← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§538.1-539.16

偶性自存的不可能性与芝诺难题的解决

斐洛波诺斯阐释了亚里士多德关于任何事物即使偶性地也不能在其自身之中的论证,接着探讨了对芝诺关于场所所在难题的解决以及首要场所的状态,最后重申场所既非质料亦非形式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.56

" Ἀλλὰ δὴ οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἅμα γὰρ οἱ δύο ἐν τῷ αὐτῷ ἔσται·1 αὐτὸς γὰρ ἐν ἑαυτῷ ὁ ἀμφορεὺς ἔσται." Ἐνταῦθα συντόμως, διὸ καὶ ἀσαφῶς, ὅτι οὐδὲ κατὰ συμβεβηκός ἐστί τι ἐν ἑαυτῷ δείκνυσι. δύο γάρ, φησί, συμβήσεται ἐν τῷ αὐτῷ σώματα εἶναι, καὶ πάλιν τὸν αὐτὸν ἀνακυκλήσομεν λόγον, ὃν καὶ ἐπὶ τοῦ καθ’ αὑτό· αὐτὸς γὰρ πάλιν ἐν ἑαυτῷ ἔσται ὁ ἀμφορεύς, καὶ ἄμφω τοὺς λόγους ἀναδέξεται, τοῦ τε τόπου καὶ τοῦ ἐν τόπῳ. δύο οὖν τὰ ἑπόμενα ἄτοπα τῇ ὑποθέσει, ἅτινα συντόμως κατεσκεύασεν· εἰ γὰρ ὅπερ δεκτικῆς ἐστι φύσεως, τοῦτο κατὰ συμβεβηκὸς ἐνδέχεται ἐν ἑαυτῷ εἶναι, δεῖ καὶ ἐκεῖνο ὑπάρχειν ἐν αὑτῷ οὗ ἐστι δεκτικόν, οἷον εἰ οἴνου, οἶνον, ὑπάρχειν δὲ καὶ τὸ δεκτικὸν κατὰ συμβεβηκὸς τῷ οἴνῳ, ὅπερ παρῆκε διὰ συντομίαν ὁ Ἀριστοτέλης· οὕτω γὰρ ἂν μόνως κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχοι τῷ συμβεβηκέναι τῷ οἴνῳ, ὅσπερ καθ’ αὑτὸν ἐν τῷ ἀμφορεῖ ὑπάρχει. τούτῳ οὖν ἕπονται δύο ἄτοπα, τό τε σῶμα διὰ σώματος χωρεῖν εἴ γε συμβέβηκε τῷ οἴνῳ ὁ ἀμφορεύς, καὶ τὸ πάλιν τὸν ἀμφορέα καθ’ αὑτὸν ἐν αὑτῷ ὑπάρχειν, ὅπερ ἀδύνατον δέδεικται· ἐν γὰρ τῷ οἴνῳ ὁ ἀμφορεύς, ὁ δὲ οἶνος ἐν τῷ ἀμφορεῖ· ὥστε καὶ ὁ ἀμφορεὺς ἐν τῷ ἀμφορεῖ.

“但是,偶性地也是不可能的;因为两者将同时在同一个之中;因为双耳罐自身将在其自身之中。” 在此他简明地,因而也是不清楚地表明,没有任何事物会偶性地在其自身之中。因为他说,将得出两个物体在同一物之中的结果,并且我们还将再次重复就自身而言时所作的相同论述;因为双耳罐自身将再次在其自身之中,并且将接受场所与在场所之中的事物的两种定义。因此从该假设中会引出两个荒谬,他是简略地建立这点的。因为如果具有容纳本性的事物能够偶性地在其自身之中,那么它所容纳之物(例如若是葡萄酒的容器则是葡萄酒)也必须属于它〔容纳者〕之中,而且容纳者也必须偶性地属于葡萄酒,亚里士多德为了简练而略去了这一点;因为唯有通过偶性地依附于那自身属于双耳罐之中的葡萄酒,它才能够偶性地属于其自身之中。因此由此引出两个荒谬:若双耳罐确实偶性地属于葡萄酒,则物体穿过物体;以及双耳罐再次自身属于其自身之中,而这已被证明是不可能的。因为双耳罐在葡萄酒之中,而葡萄酒在双耳罐之中;因而双耳罐也在双耳罐之中。

§4.57

"Ὃ δὲ Ζήνων ἠπόρει, ἐπεὶ ὁ τόπος ἐστί τι, ἐν τίνι ἔσται, λύειν οὐ χαλεπόν.2" Εἰ μὲν οὕτως ἠπόρει ὁ Ζήνων, ὅτι εἰ ὁ τόπος ἔν τινι (ἐπειδὴ καὶ πᾶν τὸ ὂν ἔν τινι), τὸ δὲ ἔν τινι ἐν τόπῳ, ὁ τόπος ἄρα ἐν τόπῳ, τῷ ὄντι εὐχερὴς ὁ ἔλεγχος· πολλαχῶς γὰρ τὸ ἔν τινι καὶ οὐ μόνον ἐν τόπῳ, ὥστε οὐδὲν κωλύει τὸν τόπον καὶ ἔν τινι εἶναι καὶ μὴ εἶναι ἐν τόπῳ. εἰ δέ, ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, μὴ διὰ τοῦ ἔν τινι εἶναι τὸν τόπον καὶ τὸ ἐν τόπῳ εἶναι αὐτὸν κατεσκεύαζεν, ἀλλὰ διὰ τοῦ πᾶν τὸ ὂν ἐν τόπῳ εἶναι, τῶν δὲ ὄντων εἶναι καὶ τὸν τόπον, ὥστε καὶ αὐτὸν ἐν τόπῳ εἶναι, οὐκ ἐλεγχθήσεται διὰ τῶν νῦν λεγομένων, ἀλλὰ διὰ τῶν ἐκεῖσε εἰρημένων· οὐ γὰρ συγχωρήσομεν τῇ προτάσει, ὅτι “πᾶν τὸ ὂν ἐν τόπῳ”.

“至于芝诺所提出的难题,既然场所是某种事物,它又将在何物之中,要解决并不困难。” 如果芝诺是以这种方式提出难题的,即:如果场所是在某物之中(因为一切存在者也都在某物之中),而在某物之中的事物是在场所之中,那么场所因此就在场所之中,这种驳斥确实是容易的;因为“在某物之中”有多种意义,并非仅指在场所之中,所以这毫不妨碍场所既在某物之中又不在场所之中。但是,如果正如在前文中所说的那样,他不是通过场所在某物之中来确立它在场所之中,而是通过一切存在者都在场所之中,而场所也是存在者之一,因而场所自身也在场所之中,那么这就不会通过现在的言辞而被驳斥,而是通过先前所说的言辞被驳斥;因为我们将不承认“一切存在者都在场所之中”这一前提。

§4.58

"Οὐδὲν γὰρ κωλύει ἐν ἄλλῳ τινὶ εἶναι τὸν πρώτως,3 μὴ μέντοι ὡς ἐν τόπῳ ἐκείνῳ." Τὸν πρώτως ἀντὶ τοῦ τὸν κυρίως, οὗτος δέ ἐστι τὸ πέρας τοῦ περιέχοντος. τοῦτο δὲ εἶπε, διότι λέγεται τόπος καὶ ὁ κέραμος τοῦ οἴνου, καὶ ὁ ἀὴρ ἡμῶν λέγεται εἶναι τόπος καὶ ἡ γῆ καὶ ἄλλα πολλά. τὰ 〈οὖν〉 οὕτως λεγόμενα τόποι καὶ αὐτὰ ἐν τόπῳ εἰσίν, ἀλλ’ ἐὰν τὸν κυρίως λάβωμεν, ἔν τινι μὲν ἔσται, οἷον ἐν σώματι (πέρας γάρ ἐστιν αὐτοῦ), ἀλλ’ οὐχ ὡς ἐν τόπῳ, ἀλλ’ ὡς πάθος τι αὐτοῦ.

“因为毫不妨碍首要的[场所]在某一别物之中,然而不是作为在场所之中那样在那个〔别物〕之中。” “首要的”代替了“严格意义上的”,而这便是包围者的界限。他之所以这样说,是因为盛酒的陶器也被称为场所,我们周围的空气也被称为场所,大地以及许多其他事物也同样如此。因此,这样被称为场所的事物自身也是在场所之中的,但如果我们取严格意义上的场所,它将在某物之中,例如在物体之中(因为它是物体的界限),但不是作为在场所之中,而是作为物体的某种状态。

§4.59

"Ἐκεῖνο δὲ φανερόν." Ἐντεῦθεν, ὡς εἶπον, δείκνυσι πάλιν ἐκ τῶν εἰρημένων ὅτι οὔτε ὕλη οὔτε εἶδος ὁ τόπος. ὁ τόπος, φησίν, οὐδέν ἐστι τῶν ἐν τόπῳ παρὰ τὸ εἶναι τόπος, ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖά ἐστι τοῦ ἐν αὐτοῖς (λέγω δὴ τοῦ συνθέτου) καὶ οὐκ εἰσὶν ἕτερα παρ’ αὐτό, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος.

“而那是显而易见的。” 由此,正如我所说,他根据前述的事项再次表明,场所既不是质料也不是形式。他说,场所除了作为场所之外,不是属于在场所之中的事物的任何东西;质料和形式是在它们之中的事物(我指的是复合物)的要素,并且并不是在复合物之外的他物;场所因此既不是质料也不是形式。

语法注3 条
  1. 4.56ἅμα γὰρ οἱ δύο ἐν τῷ αὐτῷ ἔσται

    尽管主语 οἱ δύο 是复数,动词 ἔσται 却使用了单数形式。斐洛波诺斯在随后的注解中明确补充了 δύο σώματα(两个物体)作为其指涉。

  2. 4.57Ὃ δὲ Ζήνων ἠπόρει, ἐπεὶ ὁ τόπος ἐστί τι, ἐν τίνι ἔσται, λύειν οὐ χαλεπόν

    句首的关系代词 ὅ 作为后置不定式 λύειν 的宾语,被前置作为全句的主题。ἐπεὶ 之后的从句则表达了芝诺所提出的难题内容。

  3. 4.58τὸν πρώτως

    阳性单数宾格定冠词 τὸν 连同副词 πρώτως 省略了名词 τόπον。斐洛波诺斯将其解释为等同于 τὸν κυρίως[τόπον](严格意义上的场所)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:538.1-539.16