- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:541.15-543.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯阐明了运动(位移、增长、缩减)如何引出场所概念,辨析了就自身运动与按偶性运动以及在整体之中与在场所之中的区别,并通过相接触的界面的重合解释了严格意义上的场所为何与被包围者大小相等。
εἰ μὲν γὰρ ἀκίνητα ἦν τὰ πράγματα τὴν μεταβατικὴν κίνησιν,1 οὐδέποτε ἂν εἰς ἔννοιαν ἤλθομεν τοῦ ἕτερον μὲν εἶναι τὸν τόπον, ἕτερον δὲ τὸ ἐν τόπῳ (μήποτε γὰρ ἕν τι καὶ συνεχὲς ἦν τὸ πᾶν),2 νῦν δὲ τῷ ὁρᾶν μεταβαίνοντα τὰ πράγματα καὶ ἄλλοτε ἀλλαχοῦ γινόμενα εἰς ἔννοιαν ἤλθομεν τοῦ ἕτερον εἶναι τὸ δεκτικόν, ὅπερ ἐστὶν ὁ τόπος, καὶ ἕτερον τὸ ἐν τούτῳ γινόμενον· διό, φησί, μάλιστα τὰ οὐράνια ἐν τόπῳ εἶναι ὑπονοοῦμεν, διότι καὶ μάλιστα ἐν τούτοις θεωρεῖται ἡ κατὰ τόπον κίνησις. εἰπὼν δὲ ὅτι ἡ κατὰ τόπον κίνησις εἰς ἔννοιαν ἡμᾶς ἤγαγε τοῦ τόπου, ἀπαριθμεῖται οὖν αὐτῆς τὰ εἴδη, ἵνα σαφέστερον δείξῃ ἐφ’ ἑκάστου τῶν εἰδῶν, ὅτι ταῦτά ἐστι τῆς κατὰ τόπον μεταβολῆς αἴτια. τρία γοῦν, φησί, τῆς κατὰ τόπον κινήσεως τὰ εἴδη, φορὰ αὔξησις μείωσις. καὶ γὰρ τὰ αὐξόμενα ἢ μειούμενα τόπον ἐκ τόπου μεταβάλλει, εἰ καὶ μὴ καθ’ ὅλα, ἀλλ’ οὖν κατὰ μόρια· καὶ καθ’ ὅλα δέ, εἰ καὶ μὴ ἄλλον ἐξ ἄλλου τόπον ἀμείβει, ἀλλ’ οὖν ὅλα ὡς ὅλα ποτὲ μὲν μείζονα, ὅταν αὔξηται, ποτὲ δὲ ἐλάττονα, ὅταν μειῶται, τόπον καταλαμβάνει. τῶν δὲ κινουμένων κατὰ τόπον, φησί, τὰ μὲν καθ’ αὑτὸ κινεῖται, τὰ δὲ κατὰ συμβεβηκός, καὶ τῶν κατὰ συμβεβηκὸς κινουμένων τὰ μὲν τοιαῦτά ἐστι, φησίν, ὡς δύνασθαι καὶ καθ’ αὑτὰ κινεῖσθαι, ὡς ὁ πλωτήρ, φησί, καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος καὶ τὰ μόρια τοῦ ὅλου· καὶ γὰρ ὁ πλωτὴρ καὶ ὁ τοῦ πλοίου ἧλος κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ πλοίου, καὶ τὰ μόρια δὲ κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ ὅλου. ἀλλὰ ταῦτα μὲν πάντα κατὰ συμβεβηκὸς κινούμενα καὶ καθ’ αὑτὸ κινεῖσθαι δύναται (καὶ γὰρ τὰ μόρια ἀποτμηθέντα τοῦ ὅλου, οἷον χεὶρ ἢ πούς, κινεῖσθαι καθ’ αὑτὸ πέφυκεν· εἰ γὰρ καὶ μὴ ἔστιν ἔτι μόριον ἀποτμηθέν, ἀλλ’ οὖν ὡς οὐσία καθ’ αὑτὸ κινεῖσθαι δύναται), τὰ μέντοι συμβεβηκότα, οἷον τὸ λευκὸν τὸ σιμὸν καὶ τὰ τοιαῦτα, κατὰ συμβεβηκὸς κινούμενα κινουμένου τοῦ ἀνθρώπου καθ’ αὑτὰ κινεῖσθαι οὐ δύναται, ἐπεὶ μηδὲ χωρισθῆναι δύναται τοῦ ἐν ᾧ εἰσι. ταῦτα δὲ προσέθηκεν, ἐπειδὴ εἶπεν ὅτι ἡ κατὰ τόπον κίνησις εἰς τὴν τοῦ τόπου ἔννοιαν ἡμᾶς ἤγαγε, δεῖξαι θέλων ὅτι οὐχ ἁπλῶς τὰ ὁπωσοῦν κινούμενα κατὰ τόπον εἰς τὴν τοῦ τόπου συμβάλλεται ἔννοιαν, ἀλλὰ μόνα τὰ καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός, ὥσπερ οὐδὲ κινεῖται κυρίως, οὕτως οὐδὲ τόπου προσδεῖται οὐδὲ εἰς τὴν γνῶσιν αὐτοῦ συντελεῖ. ταῦτα εἰπὼν διακρίνει ἀπ’ ἀλλήλων τὰ ὡς ἐν ὅλῳ καὶ τὰ ὡς ἐν τόπῳ, ἐπεὶ καὶ πολλὰ τῶν ὑπαρχόντων τῷ πρώτῳ τόπῳ, ὃς καὶ κυρίως ἐστὶ τόπος, λέγω δὴ τῷ προσεχῶς ἕκαστον περιέχοντι, ὑπάρχει καὶ τῷ ὅλῳ· καὶ γὰρ τὸ ὅλον περιέχει τὰ μέρη, καὶ οὔτε μεῖζον αὐτῶν οὔτε ἔλαττόν ἐστιν. ἔτι ὥσπερ φέρονται ἐπὶ τοὺς ἑαυτῶν τόπους ἕκαστα, οὕτω δὲ καὶ ἐπὶ τὰς ἑαυτῶν ὁλότητας. πρότερον δὲ πάλιν τίς ἐστιν ὁ κυρίως τόπος λέγει, ὅτι οὐκ ἐπειδὴ λεγόμεθα εἶναι ἐν τῷ κόσμῳ, ὁ κόσμος ἡμῶν ἐστι τόπος, ἀλλ’ ὅτι ἐν τῷ ἀέρι ἐσμέν, καὶ ἐν τούτῳ δὲ λεγόμεθα εἶναι, διότι ἐν τῷδε τῷ μέρει αὐτοῦ τῷ προσεχῶς ἕκαστον περιέχοντι· οὗτος οὖν ὁ κυρίως τόπος. τούτου οὖν ὄντος τοῦ κυρίως τόπου διαφέρει τὸ ὡς ἐν ὅλῳ τοῦ ὡς ἐν τόπῳ, ὅτι τὸ μὲν ὡς ἐν ὅλῳ συνεχές ἐστι πρὸς τὸ ὅλον, ἐν ᾧ λέγεται εἶναι, τὸ δὲ ἐν τόπῳ οὐ συνεχές ἐστι πρὸς τὸν τόπον, ἀλλὰ ἁπτόμενον (ἕτερον γὰρ τὸ τοπικὸν πέρας καὶ ἕτερον τὸ τοῦ ἐν τόπῳ), καὶ ὅτι τὸ μὲν ἐν ὅλῳ οὐ κινεῖται ἐν τῷ ὅλῳ, ἀλλὰ μετὰ τοῦ ὅλου κινεῖται, τὸ δὲ ὡς ἐν τόπῳ, κἄν τε κινῆται ὁ τόπος (οἷόν ἐστι τὸ ἀγγεῖον) κἄν τε μή, αὐτὸ καθ’ αὑτὸ ἐν τῷ τόπῳ κινεῖσθαι δύναται· τά τε γὰρ κύκλῳ κινούμενα ἐν τῷ ἑαυτῶν τόπῳ κινεῖται, καὶ τὰ ὑγρὰ τὰ ἐν τοῖς ἀγγείοις, οἷον τὸ ἐν τῇ λεκάνῃ ἢ τῷ κεράμῳ ὕδωρ. Ἔτι τὸν πρῶτον μήτε ἐλάττω μήτε μείζω. καὶ πῶς, εἰ περιέχει ὁ τόπος, οὔτε μείζων οὔτε ἐλάττων ἔσται; τὸ γὰρ περιέχον μεῖζον τοῦ περιεχομένου. φημὶ οὖν ὅτι εἰ μὲν τὸ ὅλον σῶμα τοῦ ἀέρος λέγοις περιέχειν καὶ τόπον εἶναι, τῷ ὄντι μεῖζον ἂν εἴη τὸ περιέχον, εἰ δὲ μὴ τοῦτο εἴη τόπος ὁ πᾶς ἀήρ, ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ προσεχῶς περιέχον καὶ κυριώτατα ὂν τόπος, οὔτε μεῖζον ἔσται τοῦτο οὔτε ἔλαττον· ἐφαρμόζουσι γὰρ ἀλλήλαις αἱ ἐπιφάνειαι, ἥ τε τοπικὴ καὶ ἡ τοῦ ἐν τόπῳ.
因为,如果事物就空间位移而言是不可运动的,我们便绝不可能获得场所是一回事而处于场所之中的事物是另一回事的概念(因为整个宇宙大概会是某种单一且连续的东西);但事实上,由于看到事物发生位移并且在不同时间处于不同之处,我们才获得了容纳者(即场所)是一回事而发生在此物之中的事物是另一回事的概念。因此他说,我们最认为天体处于场所之中,乃是因为空间运动最能在这些天体中被观察到。在说明了空间运动引导我们获得场所的概念之后,他便列举出空间运动的诸形式,以便在每一种形式上更清楚地表明,这些正是引起空间变化的根由。他说,空间运动的形式至少有三种:位移、增长、缩减。因为增长或缩减的事物也是从一场所变到另一场所,即使不是就整体而言,至少也是就部分而言;而且就整体而言,即使它们并非离开一处而换到另一处场所,但整体作为整体在增长时占据较大的场所,在缩减时占据较小的场所。他说,在就空间而运动的事物中,有些是就自身运动,有些是按偶性运动;而在按偶性运动的事物中,有些是能够就自身运动的,他说,例如乘客、船上的钉子以及整体的各部分;因为船运动时乘客和船上的钉子都是按偶性运动,整体运动时各部分也是按偶性运动。然而这些按偶性运动的事物,全都可以就自身运动(因为从整体上切下的各部分,如手或脚,本性上适于就自身运动;因为即使切下来的东西不再是部分,但作为实体它仍能够就自身运动);然而偶性,如白色、塌鼻以及诸如此类的东西,在人运动时按偶性运动,却不能就自身运动,因为它们甚至不能与它们所在的事物相分离。既然他说过空间运动引导我们获得场所的概念,他补充这些正是想表明,并非任何以某种方式就空间运动的事物都能促成场所的概念,而唯有那些就自身运动的事物才能促成;按偶性运动的事物正如在严格意义上甚至不被运动一样,同样既不需要场所,也不促成对场所的认识。在说了这些之后,他将作为在整体之中的事物与作为在场所之中的事物彼此区分开来,因为属于第一位场所(亦即严格意义上的场所,我指的是直接包围各物的场所)的诸多属性,同样也属于整体;因为整体也包围各部分,且既不大于也不小于它们。此外,正如各物向着各自的场所运动一样,它们也向着各自的整体运动。但在此之前,他又说明了什么是严格意义上的场所:并不是因为我们被称为在宇宙之中,宇宙就是我们的场所,而是因为我们在空气之中,而我们被称为在空气之中,又是因为我们在直接包围各物的空气的这一部分之中;因此,这才是严格意义上的场所。既然这才是严格意义上的场所,那么作为在整体之中与作为在场所之中便有如下区别:作为在整体之中的事物与它被称为在其中的整体是连续的,但在场所之中的事物与场所并不连续,而是相接触的(因为场所的界限是一回事,处于场所之中的事物的界限是另一回事);而且在整体之中的事物不是在整体内部运动,而是随着整体一同运动,但在场所之中的事物,无论场所被运动(如容器那样)还是不被运动,自身都能在场所之中就自身运动;因为作圆周运动的事物是在它们自己的场所之中运动,容器之中的液体(例如水盆或陶罐中的水)也是如此。“此外,第一位的场所既不小于也不大于”。然而,如果场所行包围,它怎么会既不大于也不小于呢?因为包围者大于被包围者。因此我说,如果你说空气的整个物体行包围并且是场所,那么包围者确实会更大;但如果场所不是全部的空气,而是它的那直接包围且最严格地作为场所的界限,那么这既不会更大也不会更小;因为场所的表面与处于场所之中的事物的表面彼此相吻合。
- 4.60τὴν μεταβατικὴν κίνησιν
作限制性宾格(或状语性内宾格),修饰形容词 ἀκίνητα,限定其不动的方面,意为“就位移运动而言是不动的”。
- 4.60μήποτε γὰρ ἕν τι καὶ συνεχὲς ἦν τὸ πᾶν
μήποτε 为副词性用法,表示审慎的推测或委婉的断言(“大概”、“或许”)。未完成过去时直陈式 ἦν 紧承前句的反事实条件句(εἰ μὲν γὰρ ἀκίνητα ἦν),在此补充说明假设成立时宇宙本会具有的状态,未重复使用 ἄν。
