← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§535.10-536.20

偶性自处之否定与芝诺疑难的解决

斐洛庞诺斯借助双耳罐与酒的例子,论证了没有任何事物即使偶性地也能在其自身之中;接着依据“在某物之中”的诸方式解决了芝诺关于场所又在场所之中的无穷倒退疑难,并进而推导出场所既非质料亦非形相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.52#2

εἰ τοίνυν κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ εἴη ὁ ἀμφορεύς, δεῖ ἄλλο τι καθ’ αὑτὸ ὑπάρχειν ἐν αὐτῷ (οἷον τὸν οἶνον), καὶ τὸν ἀμφορέα συμβεβηκὸς εἶναι τῷ οἴνῳ, ἵνα τῷ τὸν οἶνον καθ’ αὑτὸ ὑπάρχειν τῷ ἀμφορεῖ τὸ συμβεβηκὸς τῷ οἴνῳ, ὁ ἀμφορεύς, κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχῃ·1 ἄλλως γὰρ ἀδύνατον κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχειν τὸν ἀμφορέα. καὶ μηδεὶς ἀπαιτείτω τὸν λόγον, ὅνπερ εἴπομεν ἐπὶ τοῦ κατὰ συμβεβηκός, ἀπαραλλάκτως καὶ ἐπὶ τοῦ ἀμφορέως ἁρμόσαι (ἄλλος γὰρ ὁ τρόπος ἐνταῦθα· οὐ γὰρ ἄλλο ἄλλῳ ὑπάρχει κατὰ συμβεβηκός, ὥσπερ ἐκεῖ, ἀλλ’ αὐτὸ ἐν ἑαυτῷ), ἀλλὰ ζητητέον ὅπως καὶ ἐπὶ τούτου διασώσωμεν τὸ κατὰ συμβεβηκός, ἄλλως δὲ ἀδύνατον σωθῆναι τὴν ἔννοιαν τοῦ κατὰ συμβεβηκὸς ἢ ὥσπερ εἴπομεν. εἰ τοίνυν ὁ ἀμφορεὺς συμβέβηκε τῷ οἴνῳ, δῆλον ὅτι ἐχώρησε δι’ ὅλης αὐτοῦ τῆς οὐσίας (εἰ γὰρ μὴ δι’ ὅλου ἐχώρησεν, ἀλλ’ ἅπτεται αὐτοῦ κατὰ τὰ πέρατα, οὐκέτι ὡς συμβεβηκὸς ὑπάρχει αὐτῷ), εἰ δὲ δι’ ὅλου ἐχώρησε, σῶμα ἄρα διὰ σώματος ἐχώρησε. καὶ ἄλλως, φησί, πάλιν εἰς τὸ αὐτὸ ἀνακυκλήσομεν τὸν λόγον· πάλιν γὰρ αὐτὸς ἐν ἑαυτῷ καθ’ αὑτὸ ἔσται ὁ ἀμφορεύς. τί γὰρ διαφέρει ἐξ ἀρχῆς αὐτὸν ἐν ἑαυτῷ ὑπάρχειν λέγειν τὸν ἀμφορέα, ἢ συμβεβηκέναι τῷ οἴνῳ, ὃς καθ’ αὑτὸν ὑπάρχει ἐν τῷ ἀμφορεῖ; πάλιν γὰρ διὰ τοῦ οἴνου αὐτὸς ἐν ἑαυτῷ ἔσται, καὶ τοὺς δύο λόγους ἀναδέξεται, τοῦ τε τόπου καὶ τοῦ ἐν τόπῳ. ὥστε οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται αὐτὸ ἐν ἑαυτῷ τι ὑπάρχειν. Ταῦτα εἰπών, ἐκ τῶν εἰρημένων τρόπων τοῦ ἔν τινι2 καὶ τὴν Ζήνωνος ἀπορίαν ἐπιλύεται. ἠπόρει γὰρ ἐκεῖνος, ὅτι εἰ ὁ τόπος τῶν ὄντων, πᾶν δὲ τὸ ὂν ἔν τινί ἐστι, καὶ ὁ τόπος ἔν τινι ἔσται· ὥστε ἔσται ὁ τόπος ἐν τόπῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον. ταύτην οὖν, φησί, τὴν ἀπορίαν ἐκ τῶν εἰρημένων ἡμῖν τρόπων τοῦ ἔν τινι οὐ χαλεπὸν ἐπιλύσασθαι. καὶ γὰρ εἰ μὴ ἀληθὲς τὸ πᾶν τὸ ὂν ποῦ εἶναι (πᾶν γὰρ τὸ φυσικὸν ἀνάγκη ἔν τινι εἶναι καὶ μὴ ἐν τόπῳ) * * * κατά τι τῶν τοῦ ἔν τινι σημαινομένων·3 ὥστε εἰ καὶ ὁ τόπος τῶν φυσικῶν, ἔν τινι πάντως ἔσται. ἐπεὶ οὖν πολλαχῶς τὸ ἔν τινι, ἔσται καὶ ὁ τόπος ἔν τινι μὲν οὐκ ἐν τόπῳ δέ, ἀλλ’ ὥσπερ αἱ ἕξεις καὶ τὰ πάθη εἰσὶ μὲν ἔν τινι, οἷον ἐν τῷ σώματι, οὐχ ὡς ἐν τόπῳ δὲ ἀλλ’ ὡς ἐν ὑποκειμένῳ, οὕτω δὴ καὶ ὁ κυρίως τόπος, λέγω δὴ τὸ πέρας τοῦ περιέχοντος, ἔν τινι μὲν ἔσται (ἐν σώματι γάρ), οὐ μὴν ὡς ἐν τόπῳ, ἀλλ’ ὡς πέρας ἐν περατουμένῳ, ταὐτὸν δὲ εἰπεῖν ὡς ἐν ὑποκειμένῳ. πάλιν δὲ ἐκ τῶν εἰρημένων καὶ ἕτερόν τι ἀποδείκνυσιν, ὅπερ πολλαχῶς ἤδη ἀπέδειξεν· εἰ γὰρ δέδεικται ὅτι διὰ τοῦτο αὐτό τι ἐν ἑαυτῷ ἀδύνατον εἶναι, διὰ τὸ ἑτέραν εἶναι τὴν φύσιν τοῦ δεκτικοῦ καὶ ἑτέραν τὴν τοῦ δεδεγμένου καὶ μὴ δύνασθαι ἓν καὶ τὸ αὐτὸ τοὺς διαφόρους ἀναδέξασθαι λόγους, καὶ ἐκ τούτων ἀναφαίνεται ὅτι οὔτε ὕλην οὔτε εἶδος δυνατὸν εἶναι τὸν τόπον. τὸ μὲν γὰρ ἐν τόπῳ τοῦ τόπου ἕτερον, ἡ δὲ ὕλη καὶ τὸ εἶδος οὐκ ἔστιν ἕτερα τοῦ ἐν αὐτοῖς· στοιχεῖα γάρ εἰσι συμπληρωτικὰ αὐτοῦ· ἕτερος ἄρα ὁ τόπος τῆς ὕλης καὶ τοῦ εἴδους. Οὔτε δὴ ἐπακτικῶς σκοποῦσι, τουτέστι δι’ ἐπαγωγῆς καὶ εἰς τὰ κατὰ μέρος ἀποβλέποντα. κατ’ οὐδένα τῶν διορισμῶν, ὧν διωρισάμεθα τοῦ ἔν τινι. οὐ μόνον δὲ ἐκ τούτων, φησίν, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ λόγου δῆλον, ὅτι ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι.

因此,如果双耳罐是偶性地在其自身之中,就必须有另一物(例如酒)自身属于它之中,且双耳罐必须是酒的偶性,以便通过酒自身属于双耳罐,酒的偶性即双耳罐,偶性地属于其自身之中;因为否则双耳罐就不可能偶性地属于其自身之中。谁也不应要求我们关于偶性所说的定义毫无变动地同样适用于双耳罐(因为这里的方式不同;因为并不是像那里的情况那样一物偶性地属于另一物,而是它自身在自身之中),而是应当探求在此情形下我们如何同样保全偶性,而偶性的概念若非如我们所说的方式便不可能得以保全。因此,如果双耳罐成为酒的偶性,显而易见它就渗透了酒的全部实体(因为如果它没有渗透全部,而只是在边缘接触酒,它就不再作为偶性属于酒了);但如果它渗透了全部,那么物体就穿透物体而渗透了。此外,他说,我们将把论说再次循环到同一点;因为双耳罐自身将再次按其自身在自身之中。因为从一开始就说双耳罐属于自身之中,与说它成为自身在双耳罐之中的酒的偶性,究竟有何区别?因为通过酒,它将再次自身在其自身之中,并且将接受场所与场所之中事物的两种定义。因此,某物偶性地属于自身之中也是不可能的。 说了这些之后,他根据所提及的“在某物之中”的诸方式,同样解决了芝诺的疑难。因为那位思想家曾提出疑难说:如果场所是存在物之一,而凡存在物都在某物之中,那么场所也将在某物之中;以至于场所将在场所之中,并且如此以至无穷。因此他说,根据我们所提及的“在某物之中”的诸方式,解决这一疑难并不困难。因为即使并非所有存在物都在某处是真实的(因为凡自然物都必然在某物之中,而非在场所之中)[……]根据“在某物之中”诸意义的某一者;因此即便场所属于自然物,它也无论如何会在某物之中。那么,既然“在某物之中”有多重涵义,场所也将在某物之中,但并非在场所之中;相反,正如状态和情态是在某物之中(例如在身体之中),不是作为在场所之中而是作为在基底之中,同样,本义上的场所(我指的是包容者的界限)也将在某物之中(因为是在身体之中),然而绝非作为在场所之中,而是作为在被界定者之中的界限,换言之即作为在基底之中。他又根据所言之事证明了另一事,这一事他此前已用多种方式证明过:因为如果已经表明,正由于容纳者的本性是一回事,被容纳者的本性是另一回事,且同一事物不可能承受不同的定义,因而某物自身在其自身之中是不可能的,那么由此也显明,场所既不可能是质料也不可能是形相。因为在场所之中的事物与场所是有别的,而质料和形相与在它们之中的事物并不是有别的;因为它们是该事物的构成性元素;所以场所与质料和形相是有别的。 “确实,对于进行归纳考察的人而言也不〔是这样〕”,即通过归纳并着眼于个别事例。“不根据任何规定”,即我们所规定的“在某物之中”的那些规定。“不仅根据这些”,他说,“而且根据论证本身也是显然的:某物自身在自身之中是不可能的”。

语法注3 条
  1. 4.52ἵνα τῷ τὸν οἶνον καθ’ αὑτὸ ὑπάρχειν τῷ ἀμφορεῖ τὸ συμβεβηκὸς τῷ οἴνῳ, ὁ ἀμφορεύς, κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὑπάρχῃ

    在由 ἵνα ... ὑπάρχῃ 引导的目的从句中,嵌入了带与格定冠词的不定式短语 τῷ τὸν οἶνον καθ’ αὑτὸ ὑπάρχειν τῷ ἀμφορεῖ,用以表示原因或手段(“通过酒自身属于双耳罐”);ὁ ἀμφορεύς 则作为从句主语 τὸ συμβεβηκὸς τῷ οἴνῳ 的同位语。

  2. 4.52τῶν διορισμῶν, ὧν διωρισάμεθα τοῦ ἔν τινι

    关系代词 ὧν 本应是动词 διωρισάμεθα 的宾格宾语(οὕς),此处受先行词 τῶν διορισμῶν 的吸引而被牵引为属格。句末的 τοῦ ἔν τινι 是修饰 διορισμῶν 的限定性属格(“关于‘在某物之中’的诸规定”)。

  3. 4.52καὶ γὰρ εἰ μὴ ἀληθὲς τὸ πᾶν τὸ ὂν ποῦ εἶναι (πᾶν γὰρ τὸ φυσικὸν ἀνάγκη ἔν τινι εἶναι καὶ μὴ ἐν τόπῳ) * * * κατά τι τῶν τοῦ ἔν τινι σημαινομένων

    文本中存在脱漏( *)。紧随让步从句 εἰ μὴ ἀληθὲς τὸ πᾶν τὸ ὂν ποῦ εἶναι(“即使并非凡存在物都在某处是真实的”)和括号内的解释之后,脱落部分应当补充了主句谓语(如“但仍在某物之中”),并与后接的介词短语 κατά τι τῶν τοῦ ἔν τινι σημαινομένων(“根据‘在某物之中’诸意义的某一者”)相衔接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:535.10-536.20