← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§533.20-535.10

归纳与论据之否定及偶性的定义

斐洛庞奴斯阐释亚里士多德在210b8中如何通过归纳与论据两方面证明没有任何事物自身能在第一义上在其自身之中,并进而提出“偶性地”的定义,以此作为证明某物偶性地亦不可能在其自身之中的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.52#1

" Οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶμεν ἐν ἑαυτῷ κατ’ οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆλον ὅτι ἀδύνατον." Δείξας πῶς οἷόν τέ ἐστιν αὐτό τι ἐν ἑαυτῷ εἶναι, ὅτι κατ’ ἄλλο, βούλεται νῦν δεῖξαι ὅτι πρώτως οὐκ ἐνδέχεται οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός, καὶ πρῶτόν γε ὅτι καθ’ αὑτὸ οὐκ ἐνδέχεται δείκνυσι. δείκνυσι δὲ διά τε τῆς ἐπαγωγῆς καὶ διὰ τοῦ λόγου, καὶ πρῶτόν γε δι’ ἐπαγωγῆς. εἰ γὰρ τοσαῦτά ἐστι τὰ τοῦ ἔν τινι σημαινόμενα, ὅσα ἀπηριθμησάμεθα, ἐν οὐδενὶ δὲ οἷόν τε εἶναι αὐτό τι ἐν ἑαυτῷ, ἔοικεν ἄρα μηδὲ εἶναι τι ὅλως αὐτὸ ἐν ἑαυτῷ· πάντα γὰρ τὰ τοῦ ἔν τινι σημαινόμενα ἄλλο ἐν ἄλλῳ ἐστίν. οὐδὲ γὰρ ὅταν λέγωμεν τὸ ὅλον ἐν τοῖς μορίοις, αὐτὸ ἐν ἑαυτῷ λέγομεν εἶναι· ἄλλο γὰρ τὸ ὅλον καὶ ἄλλο τὰ μέρη· τὸ μὲν γὰρ ἓν καὶ ταὐτόν (σχέσις τις ὂν τῆς τῶν μορίων συναφῆς καὶ τὸ ἐπὶ τῇ συναφῇ αὐτῶν ἐπιγινόμενον εἶδος), τὰ δὲ πλείω καὶ διαφέροντα. καὶ διὰ τοῦ λόγου δὲ δείκνυσιν οὕτως. ἄλλος, φησίν, ὁ ὁρισμὸς τοῦ δεκτικοῦ καὶ ἄλλος ὁ τοῦ ἐν ἐκείνῳ ὄντος· ἄλλως γὰρ ὁρίζεται ὁ τόπος καὶ ἄλλως τὸ ἐν τόπῳ, καὶ ἁπλῶς ἄλλως τὸ ἐν ᾧ καὶ ἄλλως τὸ ἐν ἐκείνῳ. εἰ τοίνυν αὐτό τι ἐν ἑαυτῷ εἴη, τοὺς διαφέροντας, μᾶλλον δὲ τοὺς ἀντικειμένους δέξεται λόγους. εἰ δὲ δεῖ ἀκριβέστερον εἰπεῖν, αὐτό τι ἔσται κατὰ ταὐτὸ τὰ διαφέροντά τε καὶ ἀντικείμενα· δύο μὲν γὰρ ὁρισμοὺς ἐπιδέξασθαι τὸ αὐτὸ κατ’ ἄλλην καὶ ἄλλην ἰδιότητα οὐκ ἀδύνατον (οἷον τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν, καὶ ζῷον ὀρθοπεριπατητικόν), τοὺς μέντοι ἀντικειμένους λόγους ἅμα καὶ κατὰ ταὐτὸν δέξασθαι ἀδύνατον. τῶν πρός τι γὰρ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, τὰ δὲ πρός τι τοὐλάχιστον δύο εἰσὶν ἀντικείμενα καὶ ἀντικειμένους ἔχοντα τοὺς ὁριστικοὺς λόγους. εἰ οὖν ἔσται τι αὐτὸ ἐν ἑαυτῷ, οἷον ὁ τοῦ οἴνου ἀμφορεὺς αὐτὸς ἐν ἑαυτῷ, δέξεται τοὺς ἀντικειμένους λόγους, καὶ ἐπειδὴ τόπος μέν ἐστιν ὁ ἀμφορεὺς ἐν τόπῳ δὲ ὁ οἶνος, τὸ αὐτὸ καὶ τὸν τοῦ τόπου καὶ τὸν τοῦ ἐν τόπῳ λόγον ἀναδέξεται· ἔσται οὖν ὁ ἀμφορεὺς ἀμφορεὺς ἅμα καὶ οἶνος, καὶ ὁ οἶνος οἶνός τε ἅμα καὶ ἀμφορεύς, τοῦτο δὲ γελοῖον. εἶτα παραστῆναι τῇ δόξῃ βουλόμενος,1 ἵνα ἐκ τοῦ περιόντος ἐλέγξῃ αὐτήν, φησὶν ὅτι [εἰ] κἂν τὰ μάλιστα συγχωρήσωμεν διὰ τὸ μέρος εἶναι ἐν μέρει καὶ ἑκάτερον ἐν τῷ ἑτέρῳ καὶ εἶναι καὶ λέγεσθαι, ὥστε καὶ τὸν ἀμφορέα καὶ οἶνον εἶναι καὶ ἀμφορέα, καὶ τὸν οἶνον καὶ ἀμφορέα καὶ οἶνον, οὐδ’ οὕτως αὐτό τι ἐν ἑαυτῷ ἔσται, ἀλλ’ ἑκάτερος αὐτῶν δέξεται μὲν οὐχ ᾗ οἶνός ἐστιν, ἀλλ’ ᾗ ἀμφορεύς, δεχθήσεται δὲ οὐχ ᾗ ἀμφορεύς ἐστιν, ἀλλ’ ᾗ οἶνος. ὥστε οὐδ’ οὕτως αὐτό τι ἐν ἑαυτῷ ἔσται, ἀλλὰ ἄλλο ἐν ἄλλῳ. Οὕτω δείξας ὅτι καθ’ αὑτὸ οὐδέν ἐστιν αὐτὸ ἐν ἑαυτῷ, ἐφεξῆς δείκνυσιν ὅτι οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· δόξει γὰρ ἴσως, εἰ κατ’ ἄλλο ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ κατὰ συμβεβηκὸς ἐνδέχεσθαι. ἵνα δὲ παρακολουθήσωμεν τῇ ἀποδείξει, προλαβεῖν δεῖ τί ποτέ ἐστι τὸ κατὰ συμβεβηκός, ἐπειδὴ καὶ διὰ βραχέων πάνυ καὶ ἀσαφῶς ἐπεξέρχεται τῇ ἀποδείξει. κατὰ συμβεβηκὸς τοίνυν λέγεται ἔχειν τι,2 ὅπερ αὐτὸ ἄλλῳ συμβέβηκε, καὶ ἐκεῖνο ὅπερ λέγεται ἔχειν κατὰ συμβεβηκὸς καθ’ αὑτὸ ὑπάρχει ᾧ ἐκεῖνο συμβέβηκεν. οἷον λέγεται τὸ λευκὸν κατὰ συμβεβηκὸς κινεῖσθαι, διότι ἡ κίνησις ὑπάρχει καθ’ αὑτὸ τῷ Σωκράτει, συμβέβηκε δὲ καὶ τὸ λευκὸν τῷ Σωκράτει· διὰ γὰρ τοῦτο κατὰ συμβεβηκὸς ὑπάρχει τῷ λευκῷ ἡ κίνησις, ἐπειδὴ ᾧ τὸ λευκὸν συμβέβηκε, λέγω δὴ τῷ Σωκράτει, καθ’ αὑτὸ ὑπάρχει.

“确实,对于进行归纳考察的人而言,根据任何规定,我们都见不到有任何事物在自身之中,而且通过论据也显见这是不可能的。” 在指明某物自身如何可能在其自身之中(即依他者)之后,他现在希望指明在第一义上是不可能的,无论就自身而言还是偶性地;并且他首先指明就自身而言是不可能的。他既通过归纳又通过论据来指明,并且首先是通过归纳。因为如果“在某物之中”的诸意义仅有我们所列举的那么多,而在其中任何一种意义下某物自身在其自身之中都是不可能的,那么看来完全没有任何事物本身在其自身之中;因为“在某物之中”的所有意义都是一者在另一者之中。因为即使当我们说整体在诸部分之中时,我们也不是说它自身在其自身之中;因为整体是一回事,诸部分是另一回事;因为前者是一且同一的(是诸部分结合的某种关联,以及在它们结合之上产生的形相),而后者则是多数且有别的。他又通过论据按如下方式指明。他说,容纳者的定义是一回事,而在其中的事物的定义是另一回事;因为场所是以一种方式被定义的,而场所之中的事物是以另一种方式被定义的,简而言之,容纳之所在是以一种方式被定义的,而在其中的事物则是以另一种方式被定义的。因此,如果某物是在其自身之中,它就将接受不同的、或者更确切地说是对立的定义。如果必须更精确地说,某物将在同一方面成为不同且对立的事物;因为同一事物根据不同的固有属性接受两个定义并非不可能(正如人是理性的有死动物,又是直立行走的动物),然而在同一时间且在同一方面接受对立的定义则是不可能的。因为场所与场所之中的事物属于关系物,而关系物至少是两个对立的事物,并具有对立的定义性论说。因此,如果某物自身在其自身之中,例如装酒的双耳罐自身在其自身之中,它就会接受对立的定义,并且既然双耳罐是场所而酒是在场所之中的事物,同一事物就既将承受场所的定义,又将承受场所之中事物的定义;因此双耳罐将同时既是双耳罐又是酒,而酒也将同时既是酒又是双耳罐,但这十分荒谬。随后,为了顺应这一观点以便绰有余裕地反驳它,他说,即使我们最大限度地承认,由于一部分在另一部分之中,两者中的每一者都在另一者之中存在且被言说,以至于双耳罐既是酒又是双耳罐,酒也既是双耳罐又是酒,即使如此某物也不会在其自身之中,而是它们中的每一者都不是在其作为酒的意义上接受,而是在其作为双耳罐的意义上接受,且被接受不是在其作为双耳罐的意义上,而是在其作为酒的意义上。因此,即使如此某物也不会在其自身之中,而是一者在另一者之中。在这样指明了就自身而言没有任何事物自身在其自身之中之后,他接着指明偶性地也是不可能的;因为人们或许会认为,如果某物自身依他者可能在其自身之中,那么偶性地也是可能的。但为了使我们能够跟上这一证明,必须预先领会究竟何为“偶性地”,因为他极其简略且不明确地展开这一证明。因此,当某物自身作为偶性存在于另一物之中,而它被说成偶性地具有的那件事物本身属于前者所依附的那一主体时,它就被说成偶性地具有某物。例如,白被说成偶性地运动,是因为运动自身属于苏格拉底,而白也是苏格拉底的偶性;因为正是由于运动自身属于白所依附的主体(我指的是苏格拉底),运动才偶性地属于白。

语法注2 条
  1. 4.52παραστῆναι τῇ δόξῃ βουλόμενος

    句首的由分词构成的短语 παραστῆναι τῇ δόξῃ βουλόμενος, ἵνα ἐκ τοῦ περιόντος ἐλέγξῃ αὐτήν(企图附顺该观点以便多此一举地反驳它)修饰主动词 φησὶν;在 ὅτι 引导的间接引语从句内部,嵌套了让步条件从句 κἂν τὰ μάλιστα συγχωρήσωμεν... 及其结果从句 ὥστε...,随后才引出核心结论 οὐδ’ οὕτως αὐτό τι ἐν ἑαυτῷ ἔσται(即使如此,某物也不会在其自身之中)。

  2. 4.52κατὰ συμβεβηκὸς τοίνυν λέγεται ἔχειν τι

    主句的骨架是 κατὰ συμβεβηκὸς τοίνυν λέγεται ἔχειν τι(某物被说成偶性地具有某物),其省略的主语由关系从句 ὅπερ αὐτὸ ἄλλῳ συμβέβηκε(其自身作为偶性存在于另一物之中的事物)所限定。随后并列引出 καὶ ἐκεῖνο ... καθ’ αὑτὸ ὑπάρχει ᾧ ἐκεῖνο συμβέβηκεν(且被说成偶性地具有的那件事物本身属于前者所依附的那一主体),构成了偶性归属成立的两个对应条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:533.20-535.10