← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§531.6-532.5

依部分在自身之中与容器及容纳物

斐洛庞努斯依据210a27–32,通过装酒的双耳罐和自运者的例子,解释了当容器与容纳物构成同一整体的部分时,某物如何被说成“依他者”(依部分)在其自身之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.46

" Ὅταν μὲν γὰρ ᾖ μόρια τοῦ ὅλου τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, λεχθήσεται τὸ ὅλον ἐν ἑαυτῷ εἶναι." Πῶς κατ’ ἄλλο αὐτό τι ἐν ἑαυτῷ ἔσται δείκνυσιν, ὅτι ἀπὸ μέρους· τῷ γὰρ τοῦ ὅλου τὸ μόριον ἐν θατέρῳ εἶναι μορίῳ λέγοιτο ἂν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι. τοῦτο δὲ καταχρηστικῶς, ἐπειδὴ καὶ ἡ συνήθεια οἶδεν ἀπὸ μέρους τὰ ὅλα καλεῖν, ὡς τὸν Σωκράτην ὑποδεδέσθαι καὶ λευκὸν εἶναι ἢ ἐπιστήμονα, καίτοι μόριόν τι ἢ ὑποδέδεται, ὡς ὁ πούς, ἢ λευκόν ἐστιν, ὡς ἡ ἐπιφάνεια, ἢ ἐπιστῆμόν ἐστιν, ὡς ἡ ψυχή. οὕτως οὖν καὶ ὁ τοῦ οἴνου ἀμφορεὺς αὐτὸς ἐν ἑαυτῷ λέγοιτ’ ἂν εἶναι, τῷ τοῦ ὅλου μέρος ἐν μέρει εἶναι. ἀλλὰ γὰρ μὴ διὰ πάντων ἁρμόζειν ἀπαίτει τῷ παραδείγματι,1 ἐπεὶ μὴ ὥσπερ ὁ ποὺς ὑποδέδεται καὶ οὕτω τὸ ὅλον λέγεται ὑποδεδέσθαι, τῇ τοῦ μέρους προσηγορίᾳ τοῦ παντὸς ὀνομαζομένου,2 ὡσαύτως καὶ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου ἔχει (οὐ γὰρ τῷ τὸ μόριον ἐν ἑαυτῷ εἶναι, οὕτω τὸ ὅλον ἐν ἑαυτῷ λέγεται), ἀλλὰ τοσοῦτον ἔστω σοι τοῦ παραδείγματος χρήσιμον, ὅτι ἀπὸ μέρους πολλάκις τὰ πράγματα ὀνομάζεται. ἐπεὶ οὖν καὶ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου ἐστὶ μέν τι τῶν μορίων αὐτοῦ ἐν τόπῳ, οὐκ ἐν ἄλλῳ δέ τινι παρὰ τὸ ὅλον οὐδὲ ἔξωθεν αὐτοῦ, ἀλλ’ ἐν τῷ ὅλῳ ἐστὶ καὶ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, διὰ τοῦτο λέγοιτ’ ἂν καὶ τὸ ὅλον καὶ ὁ τόπος καὶ τὸ ἐν τόπῳ 〈ἐν ἑαυτῷ〉 εἶναι· ἐπειδὴ μέρος μέν τι αὐτοῦ ἐστιν ὁ τόπος, μέρος δὲ τὸ ἐν τόπῳ, εἰ δὲ τὸ αὐτὸ καὶ ὁ τόπος καὶ τὸ ἐν τόπῳ, αὐτό τι ἂν εἴη ἐν αὑτῷ, ὡς ἐν τόπῳ. ἔχεις δὲ καὶ παράδειγμα προσφυέστερον τὸ κατὰ τὸ αὐτοκίνητον· ὡς γὰρ λέγεται τὸ ζῷον αὐτοκίνητον, οὕτως καὶ ὁ ἀμφορεὺς τοῦ οἴνου αὐτὸς ἐν ἑαυτῷ.

“因为当〔某物〕在其中的东西与在此物之中的东西两者都是整体的部分时,整体将被说成是在其自身之中。” 他指明某物自身如何会“依他者”在其自身之中,即由于部分;因为借由整体的一部分在另一部分之中,整体会被说成是在其自身之中。但这是借喻的,因为通常的习惯也懂得根据部分来称呼整体,如说苏格拉底穿着鞋、是白的或有知识的,尽管穿鞋的是某个部分(如脚),或是白的是某个部分(如表面),或有知识的是某个部分(如灵魂)。因此,装酒的双耳罐同样会被说成是自身在其自身之中,借由整体的一部分在一部分之中。但是,切莫要求在所有方面都与这一例子吻合,因为并非像脚穿了鞋从而整体被说成穿了鞋那样(通过部分的称谓来命名整体),在装酒的双耳罐上也是同样的情况(因为整体被说成在其自身之中,并不是借由部分在其自身之中);不如说,让例子的这一限度对你是有用的:事物常常根据部分被命名。因此,既然在装酒的双耳罐上,它的诸部分中亦有某物在处所之中,但不是在整体之外的任何其他事物之中,也不在它的外部,而是处所与在处所之中的东西都在整体之中,因此,整体以及处所和在处所之中的东西都会被说成〈在其自身之中〉;既然处所是它的一部分,而在处所之中的东西是另一部分,而如果处所与在处所之中的东西是同一的,某物自身就会如在处所中那样在其自身之中。你也有一个更贴切的例子,即基于自运者的例子;因为如同动物被称为自运者一样,装酒的双耳罐也是这样自身在其自身之中。

§4.47

"Ὅ τε γὰρ καὶ ἐν ᾧ,3 ἀμφότερα τοῦ αὐτοῦ μόρια." Ὅ μὲν λέγει τὸ ἐν τόπῳ, τοῦτο δέ ἐστιν ὁ οἶνος, ἐν ᾧ δὲ τὸν τόπον, τοῦτο δὲ ἦν ὁ ἀμφορεύς. ὁ οἶνος οὖν καὶ ὁ ἀμφορεὺς μόριά εἰσι τοῦ ὅλου, λέγω δὴ τοῦ ἀμφορέως τοῦ οἴνου· οὐδὲν οὖν, φησί, τῶν μορίων κεχωρισμένως λεχθείη ἂν ἐν ἑαυτῷ εἶναι, ἀλλὰ τὸ ὅλον, ὡς εἴρηται.

“因为无论是〔在某物之中的〕东西还是〔某物〕在其中的东西,两者都是同一事物的诸部分。” 借由“〔在某物之中的〕东西”,他说的是在处所之中的东西,这就是酒;借由“〔某物〕在其中的东西”,他说的是处所,这就是双耳罐。因此,酒与双耳罐是整体的诸部分,我指的是装酒的双耳罐;他说,因此诸部分中没有一个能够被单独说成是在其自身之中,而是如前所述,整体被如此说。

语法注3 条
  1. 4.46ἀλλὰ γὰρ μὴ διὰ πάντων ἁρμόζειν ἀπαίτει τῷ παραδείγματι

    由连词短语 ἀλλὰ γάρ(“但是”)引导,动词 ἀπαίτει 作第二人称单数现在时祈使语气。否定词 μή 修饰祈使式 ἀπαίτει,构成对读者的劝诫:“切莫要求在所有方面都与这一例子吻合”。

  2. 4.46τῇ τοῦ μέρους προσηγορίᾳ τοῦ παντὸς ὀνομαζομένου

    短语 τοῦ παντὸς ὀνομαζομένου 构成属格独立结构,表示针对前述主句的方式或伴随状况(“通过部分的称谓来命名整体”)。与格 τῇ τοῦ μέρους προσηγορίᾳ 是修饰被动分词 ὀνομαζομένου 的手段与格。

  3. 4.47Ὅ τε γὰρ καὶ ἐν ᾧ

    引自亚里士多德原文(引理)。关系代词 ὅ 与介词短语 ἐν ᾧ 含有隐性先行词而作名词性用法,由连接词 τε...καί 连接,作为后续述谓 ἀμφότερα τοῦ αὐτοῦ μόρια(“两者都是同一事物的诸部分”)的复合主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:531.6-532.5