- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:527.16-528.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐明整体唯有由于一部分在另一部分之中才能被转义地说成在其自身之中,随后探讨了亚历山大所补充的“同时存在的事物”与“基底在偶性之中”这两种含义。
ἐπεὶ οὖν τῶν μορίων τοῦ ὅλου τὸ ἕτερόν ἐστιν ἐν τῷ ἑτέρῳ, λέγοιτο ἂν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι, οἷον ὁ ἀμφορεὺς τοῦ οἴνου λέγοιτο ἂν ἐν ἑαυτῷ εἶναι, οὐ πρώτως οὐδὲ τῷ ὅλως εἶναι αὐτὸ ἐν ἑαυτῷ, ἀλλὰ τῷ τῶν μορίων αὐτοῦ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ εἶναι.1 ὥσπερ λέγομεν τὸν ἄνθρωπον αὐτοκίνητον οὐ τῷ τὸν ὅλον κινεῖν καὶ τὸν ὅλον κινεῖσθαι, ἀλλὰ τῷ μέρος μέν τι αὐτοῦ κινεῖν μέρος δέ τι κινεῖσθαι (κινεῖ μὲν γὰρ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα), οὕτως ἂν εἴποις καὶ αὐτὸν ἐν ἑαυτῷ εἶναι τὸν ἄνθρωπον τῷ μέρος ἐν μέρει εἶναι, τὴν ψυχὴν ἐν τῷ σώματι, καὶ τὸν τοῦ οἴνου ἀμφορέα αὐτὸν ἐν ἑαυτῷ εἶναι τῷ μέρος ἐν μέρει εἶναι, τὸν οἶνον ἐν τῷ ἀμφορεῖ. ταύτῃ οὖν μόνως δύναταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι, ἀπὸ μέρους, ὡς εἶπον, καὶ καταχρηστικῶς. οἶδε γάρ, ὡς ἤδη εἴπομεν, τὴν τοιαύτην ἡ συνήθεια χρῆσιν, τὸ ἀπὸ μέρους τὰ ὅλα καλεῖν, ὡς ὅταν λέγωμεν τὸν Σωκράτην ὑποδεδέσθαι ἢ ὁρᾶν, ἢ τὸν Σωκράτην ἐπιστήμονα εἶναι· τῷ γὰρ τὴν ψυχὴν ἐπιστήμονα εἶναι ἢ τὸν ὀφθαλμὸν ὁρᾶν ἢ τὸν πόδα ὑποδεδέσθαι, οὕτως ἐκ τοῦ μέρους τὸ ὅλον ὀνομάζεται. οὕτως οὖν καὶ ἐπὶ τούτου τῷ εἶναι μέν τι τῶν τοῦ ὅλου μερῶν ἔν τινι, μὴ ἐν ἄλλῳ μέντοι παρὰ τὸ ὅλον, λέγοιτο ἂν καὶ τὸ ὅλον ἐν ἑαυτῷ εἶναι. ἐπειδὴ οὖν καὶ τῶν μορίων τοῦ ζῴου ἕκαστον, χεῖρες λέγω καὶ πόδες καὶ τὰ λοιπά, ἐν τῷ ὅλῳ εἰσί, λέγοιτο ἄν καὶ τὸ ὅλον ἐν ἑαυτῷ εἶναι οὐ πρώτως, ὡς εἶπον, ἀλλὰ κατ’ ἄλλο καὶ καταχρηστικῶς. οὕτως οὖν καὶ ὁ τοῦ οἴνου ἀμφορεὺς λέγοιτο ἂν αὐτὸς ἐν ἑαυτῷ ὡς ἐν τόπῳ εἶναι, τῷ τὸ μέρος αὐτοῦ ἐν τῷ λοιπῷ εἶναι ὡς ἐν τόπῳ· τῷ γὰρ μὴ εἶναι τὸ ὅλον ἕτερον παρὰ τὸν τόπον καὶ τὸ ἐν τόπῳ, ταύτῃ τὸ ὅλον λέγεται αὐτὸ ἐν ἑαυτῷ εἶναι. ταύτῃ μὲν οὖν μόνως ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, πρώτως δὲ οὐκ ἐνδέχεται οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός. καὶ δείκνυσιν ἐφεξῆς τοῦτο τῷ τε ἐπαγωγικῷ χρώμενος τρόπῳ καὶ ἔτι τῷ ἀποδεικτικῷ. ὁ δὲ Ἀλέξανδρος καὶ ἕτερα σημαινόμενα τοῦ ἔν τινι παρατίθεται, καὶ ἓν μὲν ὡς τὰ ἅμα ὄντα φησί,2 λέγω δὴ τὰ κατὰ τὰς ἐπιφανείας ἁπτόμενα ἀλλήλων· λέγοιτο γὰρ ἂν ταῦτα ἐν ἀλλήλοις εἶναι. ἀλλὰ δῆλον ὅτι τὰ ἅμα πάντως ἢ ὡς ἐν χρόνῳ λέγονται εἶναι ἢ ὡς ἐν τόπῳ· τὰ οὖν ἀλλήλων ἁπτόμενα, ὡς ἐν τόπῳ λέγονται ἐν ἀλλήλοις· μέρος γάρ εἰσιν αἱ ἐπιφάνειαι καθ’ ἃς ἅπτονται ἀλλήλων τοῦ περιέχοντος αὐτὰ τόπου· ὥστε οὐκ ἔστι τοῦτο ἕτερον σημαινόμενον τοῦ ἔν τινι παρὰ τοὺς ἀπηριθμημένους τρόπους. καὶ ἕτερον δὲ παρατίθεται σημαινόμενον οὐκ ἄκομψον. λέγεται γάρ, φησίν, ἔν τινι καὶ ὡς ὑποκείμενον ἐν συμβεβηκότι, ὥσπερ φαμὲν ἐν καλοῖς εἶναι τὸν δεῖνα, ἢ ἐν κακοῖς πράγμασίν εἰμι, ἐν τούτοις ἐστὶ τὰ καθ’ ἡμᾶς· φαμὲν γὰρ οὕτως τὸ ὑποκείμενον ἐν συμβεβηκόσιν.
因此,由于整体的各部分中有一部分在另一部分之中,整体便可以说是在其自身之中;例如,装酒的陶罐可以说是在其自身之中,这并非在第一位地、也非由于它自身完全在其自身之中,而是由于其各部分中有一部分在另一部分之中。正如我们称人是“自身运动的”,并非由于整体在推动且整体被推动,而是由于他的某一部分在推动而某一部分被推动(因为灵魂在推动,而身体被推动),同样,你也可以说人自身在其自身之中,乃是由于部分在部分之中,即灵魂在身体之中,并且装酒的陶罐自身在其自身之中,乃是由于部分在部分之中,即酒在陶罐之中。因此,唯有以这种方式,某物自身在其自身之中才是可能的,正如我所说,是由于部分并且是转义地。因为正如我们已经说过的,习惯用法晓得这种用法,即根据部分来称呼整体,犹如当我们说苏格拉底穿了鞋或在观看,或者苏格拉底具有知识时那样;因为由于灵魂具有知识,或者眼睛在观看,或者脚穿了鞋,整体便如此根据部分而被命名。因此在这种情况中同样,由于整体的各部分中有某一部分在某物之中,而且并不在整体之外的他物之中,整体便也可以说是在其自身之中。因此,既然动物的各个部分——我指的是手、脚以及其余部分——也都在整体之中,整体便也可以说是在其自身之中,正如我所说,并非在第一位地,而是依据他物并且转义地。因此以这种方式,装酒的陶罐也可以说自身如在场所中一般在其自身之中,这是由于其部分如在场所中一般在其余部分之中;因为由于整体并非场所与在场所中之物以外的他物,因而在这一点上整体被说成自身在其自身之中。因此,唯有以这种方式,某物自身在其自身之中才是可能的;而在第一位地,无论就其自身而言还是按偶性而言都是不可能的。随后他兼用归纳的方式并且还用证明的方式来指明这一点。 然而亚历山大还引证了“在某物之中”的其他含义,作为其中之一,他说到了“同时存在的事物”,我指的是在表面上彼此相接触的事物;因为这些事物可以说是在彼此之中。但显然,同时存在的事物无论如何要么被说成如在时间之中存在,要么被说成如在场所之中存在;因此彼此相接触的事物被说成是在彼此之中乃是如在场所之中;因为它们借以彼此相接触的表面,乃是包围它们的场所的一部分;所以这并不是在已列举的各方式之外“在某物之中”的另一种含义。而且他还引证了另一种并非不精妙的含义。因为他说,“在某物之中”也被说成如基底在偶性之中,正如我们说某某人“处于良好境况之中”,或者“我处于糟糕事态之中”,“我们的处境处于这些状态之中”;因为我们正是这样说基底在偶性之中的。
- 4.41τῷ τῶν μορίων αὐτοῦ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ εἶναι
由中性单数与格定冠词 τῷ 与不定词 εἶναι 构成的带冠词不定词短语,充当原因与格,表述整体被说成在自身之中的根据。对格 τὸ ἕτερον 充当不定词的逻辑主语,属格短语 τῶν μορίων αὐτοῦ 作为部分属格修饰 τὸ ἕτερον。
- 4.41καὶ ἓν μὲν ὡς τὰ ἅμα ὄντα φησί
καὶ ἓν [σημαινόμενον] μέν 承接前句的 ἕτερα σημαινόμενα,作动词 φησί 的对格宾语,ὡς 引出其具体规定或例示(“作为其中之一,他指出了同时存在的事物”)。后随由 λέγοιτο γὰρ ἄν 引导的句子则说明其理由。
