← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§532.6-533.19

第一义在其自身中的不可能与诸例分析

阐释亚里士多德在《物理学》卷四第3章(210a33–210b6)中论证某物“第一义地”在其自身中是不可能的一节。菲洛波庞梳理了依据部分进行述说的诸例(表面与白、灵魂与知识、双耳罐与酒),并阐明表面与白在种、本性及能力上彼此相异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.48

" Πρώτως δὲ οὐκ ἐνδέχεται, οἷον τὸ λευκὸν ἐν τῷ σώματι· 〈ἡ ἐπιφάνεια γὰρ ἐν σώματι,〉 ἡ δὲ ἐπιστήμη ἐν ψυχῇ." Δείξας πῶς ἐνδέχεται τὸ αὐτό τι ἐν ἑαυτῷ εἶναι, ὅτι κατ’ ἄλλο, νῦν φησιν ὅτι πρώτως οὐκ ἐνδέχεται, οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός, καὶ πρῶτόν γε δείκνυσιν ὅτι καθ’ αὑτὸ οὐκ ἐνδέχεται, εἶτα ὅτι οὐδὲ κατὰ συμβεβηκός. ἐπεὶ οὖν πρῶτον τὸ καθ’ αὑτὸ δείκνυσιν, ἐνταῦθα τὸ πρώτως καθ’ αὑτὸ πρώτως ἀκουστέον. εἰπὼν δὲ ὅτι πρώτως οὐκ ἐνδέχεται, τὰ παραδείγματα οὐκέτι πρὸς τοῦτο ἐπήγαγεν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, ὅτι λέγονταί τινα ἀπὸ μέρους· εἰπὼν γὰρ “οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι”, τουτέστιν ἀπὸ μέρους, πάλιν παραδείγματα τοῦ ἀπὸ μέρους ἐπήγαγε· διὰ γὰρ τὸ τὴν ἐπιφάνειαν εἶναι ἐν τῷ σώματι, ἐν ᾗ ἐστι τὸ λευκόν, καὶ τὸ λευκὸν ἐν τῷ σώματι λέγεται εἶναι.

“但在第一义上是不可能的,如白在物体中;〈因为表面在物体中,〉而知识在灵魂中。” 在指明某物自身如何可能在其自身之中(即依他者)之后,他现在说在第一义上是不可能的,无论自身还是偶性地;并且他首先指明自身是不可能的,随后指明偶性地也是不可能的。因此,既然他首先指明自身的情况,这里的“第一义地”必须理解为“自身第一义地”。但他虽然说了在第一义上是不可能的,却不再针对这一点引入例子,而是针对更前面的论述,即有些事物是根据部分被言说的;因为在说了“因此以这种方式某物自身在其自身之中是可能的”(即根据部分)之后,他又引入了根据部分的例子;因为由于表面在物体中(而在其中有白),白也被说成是在物体之中。

§4.49

"Κατὰ ταῦτα δ’ αἱ προσηγορίαι μέρη ὄντα,1 ὥς γε ἐν ἀνθρώπῳ." Αἱ προσηγορίαι, φησίν, ἥ τε τοῦ λευκοῦ καὶ ἡ τῆς ἐπιστήμης, κατηγοροῦνται τοῦ ὅλου οὐ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπιφάνειαν καὶ τὴν ψυχήν, ἅτινα μέρη εἰσὶν οὐ καθ’ αὑτά, ἀλλ’ ὡς ἐν ἀνθρώπῳ ὄντα· αὐτὰ μὲν γὰρ καθ’ αὑτὰ ἡ ἐπιφάνεια καὶ ἡ ψυχὴ ὅλα τινά ἐστιν, ἀλλ’ ὡς ἐν ἀνθρώπῳ μέρη ἐστίν, ἄνθρωπον δὲ λέγω τὸ ἐκ ψυχῆς καὶ σώματος. ὥστε εἰ κατὰ ταῦτα αἱ προσηγορίαι ὑπάρχουσι τῷ ὅλῳ, ταῦτα δὲ μέρη, ἀπὸ μέρους ἄρα τὸ ὅλον ὀνομάζεται.

“而称谓是根据这些作为部分而成立的,至少如在人身上那样。” 他说,称谓(即关于白和关于知识的称谓)并不是第一义地述说整体,而是根据表面和灵魂述说的,这些并不是自身作为部分,而是作为在人身中的东西作为部分;因为就其自身而言表面与灵魂是某种整体,但作为在人身中的东西则是部分,而我所说的人是由灵魂和物体组成的东西。因此,如果根据这些,称谓属于整体,而这些是部分,那么整体就是根据部分被命名的。

§4.50

"Ὁ δὲ ἀμφορεὺς καὶ ὁ οἶνος χωρὶς 〈μὲν〉 ὄντα οὐ μέρη, ἅμα δέ· διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν ἑαυτῷ." Εἰ γὰρ τὸ μέρος ὅλου ἐστὶ μέρος καὶ τῶν πρός τι ταῦτα, ὅταν ἄρα χωρὶς ᾖ ὁ ἀμφορεὺς καὶ ὁ οἶνος, οὐκ ἂν εἶεν μέρη, ἄσχετά γε ὄντα. ὅταν οὖν συνελθόντα μέρη ἀλλήλων γένηται, λέγεται αὐτὸ ἐν ἑαυτῷ εἶναι τὸ ὅλον ἀπὸ μέρους, ὥσπερ ὁ ἄνθρωπος λευκὸς λέγεται διὰ τὸ σῶμα, καὶ τὸ σῶμα διὰ τὴν ἐπιφάνειαν. πάλιν οὖν τοῦ αὐτοῦ τὰ αὐτὰ ἔθηκε παραδείγματα.

“然而双耳罐和酒在分离存在时并不是部分,而在一起时才是;因此当它们是部分时,它自身将在其自身之中。” 因为如果部分是整体的部分,并且这些属于关系物,那么当双耳罐与酒分离存在时,既然互无关联,它们就不可能是部分。因此,当结合在一起成为彼此的部分时,整体根据部分被说成是自身在其自身之中,正如人由于物体被称为白的,而物体由于表面[被称为白的]一样。因此,他再次为同一件事设置了相同的例子。

§4.51

"Καὶ ἕτερά γε τῷ εἴδει ταῦτα καὶ ἄλλην φύσιν ἔχει καὶ δύναμιν, ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν." Ἐπειδὴ πρώτως ἐν τῇ ἐπιφανείᾳ ἐστὶ τὸ λευκόν, ἵνα μή τις ὑπολάβῃ ταὐτὸν εἶναι τὸ λευκὸν τῇ ἐπιφανείᾳ καὶ οὕτως αὐτὸ ἐν ἑαυτῷ τι εἶναι, λέγει ὅτι καὶ τῷ εἴδει καὶ τῇ δυνάμει ἕτερά ἐστι ταῦτα ἀλλήλων· ἡ μὲν γὰρ ἐπιφάνεια ἀεί ἐστιν ὑποκείμενον οὐ μόνον λευκῷ, ἀλλὰ καὶ μέλανι καὶ ἄλλοις πλείοσι, τὸ δὲ λευκὸν μόνως ἐν ὑποκειμένῳ καὶ συνεῖναι τῷ ἐναντίῳ ἀδύνατον. εἰ τοίνυν ἕτερα ταῦτα ἀλλήλων, ἄλλο ἄρα ἐν ἄλλῳ. λέγοι δ’ ἂν φύσιν, ὅτι τὸ μὲν ποιότης ἐστὶ καὶ χρῶμα, ἡ δὲ ἐπιφάνεια πέρας σώματος καὶ τοῦ ποσοῦ, δύναμιν δέ,2 ὅτι ἡ μὲν ὑποκείμενον, τὸ δὲ τῶν ἐν ὑποκειμένῳ.

“而且这两者在种上是不同的,并具有不同的本性和能力,即表面与白。” 既然白是在第一义上在表面之中,为了不让任何人设想白与表面是同一的,并从而认为某物自身是在其自身之中,他说这两者无论在种上还是在能力上都互不相同;因为表面不仅始终是白的载体,而且也是黑的和许多其他东西的载体,而白仅仅在载体之中,且不可能与其对立面共存。因此,如果这两者互不相同,那么就是一者在另一者之中。他之所以说“本性”,可能是因为一者是性质和颜色,而表面是物体的界限并属于数量;说“能力”,则是因为一者是载体,而另一者是载体之中的事物之一。

语法注2 条
  1. 4.49μέρη ὄντα

    此中性复数分词与受介词 κατά 支配的宾格代词 ταῦτα(指表面与灵魂)在性、数、格上一致,构成伴随或原因分词结构,意为“因为/作为这些是部分”。它并非与主句主语 αἱ προσηγορίαι(阴性复数主格)一致。

  2. 4.51δύναμιν δέ

    宾格 δύναμιν 是平行于前一分句(λέγοι δ’ ἂν φύσιν, ὅτι...)中受动词 λέγοι ἄν 支配的宾格 φύσιν 的第二个直接宾语。此处承前省略了 λέγοι ἄν,意为“[而他说]能力[则是因为]……”,其后由 ὅτι 引导原因说明从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:532.6-533.19