“再者,当它未被分割时,便被说成如同部分在整体之中,例如视觉在眼中,或手在身体中。” 他似乎在重述同样的话,因为他又说了相同的内容。但由于他此前在未举例的情况下陈述了论证,为此他现在重新提起,以便把具体例证也补充进去。
- 4.67ἀπὸ μέρους
修辞学与逻辑学上的提喻用法,意为“根据部分而言(以偏概全)”。此处解释为何称整个空气为我们的场所,乃是因为它包围着我们的那个局部(τὸ περιέχον αὐτοῦ μόριον)。
- 4.67τὸ δὲ δοκεῖ ἀντὶ τοῦ φαίνεται καὶ ἔστι
针对动词 δοκεῖ(“看来/似乎”)的句法与语义学注释,指出此处并非指单纯的主观臆断,而是确凿地表达客观事实(φαίνεται καὶ ἔστι,“显明且确实是”)。
- 4.69τοῦ διαστήματος
由比较级 μεῖζον 支配的比较属格。此处的 διάστημα 并非指独立的虚空间距,而是指所容物体的自身“延展/体积”,斐洛波诺斯在注文中亦将其转述为 οὔτε μεῖζον αὐτοῦ(“不大于它”)。
- 4.70κἂν ὁ τόπος δέ, φησί, κινῆται
由缩合形式 κἂν ... δέ (καὶ ἐὰν δέ) 构成的让步条件从句。插入成分 φησί 的主语指亚里士多德,表明论证预先处理可能出现的反驳(即器皿移动的情形)。
