- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:539.17-541.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞探讨了亚里士多德在给出场所定义前依据共通概念提出的四项特征(包围性、等大性、可分离性、具有上下方位),辨析了与特米斯提乌斯在划分数目上的分歧以及关于可分离性的文本异文,并说明场所概念起源于空间运动。
" Τί δέ ποτ’ ἐστὶν ὁ τόπος, ὧδε ἂν γένοιτο φανερόν." Ἐντεῦθεν λοιπὸν τί ποτέ ἐστιν ὁ τόπος βουλόμενος ἀποδοῦναι, πρότερον ἐκτίθεται τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ, εἶτα ἐρεῖ πόθεν ὅλως κινηθέντες οἱ ἄνθρωποι ἤλθομεν εἰς ἔννοιαν τοῦ τόπου, καὶ εἰπὼν τὴν αἰτίαν ἀκόλουθά τινα ταύτῃ θεωρήματα προθήσει, εἶτα λοιπὸν ἀποδώσει τοιοῦτον τὸν περὶ τοῦ τόπου λόγον, ὃς καὶ τὰς φερομένας ἀπορίας πρὸς τὸν τόπον, ὡς αὐτός φησιν, ἐπιλύεται, καὶ τὰ κατὰ κοινὴν ἔννοιαν καθ’ αὑτὸ ὑπάρχοντα τῷ τόπῳ δείξει ὑπάρχοντα, καὶ τὸ αἴτιον τῆς δυσκολίας τῆς περὶ τοῦ τόπου θεωρίας σαφὲς καταστήσει. πρότερον οὖν, ὡς εἶπον, τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ ἐκτίθεται, τέσσαρα ὄντα τὸν ἀριθμόν. πρῶτον μὲν τὸ περιέχειν τὸν τόπον τὸ ἐν τόπῳ ὄν (τοῦτο γὰρ πάντες κατὰ κοινὴν ἔννοιαν ἴσμεν, ὅτι περιέχει ὁ τόπος τὸ ἐν αὐτῷ ὄν, ὡς ὁ κέραμος τὸν οἶνον· καὶ γὰρ οὗτος τόπος τίς ἐστι), περιέχοντα δὲ τὸν τόπον μηδὲν εἶναι τοῦ περιεχομένου πράγματος. τοῦτο δὲ ὁ μὲν Θεμίστιος δεύτερον εἶναί φησι τῶν ὑπαρχόντων τῷ τόπῳ, ὥστε μεθ’ ὧν ἐπιφέρει ἄλλων τριῶν τὰ ὅλα πέντε εἶναι, ἐμοὶ δὲ δοκεῖ ὡς ἓν ἐκτίθεσθαι τὸ ὅλον τοῦτο, τὸ περιέχειν τὸν τόπον καὶ μηδὲν εἶναι τοῦ πράγματος, διότι καὶ ἡ ἐπιφάνεια δοκεῖ περιέχειν τὸ σῶμα καὶ τὸ ὅλον δέ φαμεν περιέχειν τὰ μέρη, οὐχ οὕτως δὲ ὁ τόπος λέγεται περιέχειν τὸ ἐν τῷ τόπῳ, ὡς τὸ ὅλον περιέχει τὸ μέρος· ἔστι γάρ τι τοῦ μέρους τὸ ὅλον, ὁ δὲ τόπος περιέχει μηδὲν ὢν τοῦ πράγματος τοῦ περιεχομένου, μὴ πέρας μὴ ὁλότης μὴ πάθος μὴ ἄλλο μηδέν. δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης ὡς ἓν εἶναι τοῦτο ὅλον βούλεται, τῷ τὸ ἐφεξῆς ὡς ἀπὸ ἄλλης ἀρχῆς ἐκθέσθαι1 εἰπὼν ἔτι τὸν πρῶτον μήτε ἐλάττω μήτε μείζω εἶναι οὗ τόπος ἐστί. τοῦτο οὖν δεύτερόν ἐστι τῶν ὑπαρχόντων τῷ τόπῳ τὸ μήτε μείζονα εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ μήτε ἐλάττονα, τόπον δὲ τὸν προσεχῆ καὶ ἑκάστου ἴδιον· εἴτε γὰρ ἐλάττων εἴη, οὐ περιέχει τὸ σῶμα, καὶ οὕτως οὐ πᾶν σῶμα, τῶν μερικῶν φημι τούτων, ἐν τόπῳ ἐστίν, εἴτε μείζων εἴη, δύναται δήπου καὶ ἄλλο δέξασθαι σῶμα, καὶ οὕτως οὐ πρώτως ἔσται τόπος· συμβήσεται δὲ καὶ κενὸν εἶναι, ὅπερ ἀδύνατον εἶναι μικρὸν ὕστερον δειχθήσεται. τρίτον τὸ τὸν τόπον μὴ ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι. διττὴ δὲ φέρεται ἡ γραφή, ἢ ἀπολείπεσθαι ἑκάστου, ἢ μετὰ τῆς ἀρνήσεως μὴ ἀπολείπεσθαι. εἰ μὲν οὖν ἀπολείπεσθαι εἴη ἡ γραφή,2 ὡς καὶ τὰ πλείονα τῶν ἀντιγράφων ἔχει, περὶ τοῦ καθ’ ἕκαστα τόπου φησὶ τοῦ ἕκαστον προσεχῶς περιέχοντος, ὃν φησιν ἀπολείπεσθαι τοῦ ἐν τόπῳ καὶ χωρίζεσθαι αὐτοῦ (ἔστι γὰρ τοῦ ἀπολείπεσθαι ἐξηγητικὸν τὸ χωρίζεσθαι), εἰ δὲ εἴη μὴ ἀπολείπεσθαι, λέγοι ἂν οὐ περὶ τοῦ καθ’ ἕκαστα τόπου, ἀλλὰ περὶ τοῦ ἁπλῶς· ὁ γὰρ ἁπλῶς τόπος οὐκ ἀπολείπεται τῶν σωμάτων. πάντως γὰρ ἐν τόπῳ τινὶ τὸ σῶμα· εἰ γὰρ καὶ τοῦτον ἀπολείπει, ἀλλ’ οὖν πάντως ἐν ἄλλῳ τινί ἐστι, καὶ τόπου ἁπλῶς οὐδέποτε ἀπολείπεται. τὸ δὲ χωριστὸν εἶναι κατὰ τὴν γραφὴν ταύτην ἀντὶ τοῦ μηδὲν εἶναι τοῦ πράγματος, ἀλλ’ ἐκτὸς εἶναι τῆς οὐσίας αὐτοῦ καὶ μηδὲν εἰς αὐτὴν συντελεῖν. τέταρτον τὸ τὸν πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω, οὐχ ἁπλῶς ἕκαστον τόπον (ἕκαστος γὰρ τῶν καθ’ ἕκαστα ἢ ἄνω ἐστὶν ἢ κάτω), ἀλλ’ ἐν τῷ παντὶ τόπῳ ἐστὶ τὸ ἄνω καὶ τὸ κάτω. προστιθέασι δὲ καὶ πέμπτον τι οἱ ἐξηγηταὶ αὐτοῦ, τὸ ἀκίνητον εἶναι τὸν τόπον, ὅπερ καὶ αὐτὸς μικρὸν ὕστερον προστίθησι. τούτων οὖν, φησίν, οὕτω κατὰ κοινὴν ἔννοιαν ὑπαρχόντων τῷ τόπῳ, δεῖ τοιοῦτόν τινα λόγον ἀποδιδόναι περὶ τοῦ τόπου, ὃς τάς τε εἰς αὐτὸν φερομένας ἀπορίας ἐπιλύεται, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα φυλάξει, καὶ τὸ αἴτιον τῆς δυσκολίας τῆς περὶ τοῦ τόπου θεωρίας ἐμφανὲς καταστήσει. Ἐφεξῆς ζητεῖ πόθεν οἱ ἄνθρωποι ἦλθον εἰς ἔννοιαν τοῦ τόπου, καί φησιν ὅτι οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς κατὰ τόπον κινήσεως.
“至于场所究竟是什么,通过如下方式可以变得明白。” 从这里开始,他意图阐明场所究竟是什么,首先陈述了根据共通概念属于场所的特征,接着将说明我们人类究竟是由何动机出发而获得了场所的概念;并在说明原因之后,提出随之而来的若干定理;然后最终将给出这样一个关于场所的说明,它正如他自己所言,既能解决针对场所提出的各种疑难,又能证明根据共通概念就自身而言属于场所的特征确实属于它,并将澄清关于场所的考察之所以困难的原因。因此,正如我所说的,他首先陈述了根据共通概念属于场所的特征,其数目为四。第一,场所包围在场所之中的事物(因为我们大家根据共通概念都知道这一点,即场所包围在其自身之中的事物,犹如陶罐包围葡萄酒一样;因为陶罐也是某种场所),并且场所虽行包围,却绝非被包围之物的任何东西。特米斯提乌斯认为这是属于场所的特征中的第二项,以致加上他接着提出的另外三项,总共有五项;但依我之见,这整个内容是被作为一个特征陈述的,即场所包围并且绝非该事物的任何东西,因为表面似乎也包围物体,并且我们也说整体包围部分,但场所被称为包围在场所之中的事物,并不是像整体包围部分那样;因为整体是属于部分的某种东西,而场所虽行包围,却完全不是被包围之物的任何东西,既非界限,亦非整体性,亦非状态,亦非任何别的东西。亚里士多德也表明他意在使这整个内容成为一项,因为他在陈述接下来的内容时仿佛另起一段地说:“此外,第一位的场所既不小于也不大于它是其场所的那个事物”。因此,这是属于场所的特征中的第二项:场所既不大于也不小于在场所之中的事物——指的是直接的且属于各个事物特有的场所。因为如果它较小,就无法包围物体,从而并非每一个物体(我是指这些个别物体)都在场所之中;如果它较大,理所当然就能容纳另一物体,从而就不会是首要意义上的场所;而且还将导致虚空存在的结果,而虚空的不可能性稍后将被证明。第三,场所不为各物所舍弃,且是可分离的。然而流传的文本有两种异文,或者为“为各物所舍弃”,或者带有否定词为“不为各物所舍弃”。因此,如果异文是“被舍弃”,正如多数抄本所载的那样,他是指直接包围各物的个别场所,他说这种场所为在场所之中的事物所舍弃并与其相分离(因为“被分离”是对“被舍弃”的解释);但如果是“不被舍弃”,他所谈论的就不是个别的场所,而是绝对而言的场所;因为绝对而言的场所并不为物体所舍弃。因为物体无论如何都在某一场所之中;即使它离开了这个场所,但无论如何它都在另一场所之中,并且绝不会脱离绝对而言的场所。而按照这种异文,“可分离的”代替了“绝非该事物的任何东西,而是在其本质之外,对该本质毫无贡献”。第四,所有的场所作为一个整体具有上与下,并不是绝对而言的每一个个别场所都如此(因为个别场所中的每一个要么在上要么在下),而是在整个场所之中存在着上与下。他的注释家们还加上了第五项,即场所是不可运动的,而这一点他自己稍后也加上了。他说,既然这些特征如此根据共通概念属于场所,就必须给出这样一个关于场所的说明,它既能解决针对场所提出的疑难,又能保留那些看似属于场所的特征确实属于它,并将澄清关于场所的考察之所以困难的原因。随后,他探讨了人们究竟从何处获得了场所的概念,并指出这绝非来自别处,而正是来自空间运动。
- 4.60τῷ τὸ ἐφεξῆς ὡς ἀπὸ ἄλλης ἀρχῆς ἐκθέσθαι
由中性单数与格定冠词 τῷ 引导的不定词短语(ἐκθέσθαι),作表示手段或原因的与格,依附于动词 δηλοῖ,意为“通过把接下来的内容仿佛另起一段陈述出来[而表明……]”。
- 4.60εἰ μὲν οὖν ἀπολείπεσθαι εἴη ἡ γραφή
由 εἰ 搭配希求法(εἴη)构成的条件句前件,用于假设性地提出某种文本异文的可能性。后件则使用直陈式现在时(φησί),以此条理分明地分析两种抄本异文各自具有的含义。
