- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:52.17-54.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞揭示了梅利梭斯的换位推论由于从前件否定出发而存在谬误(构成第二格的双否定无效前提),并指出无论将“始端”理解为时间的还是实质的,都无法得出梅利梭斯的结论。进而,他解释了亚里士多德关于即便存在者是无限的也并不排除自转或变异运动的反驳。
εἰ μὲν γὰρ ἄνθρωπος, πάντως καὶ ζῷον· οὐ μὴν εἰ μὴ εἴη τι ἄνθρωπος, διὰ τοῦτο πάντως οὐδὲ ζῷον ἔσται (ὁ γὰρ ἵππος οὐκ ἄνθρωπος μέν, ζῷον δ’ ὅμως), ἀλλ’ εἴ τι μὴ ζῷον εἴη, τοῦτο οὐδὲ ἄνθρωπος. ἀληθὲς οὖν ἀεὶ τὸ ἐκ τοῦ ἑπομένου ἀντιστρέφειν, ψεῦδος δὲ τὸ ἐκ τοῦ ἡγουμένου. εἰ τοίνυν ἀντιστρέψωμεν ἐκ τοῦ ἑπομένου, ὥσπερ νόμος τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ, ἥτις ἀεὶ τὸ ἀναγκαῖόν τε καὶ ἀληθὲς ἔχει, ποιοῦμεν συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐκ δύο ἀποφατικῶν· ‘εἰ γὰρ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονε. τὸ οὖν ὂν οὐ γέγονε. τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν.’ ὥστε ἀσυλλόγιστος ἡ συζυγία.1 ἔπειτα εἰ καὶ συγχωρήσωμεν τῇ ἀντιστροφῇ τοῦ Μελίσσου, καὶ οὕτως ἐλεγχθήσεται ὁ λόγος· τὸ γὰρ τῆς ἀρχῆς σημαινόμενον διττόν ἐστι. λέγεται γὰρ ἀρχὴ ἤτοι ἡ χρονική, λέγω δὲ αὐτὸ τὸ νῦν ἐν ᾧ γίνεται τι, ἢ ἡ πραγματική, οἷον ἡ ὕλη ἢ τὸ εἶδος· ἤγουν ἐπὶ τοῦ ζῴου ὃ ποιεῖ πρῶτον ἡ φύσις φέρε εἰπεῖν τὸ σαρκίον, ἢ πάλιν ἀρχὴ ἡ καρδία ἢ ὁ ἐγκέφαλος. ποίαν οὖν ἀρχὴν ὁ Μέλισσος ἐλάμβανεν; εἰ μὲν τὴν χρονικήν, ἴδωμεν τί ἕπεται τῷ λόγῳ. τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει τὴν χρονικήν, τὸ μὴ ἔχον ἀρχὴν χρονικὴν οὐδὲ πέρας ἔχει χρονικόν (δεῖ γὰρ καὶ τὸ πέρας δηλονότι ἀναλόγως τῇ ἀρχῇ λαμβάνειν), τὸ μὴ ἔχον πέρας χρονικὸν ἀτελεύτητόν ἐστι, τὸ ὂν ἄρα ἀτελεύτητόν ἐστιν. ἀλλὰ μὴν καὶ ἄναρχόν ἐστι κατὰ χρόνον ἐπεὶ μὴ γέγονε, τὸ δὲ ἄναρχον κατὰ χρόνον καὶ ἀτελεύτητον ἀίδιόν ἐστι, τὸ ὂν ἄρα ἀίδιόν ἐστιν. ἀκολουθήσει οὖν τῇ ἀντιστροφῇ, ἀρχὴν λαμβανόντων ἡμῶν τὴν χρονικήν,2 τὸ τὸ ὂν οὐκ ἄπειρον εἶναι ἀλλ’ ἀίδιον. εἰ δὲ τὴν πραγματικὴν ἀρχὴν λάβωμεν, οὐκέτι χώραν ἕξει ἡ ἀντιστροφή· οὐδὲ γὰρ ἐπειδὴ τὸ γενόμενον ἀρχὴν ἔχει πραγματικήν, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει πραγματικήν. τί γὰρ ἐκώλυε, καὶ εἰ ἀγένητον ἦν τὸ ὄν, σῶμα δ’ οὖν ὅμως ὑπάρχον, ἀρχὴν ἔχειν πραγματικὴν τὴν ὕλην ἑαυτοῦ καὶ τὸ εἶδος; καὶ τῶν σφαιρῶν δὲ ἀρχὴ πραγματικὴ ἂν εἴη τὸ κέντρον, πέρας δὲ ἡ ἐπιφάνεια, καὶ εἰ ἀγένητοι εἶεν καὶ τοῦτό τις συγχωρήσειεν. ἔπειτα, φησί, τί κωλύει καὶ ἄπειρον αὐτὸ ὂν κινεῖσθαι περὶ ἑαυτὸ δινούμενον καὶ μὴ ἐπιλαμβάνον τόπον ἕτερον, ὥσπερ τὸ ἐν τῷ κεράμῳ ὕδωρ καὶ ὥσπερ τὰ κύκλῳ κινούμενα πάντα, οἷον τὰ οὐράνια; ἔπειτα, φησίν, εἰ καὶ κατὰ τόπον κινεῖσθαι οὐ δύναται τὸ ἄπειρον, τί κωλύει ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι3 κατ’ ἀλλοίωσιν αὐτὸ κινεῖσθαι; αὐτὸς μὲν οὖν ὁ Ἀριστοτέλης δείκνυσιν ὅτι τὸ ἄπειρον, εἴπερ γε ὅλως εἴη, πάντῃ τε καὶ πάντως καὶ δύναμιν ἄπειρον ἕξει καὶ διὰ τοῦτο ἀμετάβλητον ἔσται κατὰ πᾶσαν μεταβολήν· εἰ γὰρ μεταβάλλει, δεῖ μεταβάλλειν αὐτὸ ὑπὸ τοῦ μεταβλητικοῦ, τὸ δὲ πάσχον ὑπὸ μείζονος πάσχει δυνάμεως (οὔτε γὰρ ὑπὸ τῆς ἐλάττονος, οὔτε ὑπὸ τῆς ἴσης πάθοι τι ἄν), τοῦ δὲ ἀπείρου οὐκ ἔστι μεῖζον. καὶ ἄλλως ὅτι οὐδὲ ἔσται τὸ δρᾶσον εἰς τὸ ἄπειρον, εἴ γε μηδὲ συνυπάρξαι τι αὐτῷ ἕτερον δύναται τοῦ ἀπείρου τὸ πᾶν κατειληφότος.4 οὐ γὰρ δὴ καθ’ ἑτέραν μὲν τῶν διαστάσεων ἄπειρον ἂν εἴη, καθ’ ἑτέραν δὲ οὔ (μυθῶδες γὰρ τοῦτο καὶ ἀποκληρωτικόν), ἀλλὰ δῆλον ὅτι, εἴ γε ὅλως δύναταί τι σῶμα ἄπειρον εἶναι, κατὰ τὰς τρεῖς διαστάσεις ἄπειρον ἂν εἴη. ὁ μὲν οὖν Ἀριστοτέλης, ὡς εἶπον, δείκνυσιν ὅτι τὸ ἄπειρον πάντως καὶ ἀμετάβλητον, διότι καὶ ἀπειροδύναμον, ἀλλ’ ἐπειδὴ ὁ Μέλισσος διὰ τοῦτο μόνον ἔλεγε τὸ ἄπειρον μὴ κινεῖσθαι, διότι μὴ ἔχει ποῦ μεταβῇ κατειληφὸς τὸν πάντα τόπον, διὰ τοῦτο ὡς πρὸς ταύτην τὴν ὑπόθεσίν φησιν οὐδὲν κωλύει αὐτὸ καὶ κατὰ τόπον κινεῖσθαι δινούμενον καὶ κατ’ ἀλλοίωσιν. εἰ μὲν οὖν διὰ τοῦτο μόνον ὁ Μέλισσος ἀκίνητον ἔλεγε τὸ ὄν, τῷ ὄντι οὐδὲν ἐκώλυεν αὐτὸ καὶ κύκλῳ κινεῖσθαι καὶ ἀλλοιοῦσθαι, εἰ δὲ μὴ μόνον διὰ τοῦτο, ἀλλὰ διότι καὶ ἓν αὐτὸ ὑπετίθετο, οὐκ ἐλέγχοιτ’ ἂν ὅσον ἐκ τούτων. τὸ γὰρ τῷ ὄντι ἓν καὶ μόνως ἓν ἀμετάβλητον ἂν εἴη κατὰ πᾶσαν μεταβολήν· εἰ γὰρ μεταβάλλοι, ἔσται τι τὸ καθ’ ὃ ἡ μεταβολή, καὶ οὕτως οὐχ ἓν ἔσται πάλιν, ἀλλὰ πλείω.
因为如果是人,就必然也是动物;然而并不是说,如果某物不是人,由此就必然也不是动物(因为马虽然不是人,但终究是动物);相反,如果某物不是动物,它也就不是人。因此,从后件进行换位始终是真的,而从前件进行换位则是假的。因此,如果我们像带有否定的换位法则那样从后件进行换位——这种换位始终具有必然性和真实性——,我们就在第二格中由两个否定前提构成了三段论:“因为如果生成之物具有始端,那么没有始端之物也就未曾生成。而存在者未曾生成。没有始端之物未曾生成。”从而这一前提组合是不能得出结论的。其次,即使我们赞同梅利梭斯的换位,其论证也同样会被驳倒;因为“始端”的含义是双重的。始端要么是指时间的始端,我指的是某物在其中生成的那个“现在”本身,要么是指实质的始端,比如质料或形式;也就是说,就动物而言,是指自然首先生成的东西,比如一小块肉,或者再次是指心脏或大脑是始端。那么梅利梭斯采用的是哪一种始端呢?如果是时间的始端,让我们看看该论证会有什么结论:存在者未曾生成;未曾生成的没有时间的始端;没有时间的始端也没有时间的终极(因为显然也必须与始端相应地来取终极);没有时间的终极的是无终的;因此存在者是无终的。然而,由于它未曾生成,在时间上也是无始的;而在时间上无始且无终的乃是永恒的;因此存在者是永恒的。因此,如果我们取时间的始端,伴随着换位的结论将是存在者不是无限的,而是永恒的。但如果我们取实质的始端,换位将不再有立足之地;因为决不能说由于生成之物具有实质的始端,未曾生成的就没有实质的始端。因为即便存在者是未生成的,但终究作为物体存在,有什么能妨碍它具有作为其实质始端的自身的质料和形式呢?即便天球是未生成的,并且有人赞同这一点,天球的中心也将是实质的始端,而表面是终极。其次,他说,即便它是无限的,有什么能妨碍它绕着自身旋动而不占据另一场所而运动呢,就如同陶罐中的水一样,以及如同所有作圆周运动的物体(例如天体)一样?其次,他说,即便无限不可能依场所运动,就你的假定而言,有什么能妨碍它依变异而运动呢?亚里士多德本人固然表明,无限若全然存在,就将在各个方面且完全具有无限的能力,并因此对于一切变化都是不可变的;因为如果它发生变化,就必须由致变者来使它变化,而被作用者是被更大的能力所作用(因为它不会受到较小或相等的能力的任何作用),而没有什么能大于无限。再者,既然无限占有了全体,甚至不可能有任何别的东西与它共存,那么甚至不会有作用于无限的东西。因为绝不可能是无限在某一个维度上是无限的,而在另一个维度上却不是(因为这是神话式的且任意的);相反显然的是,如果有任何物体全然能够是无限的,它在三个维度上都将是无限的。因此,正如我所说,亚里士多德表明了无限完全也是不可变的,因为它在能力上也是无限的;但由于梅利梭斯仅仅因为无限占有了整个场所而没有可移向之地才说它不运动,因此针对这一假定他说,没有任何东西妨碍它既依场所旋动又依变异而运动。因此,如果梅利梭斯仅仅因为这个原因说存在者是不动的,那么事实上没有任何东西妨碍它作圆周运动并发生变异;但如果不仅是因为这个原因,而且也是因为他假定它是一,那么从这些论点出发就驳不倒他。因为真正为一且纯粹为一的事物,对于一切变化都将是不可变的;因为如果它发生变化,就必定存在变化依之发生的某物,从而它将再次不是一,而是多。
- 1.32ὥστε ἀσυλλόγιστος ἡ συζυγία
此处指前面列出的三段论(大前提:没有始端的未曾生成;小前提:存在者未曾生成)在第二格中由于包含两个否定前提,因而在形式逻辑上不能得出任何有效结论(ἀσυλλόγιστος)。
- 1.32ἀρχὴν λαμβανόντων ἡμῶν τὴν χρονικήν
属格绝对结构,起条件从句的作用(“如果我们取时间的始端”)。主句动词 ἀκολουθήσει 的主语是随后带冠词的不定式短语 τὸ τὸ ὂν οὐκ ἄπειρον εἶναι ἀλλ’ ἀίδιον。
- 1.32ὅσον ἐπὶ ταῖς σαῖς ὑποθέσεσι
短语 ὅσον ἐπί + 与格是表示限定的惯用表达,意为“就……而言”或“在……的范围内”。此处表明这是在梅利梭斯自身假定范围内的针对性反驳。
- 1.32τοῦ ἀπείρου τὸ πᾶν κατειληφότος
属格绝对结构,用以说明前述条件从句 εἴ γε μηδὲ συνυπάρξαι τι αὐτῷ ἕτερον δύναται 的原因(“既然无限已经占有了全体”)。
