← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§530.1-531.5

依自身与第一义的区分及其四种组合

针对亚里士多德提出的“依其自身”与“依另一事物”的区分,斐洛庞奴斯指出此处的“依其自身”指“第一义地”,并通过“依自身/依偶性”与“第一义/依他者”的四重组合以及对借由部分而行动的分析,对这些术语进行了严格的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.45

" Διχῶς δὲ τοῦτό ἐστιν, ἤτοι καθ’ αὑτὸ ἢ καθ’ ἕτερον." Τὸ καθ’ αὑτὸ ἐνταῦθα ἀντὶ τοῦ πρώτως ἀκουστέον. ἰστέον γὰρ ὅτι τῷ μὲν καθ’ αὑτὸ ἀντίκειται τὸ κατὰ συμβεβηκός, τῷ δὲ πρώτως τὸ κατ’ ἄλλο· καθ’ αὑτὸ μὲν οὖν λέγεται ὁ Σωκράτης περιπατεῖν, κατὰ συμβεβηκὸς δὲ τὸ λευκὸν ἢ τὸ φαλακρόν. λέγεται δὲ τὸ πρώτως καὶ ἐπὶ τοῦ καθ’ αὑτὸ καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκός, ὁμοίως δὲ καὶ τὸ κατ’ ἄλλο· οἷον ὅταν εἴπω ὅτι ὁ Σωκράτης βαδίζει, καθ’ αὑτὸ εἶπον καὶ πρώτως, Σωκράτην δὲ λέγω τὸ ἐμψυχωμένον ζῷον· οὐ γὰρ κατ’ ἄλλο τι βαδίζει, εἰ μὴ καθὸ ζῷόν ἐστιν. ὅταν δὲ τοῦ πλοίου κινουμένου εἴπω τὸν πλωτῆρα κινεῖσθαι, κατὰ συμβεβηκὸς εἶπον καὶ πρώτως, κατὰ συμβεβηκὸς μὲν διότι τὸ καθ’ αὑτὸ κινούμενον τὸ πλοῖόν ἐστι, πρώτως δὲ διότι οὐ κατ’ ἄλλο, ἀλλ’ ᾗ πλωτήρ ἐστι, κινεῖται. ὅταν δὲ κινῇ τις τῇ βακτηρίᾳ τὴν θύραν, καθ’ αὑτὸ κινεῖν λέγεται καὶ κατ’ ἄλλο ἤτοι δι’ ἄλλου. ὅταν δέ, κινοῦντος τῇ βακτηρίᾳ τὴν θύραν, εἴπω ‘τὸ λευκὸν κινεῖ τὴν θύραν’, κατὰ συμβεβηκὸς εἶπον καὶ κατ’ ἄλλο. οὐ μόνον δὲ ὅταν διά τινος μέσου κινῶμέν τι, λεγόμεθα κατ’ ἄλλο κινεῖν καὶ οὐ πρώτως (οὐ γὰρ πρώτως κινεῖ τὸ ξύλον ὁ τέκτων, ἀλλὰ πρώτως μὲν τὸ σκέπαρνον, διὰ δὲ τούτου τὸ ξύλον), ἀλλὰ καὶ ὅταν μορίῳ τι ποιῶμεν, οἷον ὅταν κινῇ τὸν δάκτυλον ὁ Σωκράτης ἢ τὸν πόδα ἐν τῷ κοιμᾶσθαι, λέγεται κινεῖσθαι Σωκράτης, ἀλλ’ οὐ πρώτως κινεῖσθαι ἀλλὰ κατ’ ἄλλο, τῷ τὸν πόδα κινεῖν ἢ τὸν δάκτυλον.1 ὥστε οὐδὲ ὁρᾶν πρώτως ἂν λέγοιτο Σωκράτης, εἴ γε τὸ πρώτως τοῦτό ἐστιν, ὃ μὴ δι’ ἄλλο τι τοῦ λοιποῦ ὅλου κατηγορεῖται, ἀλλὰ δι’ αὑτό·2 εἰ οὖν Σωκράτης ἐστὶ τὸ ὅλον ζῷον, οὐ καθ’ ὅλον δὲ αὑτὸ τὸ ζῷον ὁρᾷ ἀλλὰ μορίῳ, καθ’ αὑτὸ μὲν ὁρᾶν λέγοιτο ἂν ὁ Σωκράτης, κατ’ ἄλλο δέ, τουτέστι κατὰ μόριον, καὶ οὐχ ᾗ Σωκράτης ἐστί· Σωκράτης γὰρ οὐ κατὰ μόριον, ἀλλὰ καθὸ ὅλον τί ἐστιν, ὁρᾷ δὲ οὐ καθὸ ὅλον τί ἐστιν, ἀλλὰ καθὸ ὄψιν ἔχει. ἐπειδὴ δὲ τὸ τῷ πρώτως ἀντικείμενον πολλάκις κατὰ ἄλλο λέγουσι πολλάκις δὲ δι’ ἄλλου, ὡς τοῦ αὐτοῦ σημαινομένου δι’ ἑκατέρου, εἰ δέοι κυριώτερον χρῆσθαι τοῖς ὀνόμασιν, ὅταν μὲν δι’ ὀργάνου μὴ φυσικοῦ τι ποιῶμεν, ὡς ὅταν διὰ τῆς βακτηρίας κινῶμεν τὴν θύραν, εὐλογώτερον τὸ δι’ ἄλλου λέγειν, ὅταν δὲ διὰ μορίου, τὸ κατ’ ἄλλο. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. φησὶ δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης, ὅτι τὸ αὐτό τι ἐν ἑαυτῷ εἶναι ἢ καθ’ αὑτό ἐστιν ἢ καθ’ ἕτερον, τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως λέγων. πρότερον οὖν δείξας ὅτι κατ’ ἄλλο ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, ὕστερον δείκνυσιν ὅτι πρώτως ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ πρώτως οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός.3

“而这是以两种方式存在的,要么依其自身,要么依另一事物。” 此处的“依其自身”必须理解为代替“第一义地”。因为应当知道,“依其自身”与“依偶性”相对立,而“第一义地”则与“依他者”相对立;因此,苏格拉底散步被说成是“依其自身”,而白者或秃者[散步]则是“依偶性”。并且,“第一义地”既就“依其自身”而言被述说,也就“依偶性”而言被述说,同样,“依他者”也是如此;例如,每当我主张苏格拉底在步行时,我所说的是“依其自身”且“第一义地”,而我所说的苏格拉底是指具有灵魂的动物;因为他并非依任何其他事物而步行,除非就他是动物而言。但当船在运动而我说水手在运动时,我所说的是“依偶性”且“第一义地”:“依偶性”是因为依其自身运动的是船,而“第一义地”则是因为他并非依他者,而是就他是水手而言运动。但每当有人用拐杖移动门时,他被说成是“依其自身”且“依他者”即“经由他者”移动门。而当有人用拐杖移动门时,如果我说“白者在移动门”,我所说的是“依偶性”且“依他者”。不仅当我们经由某种中介移动某物时,我们被说成是“依他者”而非“第一义地”移动(因为木匠不是第一义地移动木料,而是第一义地移动手斧,并通过手斧移动木料),而且当我们借由部分做某事时也是如此;例如,当苏格拉底在睡眠中移动脚趾或脚时,苏格拉底被说成在运动,但并非第一义地运动,而是“依他者”运动,由于移动脚或脚趾。因此,如果第一义的确实是“并非经由其他事物而是经由自身就其余整体被述说者”,那么苏格拉底甚至也不能被说成是第一义地看;因此,如果苏格拉底是作为整体的动物,而动物自身并非依其全体在看,而是借由部分在看,那么苏格拉底会被说成是“依其自身”看,但却是“依他者”即“依部分”看,而不是就他是苏格拉底而言看;因为苏格拉底不是依部分存在的,而是就他是一个整体而言存在的,然而他看并非就他是一个整体而言,而是就他具有视力而言。既然与“第一义地”相对立的东西,人们常常称之为“依他者”,也常常称之为“经由他者”,仿佛两者所指的是同一件事,那么如果应当更严格地使用名称,当我们经由非天然的工具做某事时(如当我们经由拐杖移动门时),说“经由他者”更为合理,而当经由部分做某事时,说“依他者”更为合理。这些讨论到此为止。亚里士多德在此处表明,某物自身在其自身之中“要么依其自身,要么依另一事物”,在此是用“依其自身”代替“第一义地”。因此,他首先表明某物自身在其自身之中依他者是可能的,随后表明某物自身在其自身之中第一义地是不可能的,并且第一义地既不能依自身也不能依偶性。

语法注3 条
  1. 4.45τῷ τὸν πόδα κινεῖν ἢ τὸν δάκτυλον

    带定冠词的不定式与格短语(τῷ ... κινεῖν)充当原因(或手段)与格,用以解释前述短语 λέγεται κινεῖσθαι ... ἀλλὰ κατ’ ἄλλο(“被说成在运动……而是依他者[被说成]”)。

  2. 4.45ὃ μὴ δι’ ἄλλο τι τοῦ λοιποῦ ὅλου κατηγορεῖται, ἀλλὰ δι’ αὑτό

    虽然 τοῦ λοιποῦ ὅλου 在语法上可以看作 κατηγορεῖται 所支配的属格补足语(“就其余整体被述说”),但更合理的理解是将其作为依附于 δι’ ἄλλο τι 的部分属格,意为“经由属于其余整体的某种其他东西”。此处“第一义地”(πρώτως)的定义强调述谓是直接凭借主体自身成立,而非经由该主体的其他部分。

  3. 4.45καὶ πρώτως οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός

    本语块末尾的省略结构。前文中的谓词短语(ἐν ἑαυτῷ εἶναι)在此处被承接并省略,意即“并且第一义地,无论依自身还是依偶性[都不可能在自身之中]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:530.1-531.5