- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:528.23-529.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了属在种之中(作为定义的组成部分)以及事态在支配者这一致动因之中的含义,指出在场所或容器之中是最本真的方式,并进而阐述了亚历士多德关于某物自身是否可能在其自身之中的疑难的引入。
" Ἄλλον δὲ ὡς 〈τὸ〉 γένος ἐν τῷ εἴδει, καὶ ὅλως τὸ μέρος τοῦ εἴδους ἐν τῷ τοῦ εἴδους λόγῳ." Οὐ δεῖ θαυμάζειν, εἰ τὸ γένος λέγεται ἐν τῷ εἴδει εἶναι, τὸ πλέον ἐν τῷ ἐλάττονι· τὰ γὰρ γένη εἰσὶ μὲν καὶ κοιναί τινες φύσεις πλείοσιν ὑπάρχουσαι καὶ κατὰ πλειόνων κατηγορούμεναι, γίνονται δὲ καὶ μέρη τῶν εἰδῶν, ὅταν ὡς ἤδη ὑπάρξαντα ἐν τοῖς εἴδεσι θεωρῆται. ὥστε κατὰ ἄλλην καὶ ἄλλην σχέσιν τὰ αὐτὰ καὶ καθολικώτερά ἐστι καὶ μερικώτερα· ὅταν μὲν γὰρ μήπω συμπεπλεγμένα θεωρῆται ταῖς οἰκείαις διαφοραῖς, ὁλικώτερά ἐστιν, ὅταν δὲ συμπλακέντα ἀποτελέσῃ τὰ εἴδη, τότε μέρη τῶν εἰδῶν γίνεται· τοῦ γὰρ ὁρισμοῦ τοῦ ἀνθρώπου, λέγω δὴ τοῦ ζῴου λογικοῦ θνητοῦ, τὸ ζῷον γένος ὂν μέρος ἐστί. διὰ τοῦτο γοῦν καὶ αὐτὸς εἰπὼν ὅτι ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ἵνα δείξῃ ὅτι γένος λέγει οὐ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”, ἀλλὰ τὸ ἤδη συμπεπλεγμένον ταῖς διαφοραῖς καὶ μέρος τῶν εἰδῶν γενόμενον, διὰ τοῦτο ἐπήγαγε1 καὶ ὅλως τὸ μέρος τοῦ εἴδους ἐν τῷ τοῦ εἴδους λόγῳ· τὸ γὰρ ζῷον μέρος ὂν τοῦ ἀνθρώπου ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ αὐτοῦ. ἔτι ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ· ὁ γὰρ ἄρχων ποιητικὸν αἴτιόν ἐστι τῶν πολιτικῶν πραγμάτων. καὶ Ὅμηρος “Διὸς δ’ ἐν γούνασι κεῖται”, καὶ ἡ συνήθεια· πολλάκις γάρ φαμεν ἐν τῷ ἄρχοντι εἶναι τὸ ζῆν καὶ ἀποθανεῖν.
“另一种方式是如属在种之中,以及总的来说如种的部分在种的定义之中。” 如果属被说成在种之中,即较多者在较少者之中,人们不必感到惊异;因为属一方面也是从属于更多事物并就更多事物被述说的某些共通本性,但另一方面,当它们被视为已存在于诸种之中时,便也成为诸种的部分。因此,根据不同的关联,相同的事物既是更普遍的,又是更部分的。因为当它们被视为尚未与其特有的种差交织在一起时,它们是更具整体性的;但当它们交织在一起构成诸种时,那时它们便成为诸种的部分;因为“动物”作为属,乃是人的定义——我指的是“有理性的必死的动物” ——的一部分。正因如此,他自己在说了“另一种方式是如属在种之中”之后,为了表明他所称的属并不是“在‘是什么’的范畴内就较多的且在种上有别的事物被述说的东西”,而是已经与诸种差交织并成为诸种的部分的东西,正因如此他补充道“以及总的来说如种的部分在种的定义之中”;因为动物作为人的一部分,包含在人的定义之中。此外,如同希腊人的事态在国王之中,并且总的来说在第一推动者之中一样;因为统治者是城邦事务的致动因。荷马也说“这躺在宙斯的膝盖上”,日常用法也是如此;因为我们常常说生存与死亡在统治者之中[由统治者决定]。
"Πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως τὸ ἐν τόπῳ." Εἰ μὲν ὡς δύο λάβῃς ἕτερον τὸ ὡς ἐν ἀγγείῳ καὶ ἕτερον ὡς ἐν τόπῳ, ἐννέα εἰσὶ τὰ ἀπηριθμημένα, εἰ δὲ καθολικώτερον λάβῃς τὸ ὡς ἐν τόπῳ καὶ τοῦ ἀγγείου μερικοῦ τινος ὄντος τόπου, ὀκτώ εἰσι τὰ ὅλα, πλὴν εἴτε οὕτως εἴτε ἐκείνως δύο εἰσὶ τὰ παραλελειμμένα, τὸ ὡς ἐν χρόνῳ καὶ τὸ ὡς ἐν ὑποκειμένῳ. εἰκότως δὲ κυριώτατον εἶπε τῶν ἔν τινι τὸ ὡς ἐν τόπῳ· σαφὴς γὰρ ἐν τούτοις ἡ διάκρισις τοῦ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ.2
“然而在所有这些之中最本真的,是如在容器之中,以及总的来说在场所之中。” 如果你把“如在容器之中”作为其一,而把“如在场所之中”作为另一,当作两项来理解,那么所列举的便是九种;但如果你将“如在场所之中”理解得更具普遍性,而容器是某种部分的场所,那么总共便是八种;不过无论如此还是如彼,遗漏的都是两项,即“如在时间之中”与“如在基底之中”。他合乎情理地将“在某物之中”诸含义里“如在场所之中”称为最本真的;因为在这些之中,〔某物〕在其中的东西与在此之中的东西之间的区分是清晰的。
"Ἀπορήσειε δ’ ἄν τις ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ3 ἢ ἐν ἄλλῳ." Ἀπαριθμησάμενος τὰ τοῦ ἔν τινι σημαινόμενα εἰκότως ζητεῖ, εἰ λέγεταί τι καὶ αὐτὸ ἐν ἑαυτῷ εἶναι, καὶ εἰ λέγεται, πότερον ὑφ’ ἕνα τῶν ἀπηριθμημένων τρόπων πίπτει, ἢ κατὰ ἄλλον τινὰ τρόπον λέγεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, ἢ οὐκ ἐνδέχεται, φησί, λέγεσθαι αὐτό τι ἐν ἑαυτῷ εἶναι, ἀλλὰ πᾶν εἴ τί περ ἔστιν, ἢ ἐν ἄλλῳ ἐστὶν ἢ οὐδαμοῦ. οὐ γὰρ ἔστι παρὰ ταῦτα· ἢ γὰρ ἐν ἑαυτῷ τί ἐστιν ἢ ἐν ἄλλῳ ἢ οὐδαμοῦ.
“人们或许会产生疑难:某物自身究竟是否可能在其自身之中,抑或没有任何事物能够如此,而是凡物要么在无处,要么在另一物之中。” 在列举了“在某物之中”的诸含义之后,他合乎情理地探究,是否某物自身也被说成在其自身之中;并且如果被这样说,它究竟是归属于所列举的诸方式之一,还是依照某种其他方式被说成某物自身在其自身之中;抑或,正如他所言,某物自身在其自身之中被说是不可能的,而是凡物如果真存在的话,要么在另一物之中,要么在无处。因为除这些之外别无其他;因为某物要么在自身之中,要么在另一物之中,要么在无处。
- 4.42διὰ τοῦτο γοῦν καὶ αὐτὸς εἰπὼν ὅτι ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει, ἵνα δείξῃ ὅτι γένος λέγει οὐ “τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον”, ἀλλὰ τὸ ἤδη συμπεπλεγμένον ταῖς διαφοραῖς καὶ μέρος τῶν εἰδῶν γενόμενον, διὰ τοῦτο ἐπήγαγε
句首的介词短语 διὰ τοῦτο 在主动词 ἐπήγαγε 之前以同样的短语 διὰ τοῦτο 被复述(复接)。由于主语 αὐτός(亚里士多德)、分词短语 εἰπών 及其引导的 ὅτι 从句,以及随后的目的从句 ἵνα δείξῃ ... 插入其间,导致原因状语与主干动词相隔较远,因而再次使用 διὰ τοῦτο 以收束并引出主句动词。
- 4.43σαφὴς γὰρ ἐν τούτοις ἡ διάκρισις τοῦ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ.
短语 τοῦ ἐν ᾧ 与 τοῦ ἐν τούτῳ 是名词化的介词从句表达:τοῦ ἐν ᾧ 指“在其中之物”(场所、容器),τοῦ ἐν τούτῳ 指“在此中之物”(内容物、位于场所中的对象)。系动词 ἐστί 被省略,两个带冠词的属格短语作为宾格性属格由 διάκρισις 所支配。
- 4.44ἀλλὰ πᾶν εἴ τί περ ἔστιν, ἢ ἐν ἄλλῳ ἐστὶν ἢ οὐδαμοῦ.
代词 πᾶν 作为选言谓词部分(ἢ ἐν ἄλλῳ ἐστὶν ἢ οὐδαμοῦ)的主语,条件从句 εἴ τί περ ἔστιν(“如果真存在的话”)插入其中以限定这个全称主语。在句法上,中性单数的主语 πᾶν 与动词 ἐστίν 保持一致。
