- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:543.5-545.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注释亚里士多德《物理学》第四卷第四章(211a4–211a23),论述了朝向自然场所的运动与静止作为场所属性的要求、给出定义的规范与方法论标准,以及区分就自身与按偶性的空间运动对于确立场所概念的作用。
" Καὶ φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις." Οὐχ ὡς ἄλλο τι ὑπάρχον τῷ τόπῳ τοῦτο ἐπήγαγεν, ἀλλ’ ὡς ἀκόλουθον τῷ “πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω” ἢ καὶ κατασκευαστικόν·1 οὕτω γάρ ἐστιν ἐν τοῖς τόποις τὸ ἄνω καὶ τὸ κάτω, ὡς ἕκαστον φέρεσθαι φυσικῶς ἐπὶ τὸν ἑαυτοῦ τόπον, καὶ ἐν μὲν τῷ παρὰ φύσιν ὄντα τόπῳ μὴ ἐθέλειν μένειν ἐν τούτῳ, ἀλλ’ ὁρμῇ φυσικῇ ἐπὶ τὸν οἰκεῖον ἐπείγεσθαι, γενόμενα δὲ ἐν τῷ κατὰ φύσιν μένειν ἐν τούτῳ καὶ οὐκ ἂν μετακινηθῆναι τούτου ἢ βίᾳ.
“并且依本性被运送,并在固有的诸场所中停留。” 他补充这一点,并非作为属于场所的另一种属性,而是作为“每一场所皆有上与下”的推论,甚至是对它的确证;因为上与下在诸场所中是以如下方式存在的:各物本性上向着它自己的场所被运送,而在处于反乎本性的场所中时不愿留在此处,而是依本性的冲动奔向固有的场所,但一旦进入合乎本性的场所便留在此处,若非凭借外力便不会从此被挪动。
"Ὑποκειμένων δὲ τούτων τὰ λοιπὰ θεωρητέον." Τουτέστι τὰ τούτοις ἀκόλουθα. δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι, ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι καὶ τὰ ἑξῆς. κανόνα ἡμῖν διὰ τούτων ἐκτίθεται χρησιμώτατον, ὅπως ὀφείλομεν τοὺς περὶ τῶν πραγμάτων ἀποδιδόναι λόγους. δεῖ, φησί, τὸν ἀποδιδόμενον λόγον περὶ τοῦ τόπου τοιοῦτον εἶναι, ὥστε καὶ πᾶσαν ἀπορίαν πρὸς τὸ πρᾶγμα φερομένην δι’ ἑαυτοῦ λύειν, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ πράγματι σῴζειν ἐν ἑαυτῷ, καὶ ἔτι δεικνύναι δι’ ἑαυτοῦ τί τὸ αἴτιον γέγονε τῆς περὶ τὴν εὕρεσιν τοῦ πράγματος δυσκολίας, καὶ τί τὸ κινῆσαν τὰς περὶ αὐτοῦ ἀπορίας. τὴν δὲ λέξιν ἔχουσάν τι δυσχερὲς περὶ τὴν σύνταξιν οὕτως ἀναγνωστέον ‘δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι, ὅπως τὸ τί ἐστιν οὕτως ἀποδοθήσεται’ καὶ τὰ ἑξῆς· κατὰ κοινοῦ οὖν τὸ οὕτως.2
“在这些被假定之后,剩下的事情必须加以考察。” 也就是随这些而来的事情。而且必须尽力如此进行探讨,以便使“何所是”得以给出,从而使诸难点得到解决,等等。通过这些,他向我们展示了一条关于我们应当如何给出事物定义的极有用的准则。他说,就场所给出的定义必须是这样的:它自身能够解决针对该事物提出的每一个难点,并在自身之中保全依共同概念而属于该事物的诸属性,此外还通过自身显明什么是寻找该事物时遇到的困难的原因,以及是什么引发了关于它的诸难点。而这一句法上带有某种困难的文句应当如此读作:“必须尽力如此进行探讨,以便使‘何所是’亦如此得以给出”,等等;因此,“如此”是共同被领会的。
"Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον." Πόθεν εἰς ἔννοιαν ὅλως ἤλθομεν τοῦ τόπου διὰ τούτων ζητεῖ, καί φησιν ὅτι ἐκ τῆς κατὰ τόπον κινήσεως.
“首先必须明白,若非存在就空间而言的运动,场所便不会被探求。” 通过这些,他探究我们究竟从何获得了场所的概念,并指出乃是出于就空间而言的运动。
"Ταύτης δὲ τὸ μὲν φορά, τὸ δὲ αὔξησις καὶ φθίσις." Ταύτης, οὐ τῆς κινήσεως ἁπλῶς, ἀλλὰ τῆς κατὰ τόπον κινήσεως. ὅτι δὲ καὶ ἡ αὔξησις καὶ ἡ φθίσις κατὰ τόπον τινὲς κινήσεις εἰσί, κατασκευάζει ἐκ τοῦ μὴ τὸν αὐτὸν τὰ αὐξανόμενα κατέχειν τόπον, ἀλλ’ ὁτὲ μὲν μείζονα ὁτὲ δὲ ἐλάττονα. ἐπεὶ οὖν ἢ αὔξεταί τι ἢ φθίνει, ταύτῃ πάντως ἀμείβει τὸν τόπον ἐπὶ τὸ μεῖζον ἢ ἐπὶ τὸ ἔλαττον, ταύτῃ δήπου κατὰ τόπον κινήσεις εἰσίν.
“而在这之中,一部分是位移,另一部分是增长与缩减。” “在这之中”,并非单单在运动之中,而是在就空间而言的运动之中。至于增长与缩减也是某种就空间而言的运动,他是从增长之物并不占据相同的场所、而是时而占据较大的场所时而占据较小的场所这一事实来确证的。因此,既然某物要么增长要么缩减,在这一方面它必定朝着更大或更小更换场所,由此它们无疑是就空间而言的运动。
"Ἔστι δὲ κινούμενον τὸ μὲν καθ’ αὑτὸ ἐνεργείᾳ, τὸ δὲ κατὰ συμβεβηκός." Ἐπειδὴ εἶπεν ὅτι ἐκ τῶν κατὰ τόπον κινουμένων εἰς τὴν τοῦ τόπου ἤλθομεν ἔννοιαν, εἰπὼν τίς ποτέ ἐστιν ἡ κατὰ τόπον κίνησις βούλεται καὶ τῶν κατὰ τόπον κινουμένων διαίρεσιν ποιήσασθαι, ἐπεὶ μὴ πάντα τὰ ὁπωσοῦν λεγόμενα κατὰ τόπον κινεῖσθαι εἰς τὴν τοῦ τόπου συμβάλλεται ἔννοιαν, ἵνα δείξῃ ποῖα μὲν συμβάλλεται ποῖα δὲ οὔ. φησὶν οὖν ὅτι τῶν ἐν τόπῳ κινουμένων τὰ μὲν καθ’ αὑτὸ κινεῖται, τὰ δὲ κατὰ συμβεβηκός. οὐδὲν οὖν τῶν κατὰ συμβεβηκὸς κινουμένων συντελεῖ εἰς τὴν τοῦ τόπου ἔννοιαν, ἀλλὰ μόνως τὰ καθ’ αὑτὰ κινούμενα, καίτοι τινὰ τῶν κατὰ συμβεβηκὸς κινουμένων οἷά τέ ἐστι καὶ καθ’ αὑτὰ κινεῖσθαι, ὡς ὁ πλωτὴρ καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος καὶ τὰ μόρια τοῦ ὅλου, ἀλλ’ ὅμως, ἔστ’ ἂν μετὰ τοῦ ὅλου κινῶνται,3 οὐδὲν ἡμῖν συντελεῖ· κατὰ συμβεβηκὸς γὰρ κινεῖται. ὥσπερ οὖν οὐ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται· οὐ γάρ ἐστι καθ’ αὑτὰ ἐν τόπῳ. διὰ τοῦτο οὖν οὐδ’ εἰς ἔννοιαν ἡμᾶς ἄγει τοῦ τόπου.
“在被运动的事物中,一部分是现实中就自身[被运动],另一部分则是按偶性[被运动]。” 既然他说过我们是从就空间而被运动的事物中获得了场所的概念,在说明了什么是就空间而言的运动之后,他又想对就空间而被运动的事物进行划分,因为并非凡是以某种方式被称为就空间而运动的事物都能促成场所的概念,以便表明哪些能促成,哪些不能。因此他说,在场所中被运动的事物,有些是就自身运动,有些是按偶性运动。因此,按偶性被运动的事物绝不能促成场所的概念,而唯有就自身被运动的事物才能促成;尽管按偶性被运动的事物中的某些,如乘客、船上的钉子以及整体的各部分,也能够就自身被运动,但只要它们随着整体一同运动,便对我们毫无促成作用;因为它们是按偶性运动的。因此,正如它们在严格意义上不被运动一样,它们同样也不需要场所;因为它们并不是就自身处于场所之中。因此由于这个缘故,它们甚至不能引导我们获得场所的概念。
"Ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ." Βούλεται μὲν ἐνταῦθα διακρῖναι τὰ ὡς ἐν τόπῳ ὄντα τῶν ὡς ἐν ὅλῳ ὄντων, πρότερον δὲ τίς ἐστιν ὁ κυρίως τόπος πάλιν δείκνυσιν. ἐπειδὴ γὰρ ὅλως ἐμνήσθη τῶν ὡς ἐν ὅλῳ ὑπαρχόντων, ἅπερ φησὶ δύνασθαι μὲν κινεῖσθαι καθ’ αὑτά, ἔστ’ ἂν δὲ ὅμως ἐν τῷ ὅλῳ ὑπάρχωσι κατὰ συμβεβηκὸς μόνως κινεῖσθαι, βούλεται διακρῖναι αὐτὰ τῶν ὡς ἐν τόπῳ· μᾶλλον γὰρ οὕτω δειχθήσεται μηδὲν συντελοῦντα ἡμῖν εἰς τὴν τοῦ τόπου ἔννοιαν.
“而既然我们因在空气之中、且这[空气]在天之中而说如在场所中一般在天之中。” 他在这里想要将如在场所之中的事物与如在整体之中的事物区分开来,但在此之前他又重新表明什么是严格意义上的场所。因为既然他毕竟提到了如在整体之中存在的事物(他说这些事物虽然能够就自身运动,但只要存在于整体之中便唯独按偶性运动),他便想将它们与如在场所之中的事物区分开来;因为这样一来,将更清楚地表明它们对于我们获得场所的概念毫无促成作用。
- 4.61ἀλλ’ ὡς ἀκόλουθον τῷ “πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω” ἢ καὶ κατασκευαστικόν
ἀκόλουθον与κατασκευαστικόν均为受ὡς支配的中性单数宾格形容词,与前文的οὐχ ὡς ἄλλο τι ὑπάρχον形成平行对比(οὐχ ὡς... ἀλλ’ ὡς...)。带冠词的不定词短语τῷ “πάντα τόπον ἔχειν...”作为名词化的与格补足成分,从属于ἀκόλουθον。
- 4.62κατὰ κοινοῦ οὖν τὸ οὕτως
注疏者借用“共同领会”(apo koinou)的修辞与句法结构来解决亚里士多德原文中的句法困难(δυσχερὲς περὶ τὴν σύνταξιν)。短语κατὰ κοινοῦ意指副词οὕτω(ς)既修饰主句中的ποιεῖσθαι,又向下兼指ὅπως从句中的ἀποδοθήσεται,从而使随后引申的ὥστε结果从句在逻辑与句法上更为严整。
- 4.65ἔστ’ ἂν μετὰ τοῦ ὅλου κινῶνται
连词ἔστ’ ἂν(即ἔστε ἄν)搭配中被动态现在时虚拟式κινῶνται,引导一个表时间及条件限度的从属分句,意为“只要它们随着整体一同运动”。
