- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:536.21-537.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注释亚里士多德《物理学》第四卷第三章(210b10–16),论述因容纳者与被容纳者的定义与本性根本有别,某物绝不可能在其自身之中。
" Δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρχειν,1 οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα." Εἰ τὸν ἀμφορέα, φησί, τοῦ οἴνου αὐτὸν ἐν ἑαυτῷ καθ’ αὑτὸ καὶ πρώτως εἶναι φήσομεν, ὡς ὅλον ἐν ὅλῳ (τοῦτο γάρ ἐστι τὸ πρώτως καὶ καθ’ αὑτό), ἀνάγκη τὸν ὅλον ὡς ὅλον καὶ τὸν τοῦ τόπου καὶ τὸν τοῦ ἐν τόπῳ ἀναδέξασθαι λόγον, μᾶλλον δὲ ἄμφω εἶναι· ἔστι δὲ οἷον τόπος μὲν ὁ ἀμφορεύς, ἐν τόπῳ δὲ ὁ οἶνος ἢ ἁπλῶς τὸ ὑγρόν· ὥστε ἐπειδὴ ὁ τοῦ οἴνου ἀμφορεὺς ὅλος αὐτὸς ἐν ἑαυτῷ ἐστι, καὶ ὁ ἀμφορεὺς δηλονότι, λέγω δὴ τὸ κεραμεοῦν ἀγγεῖον, οὐ μόνον ἀμφορεὺς ἔσται ἀλλὰ καὶ οἶνος, καὶ ὁ οἶνος οὐ μόνον οἶνος ἀλλὰ καὶ ἀμφορεύς. ὥστε εἰ τοῦτο ἄτοπον, ἀδύνατον καθ’ αὑτὸ καὶ πρώτως αὐτό τι ἐν ἑαυτῷ εἶναι.
“因为将必然是每一方都成为两者,例如双耳罐既是容器又是酒,酒既是酒又是双耳罐。” 他说,如果我们说装酒的双耳罐是自身且首要地在其自身之中,作为全体在全体之中(因为这就是首要且自身存在的意思),那么必然是全体作为全体既接受场所的定义,又接受在场所之中的事物的定义,或者不如说是成为这两者。可以说场所是双耳罐,而在场所之中的是酒,或者干脆说是液体。因此,既然装酒的双耳罐是作为全体在其自身之中,那么显而易见,双耳罐(我指的是陶制容器)将不仅是双耳罐而且也是酒,而酒不仅是酒而且也是双耳罐。因此,如果这是荒谬的,那么某物自身首要且自身在其自身之中就是不可能的。
"Ὥστε εἰ ὅτι μάλιστα2 ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλ’ ᾗ ἐκεῖνος." Ὅπερ ἡμεῖς προλαβόντες εἴπομεν, ἀμυδρῶς διὰ τούτων αἰνίττεται. ἐπειδὴ γὰρ ἤγαγεν εἰς ἄτοπον τὸν λόγον, τὸ τὸν ἀμφορέα καὶ οἶνον εἶναι, καὶ τὸν οἶνον μὴ μόνον οἶνον ἀλλὰ καὶ ἀμφορέα, ἵνα μή τις εἴπῃ, ὅτι ‘καὶ τί τοῦτο ἄτοπον; διὰ γὰρ τὸ τὸν ἕτερον ἐν τῷ ἑτέρῳ εἶναι λεχθείη ἂν ἑκάτερος τῷ τοῦ συναμφοτέρου ὀνόματι· μία γάρ τις ὁλότης ἀμφοῖν’, τούτῳ οὖν τῷ λόγῳ συγχωρήσας καὶ οὕτω δείκνυσιν ὅτι οὐκ ἔσται τι αὐτὸ ἐν ἑαυτῷ, ἀλλὰ ἄλλο ἐν ἄλλῳ. εἰ γὰρ καὶ ὅτι μάλιστα, φησί, συγχωρήσειέ τις τὸν ἀμφορέα καὶ οἶνον εἶναι, ἵνα οὕτως αὐτὸς ἐν ἑαυτῷ ᾖ, ὁμοίως δὲ καὶ τὸν οἶνον καὶ ἀμφορέα εἶναι, δῆλον δήπου ὅτι ὁ ἀμφορεὺς οὐχ ᾗ οἶνός ἐστι δέξεται τὸν οἶνον, ἀλλ’ ᾗ ἐκεῖνος οἶνος. ὁμοίως δὲ καὶ ὁ οἶνος ἔσται ἐν τῷ ἀμφορεῖ οὐχ ᾗ ἀμφορεύς ἐστιν, ἀλλ’ ᾗ ἐκεῖνος ἀμφορεύς ἐστιν. ὥστε τὸ μὲν ὄνομα τοῦ συναμφοτέρου ἑκάτερος ἕξει, τὴν δὲ ἐνέργειαν οὐκέτι.
“因此,即使它们最大程度地在彼此之中,双耳罐接纳酒也不是就其自身是酒而言,而是就那另一物是[酒]而言。” 我们先前所说的话,他通过这些文句隐约地暗示着。因为,在他将论证引向荒谬之后,即双耳罐也是酒,而酒不仅是酒也是双耳罐,为了不让任何人说:“这又有什么荒谬呢?因为由于一者在另一者之中,每一方都可以用两者的共同名称来称呼;因为两者构成单一的整体”,他于是让步承认这一论述,并由此表明即便如此,也不会是某物在其自身之中,而是一物在另一物之中。因为他说,即使某人最大程度地让步承认双耳罐也是酒,以便它能这样在其自身之中,同样酒也是双耳罐,显然双耳罐接纳酒并不是就其自身是酒而言,而是就那另一物是酒而言。同样,酒在双耳罐之中也不是就其自身是双耳罐而言,而是就那另一物是双耳罐而言。因此,每一方都将拥有两者的共同名称,却不再拥有其实际的功用。
"Κατὰ μὲν οὖν τὸ εἶναι ὅτι ἕτερον, δῆλον· ἄλλος γὰρ ὁ λόγος τοῦ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ." Ἀκόλουθον μὲν ἦν συμπέρασμα ἐπαγαγεῖν οὕτως ‘ὅτι μὲν οὖν ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ καθ’ αὑτὸ εἶναι, δῆλον’, ὁ δὲ τοῦτο μὲν οὐκ εἶπεν, ἐξ οὗ δὲ ἔδειξεν ὅτι ἀδύνατον καθ’ αὑτὸ ἐν αὑτῷ τι εἶναι, τοῦτο συμπεραίνεται, λέγω δὴ τοῦ ἕτερον μὲν εἶναι φύσει τὸν τόπον,3 ἕτερον δὲ τὸ ἐν τόπῳ· ἄλλως γὰρ ἀποδώσεις τὸν ὁρισμὸν τοῦ δεκτικοῦ, καὶ ἄλλως τοῦ δεδεγμένου. ὥστε εἰ ὧν οἱ ὁρισμοὶ διάφοροι καὶ αὐτὰ διάφορα, διάφοροι δὲ οἱ ὁρισμοὶ τοῦ τε ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ, καὶ αὐτὰ ἄρα διάφορα καὶ ἕτερα ἀλλήλων.
“因此,就存在而言它们是不同的,这是显然的;因为‘〔某物〕在其中的事物’与‘在此之中的事物’的定义是不同的。” 原本自然的推论应当是这样得出结论:“因此,某物自身按其自身在其自身之中是不可能的,这是显然的”;然而他并没有这样说,而是对他据以证明某物自身在其自身之中是不可能的根据作出了结论,我指的是场所与在场所之中的事物在本性上是不同的。因为你对容纳者的界定以一种方式给出,对被容纳者的界定则以另一种方式给出。因此,如果凡定义相异的事物其自身亦相异,并且“〔某物〕在其中的事物”与“在此之中的事物”的定义是相异的,那么它们自身因而也是相异且彼此不同的。
- 4.53ἀμφότερα ἑκάτερον ὑπάρχειν
在非人称动词 δεήσει 所支配的宾格不定式结构中,ἑκάτερον 是不定式的逻辑主语(主格性宾格),ἀμφότερα 则是表语宾格。紧随其后的同位解说(τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι)证实了这一点,意即“每一方都成为两者”。
- 4.54εἰ ὅτι μάλιστα
连词 εἰ 与最高级副词短语 ὅτι μάλιστα(“最大程度地”、“尽可能”)结合构成的让步习惯表达。它用于假定性地最大程度让步承认对方观点:“即使它们最大程度地……”。
- 4.55ἐξ οὗ δὲ ἔδειξεν ὅτι ἀδύνατον καθ’ αὑτὸ ἐν αὑτῷ τι εἶναι, τοῦτο συμπεραίνεται, λέγω δὴ τοῦ ἕτερον μὲν εἶναι φύσει τὸν τόπον
关系从句 ἐξ οὗ ... εἶναι(“他据以证明某物自身在其自身之中是不可能的根据”)被主句的宾语指示代词 τοῦτο 所承接,随后由同位短语 λέγω δὴ τοῦ ... εἶναι 加以释明。定冠词属格 τοῦ 是受关系词格(ἐξ οὗ)的语法呼应或吸引而来的动名词化表达。
