← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§526.10-527.16

在某物之中的诸种含义与自身内在问题

菲洛波诺斯理清了亚里士多德在驳斥质料说与形式说之后重新回到探究场所本质的论证脉络,阐明了“在某物之中”的含义分类,并疏解了事物能否在自身之中(在首要意义上不可能,但通过部分以派生方式可能)的准备性探讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.41#1

" Μετὰ δὲ ταῦτα ληπτέον ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέγεται." Δείξας ἐν ἀρχῇ ὅτι ἔστιν ὁ τόπος, εἶτα θελήσας ἀποδοῦναι ἀκολούθως καὶ τὸ τί ἐστι, περιήγαγεν εἰς τοὐναντίον τὸν λόγον, καὶ ἔδειξεν ὅτι εἰ θελήσομεν τὸ τί ἐστι τοῦ τόπου ἀποδοῦναι, κινδυνεύει μηδὲ εἶναι ὅλως ὁ τόπος. οὕτως ἐφ’ ἑκάτερα ἐπιχειρήσας, ἐπειδὴ ἀρχόμενος τοῦ λόγου ἔλεγεν ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ οὐ τὸ αὐτὸ ἔστι λαβεῖν περὶ αὐτοῦ, ἐφεξῆς ἔδειξεν ἐκ τίνων μὲν δοκεῖ ὕλη εἶναι, ἐκ τίνων δὲ εἶδος· εἶτα διὰ πλειόνων ἀνεσκεύασεν, ὅτι οὔτε ὕλη δύναται εἶναι οὔτε εἶδος. ταῦτα εἰπών, ἀκολούθως ἀνατρέχει ἐπὶ τὸ δεῖξαι τί ἐστιν ὁ τόπος, καὶ τὰ αὐτῷ δοκοῦντα περὶ τοῦ τόπου ἐκθέσθαι· τούτου γὰρ δειχθέντος, λέγω δὴ τοῦ τί ἐστιν ὁ τόπος, λύονται πᾶσαι αἱ ἀπορίαι ἐξ ὧν ἐδόκει μὴ εἶναι ὁ τόπος, καὶ μάλιστα ὅσαι ἐκ τοῦ κακῶς λαμβάνειν τὸ τί ἐστι τοῦ τόπου ἀνεφύοντο, ὡς αἱ λαμβάνουσαι ὅτι ὁ τόπος τριχῇ ἐστι διαστατόν. εἰσὶ δ’ αἳ καὶ αὐτόθεν ψευδεῖς ἦσαν, ὡς ἡ λέγουσα πᾶν τὸ ὂν ἐν τόπῳ εἶναι, ἢ πᾶν τὸ ὂν ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. βούλεται οὖν, ὡς εἶπον, ἀποδοῦναι τὸ τί ἐστι τοῦ τόπου, ἀλλ’ ἐπειδὴ σαφέστερά ἐστι τοῦ τόπου τὰ ἐν τόπῳ, τὰ δὲ ἐν τόπῳ ἔν τινί ἐστι, βούλεται ἀπαριθμήσασθαι τὰ τοῦ ἔν τινι σημαινόμενα, καὶ εἰπεῖν ποσαχῶς τὸ ἔν τινι λέγεται. καὶ λέγει τοσαυταχῶς τὸ ἔν τινι λέγεσθαι, ὁσαχῶς καὶ ὑπὸ τῶν ἐξηγητῶν αὐτοῦ εἴωθε λέγεσθαι ἐν τῷ τῶν Κατηγοριῶν ὑπομνήματι· πλὴν οὐ πάντα ἐκτίθεται τὰ τοῦ ἔν τινι σημαινόμενα, ἀλλὰ ἐννέα μόνον, παραλιμπάνει δὲ δύο, τό τε ἐν χρόνῳ καὶ τὸ ἐν ὑποκειμένῳ. ἅμα δὲ καὶ ζητεῖ, εἰ ἔστι τι αὐτὸ ἐν ἑαυτῷ, εἴτε καθ’ ἕν τι τούτων τῶν τοῦ ἔν τινι σημαινομένων, εἴτε κατ’ ἄλλον τινὰ τρόπον. δῆλον δὲ ὅτι τῶν φυσικῶν,1 περὶ ὧν αὐτῷ καὶ ὁ λόγος. ζητεῖ οὖν πότερόν ἐστί τι αὐτὸ ἐν ἑαυτῷ, ἢ πᾶν ἀνάγκη ἢ οὐδαμοῦ εἶναι ἢ ἐν ἄλλῳ. φησὶν οὖν ὅτι ἐπειδὴ ἔστι τι πρώτως εἶναι, ἔστι δὲ καὶ κατ’ ἄλλο (λέγεται γὰρ ὁ Σωκράτης λευκὸς εἶναι οὐ πρώτως ἀλλὰ κατὰ ἄλλο, τῷ τὸ μέρος αὐτοῦ λευκὸν εἶναι, τὸ σῶμα,2 ἀλλ’ οὐδὲ τὸ σῶμα πρώτως λευκόν, ἀλλ’ ἡ ἐπιφάνεια πρώτως λευκή, διὰ ταύτην δὲ τὸ σῶμα, καὶ διὰ τοῦτο ὁ Σωκράτης· κατ’ ἄλλο οὖν λευκὸς ὁ Σωκράτης, οὐ πρώτως. ὁμοίως ὑποδεδέσθαι λέγεται Σωκράτης οὐ πρώτως, ἀλλὰ κατ’ ἄλλο, τῷ τὸ μέρος αὐτοῦ ὑποδεδέσθαι, τὸν πόδα. ὁμοίως δὲ καὶ ὁρᾶν λέγεται ἀπὸ μέρους, τῶν ὀφθαλμῶν), ἐπεὶ οὖν ἔστι τινὰ εἶναι πρώτως, ἔστι δὲ καὶ ἀπὸ μέρους ἤτοι ἁπλῶς κατ’ ἄλλο, καὶ τὸ ἐν ἑαυτῷ εἶναι ἢ πρώτως ἔσται ἢ ἀπὸ μέρους. πρώτως μὲν οὖν ἀδύνατον εἶναι αὐτό τι ἐν ἑαυτῷ, κατ’ ἄλλο δὲ καὶ ἀπὸ μέρους δυνατόν, ὅταν τοῦ λεγομένου ἐν ἑαυτῷ εἶναι τὸ μὲν ᾖ οἷον τόπος καὶ τὸ δεδεγμένον, τὸ δὲ ἐν ἐκείνῳ ὄν.3

“在此之后,必须把握一物在另一物之中是在多少种意义上被说的。” [亚里士多德]在开篇指明了场所存在,继而期望顺理成章地给出场所是什么,却将论证引向了反面,指明如果我们期望给出场所是什么,场所甚至面临根本完全不存在的危险。以这种方式从正反两方面进行了论述之后,既然他在论证之初曾说,根据场所固有的属性无法对它获得同一的认识,他便接续表明了根据哪些理由[场所]看似质料,根据哪些理由看似形式;随后他通过多项论证反驳说,它既不可能为质料亦不可能为形式。说了这些之后,他顺理成章地返回到证明场所究竟为何物、并阐述他自己关于场所的主张上来。因为一旦这一点被指明,我指的是场所究竟为何物,那么使场所看似不存在的一切疑难便都迎刃而解了,尤其是那些因拙劣地把握场所为何物而滋生出的疑难,正如那些假定场所是在三维上延展之物的疑难一样。但也有一些疑难本就显而易见是虚假的,比如声称凡存在之物都在场所之中,或者凡存在之物要么是元素要么由元素构成的疑难。因此,正如我所说,他期望给出场所究竟为何物;但由于在场所之中的事物比场所更清楚明了,而在场所之中的事物是在某物之中,所以他期望列举出“在某物之中”的诸种含义,并说明“在某物之中”是在多少种意义上被说的。而且他说,“在某物之中”所被说的意义,正与他的注解家们在《范畴篇》注解中所习惯陈述的一样多;只是他并没有列举出“在某物之中”的所有含义,而仅仅列举了九种,遗漏了两种,即“在时间之中”和“在基底之中”。同时他也探讨是否存在某个自身在其自身之中的事物,究竟是按照“在某物之中”的这些含义中的某一种,还是以某种其他方式——显然是就自然物而言,关于这些自然物也正是他的论述所在。因此他探讨,究竟是否存在某个自身在其自身之中的事物,还是凡物都必然要么不在任何地方,要么在另一物之中。于是他说,既然一事物可以在第一位地存在,也可以依据他物而存在(因为苏格拉底被说成是白的并不是在第一位地,而是依据他物,这是由于他的部分即身体是白的,但甚至身体也不是在第一位地为白,而是表面在第一位地为白,因这一表面而身体为白,因身体而苏格拉底为白;所以苏格拉底是依据他物为白,而非在第一位地。同样,苏格拉底被说成穿了鞋并不是在第一位地,而是依据他物,这是由于他的部分即脚穿了鞋。同样,[苏格拉底]被说成观看也是由于部分,即由于眼睛)——那么,既然某些事物在第一位地存在是可能的,并且由于部分即简言之依据他物而存在也是可能的,那么在自身之中存在也将要么是在第一位地,要么是由于部分。因此,在第一位地,任何事物自身在其自身之中都是不可能的;但依据他物并且由于部分则是可能的,这发生在当被说成是在自身之中的事物中,一部分犹如场所和接纳者,而另一部分则是在前者之中的事物时。

语法注3 条
  1. 4.41δῆλον δὲ ὅτι τῶν φυσικῶν

    属格 τῶν φυσικῶν 依存于上下文中省略的主语或探讨对象(如补充 [ἡ ζήτησίς ἐστι] 或 [τὸ ζητούμενόν ἐστι]),作说明性属格或部分属格,意为“显见[探讨的对象]是属于自然事物的”。

  2. 4.41τῷ τὸ μέρος αὐτοῦ λευκὸν εἶναι, τὸ σῶμα

    带冠词不定词与格(τῷ ... εἶναι)表原因或根据(“由于其部分……是白的”),用以说明前面的 κατ’ ἄλλο(“依据他物”)。同位语 τὸ σῶμα 明确指出了 τὸ μέρος αὐτοῦ 的具体内容。

  3. 4.41ὅταν τοῦ λεγομένου ἐν ἑαυτῷ εἶναι τὸ μὲν ᾖ οἷον τόπος καὶ τὸ δεδεγμένον, τὸ δὲ ἐν ἐκείνῳ ὄν

    属格 τοῦ λεγομένου ἐν ἑαυτῷ εἶναι 作为整体部分属格前置,支配后文表示部分的并列主语 τὸ μὲν ... τὸ δέ(“一方面是……,另一方面是……”)。限定动词 ᾖ 充当分句的谓语,后面的 ὄν 则以分词形式与之相应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:526.10-527.16