- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:524.23-526.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯根据亚里士多德《物理学》210a2–210a9阐释了证明场所既非质料亦非形式的第四至第八个论证,涉及自然运动的方向性、上下之别的缺失、场所之场所的无穷后退,以及实体变化中场所消灭的荒谬推论。
" Ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὑτοῦ τόπον;" Τὸ τέταρτον ἐπιχείρημα. ἐντεῦθεν γὰρ πάλιν ἡ ἀκολουθία πρὸς τὰ προηγούμενα· τὰ γὰρ μεταξὺ ἐν παρεκβάσει ἦν πρὸς Πλάτωνα. εἰ ἡ ὕλη οὖν, φησί, καὶ τὸ εἶδος τόπος, οὐδὲν ἂν ἐφέρετο ἐπὶ τὸν ἑαυτοῦ τόπον (οὐδὲν γὰρ φέρεται ἐπὶ τὸ εἶδος αὑτοῦ καὶ τὴν ὕλην· ἔστι γὰρ ἤδη ἐν αὐτῷ), ἀλλὰ μὴν φέρεται πᾶν ἐπὶ τὸν ἑαυτοῦ τόπον, ἡ βῶλος κάτω τὸ πῦρ ἄνω, οὐκ ἄρα ἡ ὕλη καὶ τὸ εἶδος τόπος. τὸν αὐτὸν δὲ καὶ κατηγορικὸν ποιήσας ἕξεις τὸ πέμπτον ἐπιχείρημα· ἐπὶ τὸν αὑτῶν τόπον πάντα φέρεται, ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος οὐδὲν φέρεται, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος.
“再者,它又如何能移动到自己的场所呢?” 第四个论证。因为从这里重新接续了前面的论点;因为其间的内容是针对柏拉图的插论。他说,如果质料和形式是场所,那么没有任何东西会移动到自己的场所(因为没有任何东西会移动到自己的形式和质料;因为它们本来就已经在它之中了);然而凡物都移动到自己的场所,土块向下,火向上;因此质料和形式都不是场所。如果你将这同一个论证表述为直言三段论,你便会得到第五个论证:凡物都移动到各自的场所,没有任何东西移动到质料和形式,因此场所既非质料亦非形式。
"Ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω καὶ κάτω ἐστί, τόπον εἶναι.1" Τοῦτο ἕκτον ἐπιχείρημα, ἅμα δὲ καὶ κατασκευὴ τούτου τε τοῦ ἐπιχειρήματος καὶ τοῦ πρὸ αὐτοῦ. ἔστι δὲ τοῦτο τὸ ἐπιχείρημα· ἐν τῷ τόπῳ τὸ ἄνω ὑπάρχει καὶ τὸ κάτω, ἐν τῇ ὕλῃ καὶ τῷ εἴδει οὔτε τὸ ἄνω ἐστὶν οὔτε τὸ κάτω, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τὸ δὲ ἀδύνατον γὰρ οὗ μὴ κίνησις κατασκευὴ ἀμφοτέρων τῶν ἐπιχειρημάτων· ἐν ᾧ γὰρ μὴ ἔστι κίνησις, ἐν τούτῳ οὔτε τὸ ἄνω ἔσται καὶ τὸ κάτω οὔτε φέροιτο ἄν τι ἐπὶ τοῦτο, ἐν δὲ τῷ εἴδει καὶ τῇ ὕλῃ κίνησις οὐκ ἔστιν, ὥστε οὔτε φέρεταί τι ἐπὶ ταῦτα οὔτε τὸ ἄνω ἐστὶν ἐν τούτοις καὶ τὸ κάτω. ὥστε ζητητέος ἐν τούτοις ὁ τόπος, ἐν οἷς δηλονότι κίνησίς ἐστι, καὶ ἐν οἷς τὸ ἄνω καὶ τὸ κάτω.
“因为在既无运动亦无上下之处,场所是不可能存在的。” 这是第六个论证,同时也是对该论证及前一论证的确立。该论证如下:在场所中存在着上与下,但在质料和形式中既无上亦无下,因此场所既非质料亦非形式。而“因为在无运动之处〔场所存在〕是不可能的”这一句,则是对这两个论证的确立:因为凡无运动存在之处,在其中既不会有上与下,也不会有任何东西朝之移动;但在形式与质料中并无运动,所以既无任何东西朝它们移动,在它们之中亦无上与下。因此场所必须在那些显然存在运动且存在上与下的事物中去探寻。
"Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἡ μορφὴ καὶ ἡ ὕλη),2 ἔσται ὁ τόπος ἐν τόπῳ." Ἕβδομον ἐπιχείρημα· εἰ τὸ εἶδος καὶ ἡ ὕλη τόπος, ἐν τῷ πράγματι δέ ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος, καὶ ὁ τόπος ἄρα ἐν τῷ πράγματί ἐστιν. ὅταν οὖν μεταβάλλῃ κατὰ τόπον τὸ πρᾶγμα, τουτέστι τὸ ἐξ ὕλης καὶ εἴδους, καὶ ἐξ ἄλλου τόπου ἄλλον καταλαμβάνῃ τόπον, συμμεταβάλλει αὐτῷ δηλονότι καὶ ἡ ὕλη καὶ τὸ εἶδος· οὗ γὰρ ἂν ᾖ τὸ σύνθετον, ἐκεῖ καὶ τὰ συντιθέντα ἁπλᾶ ἐξ ἀνάγκης. ὥστε εἰ τὸ ὅλον ἐν τόπῳ γίνεται, καὶ ἡ ὕλη καὶ τὸ εἶδος ἐξ ἀνάγκης· ταῦτα δέ ἐστιν ὁ τόπος· ὁ τόπος ἄρα ἐν τόπῳ γίνεται. ὥστε τοῦ τόπου ἔσται τόπος.
“但如果场所在它自身之中(因为若是形式和质料,就必然如此),场所便将在场所之中。” 第七个论证:如果形式和质料是场所,而质料和形式在事物之中,那么场所也就在事物之中了。因此,当事物——即由质料和形式构成的复合体——作位置变化并由一个场所占据另一个场所时,显见质料和形式也随之同移;因为凡复合体所在之处,构成它的简单成分亦必然随之同在。所以如果整体进入了某个场所,质料和形式必然也[进入];而这些就是场所;因此场所便进入了场所之中。从而便会有场所的场所。
"Ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα." Τὸ ὄγδοον ἐπιχείρημα· εἰ τὸ εἶδος, φησί, τόπος, ὅταν τὸ ὕδωρ φθαρὲν γένηται ἀήρ, φθαρέντος τοῦ εἴδους ἔφθαρται δηλονότι καὶ ὁ τόπος. τίς οὖν ἡ τοῦ τόπου φθορά, οὐκ ἂν εἰπεῖν ἔχοιεν· οὐ γὰρ δὴ εἴποιεν ὅτι3 οὐκ ἔφθαρται, ἀλλ’ ἐν τῷ γενομένῳ σώματι ἐκ τοῦ ὕδατός ἐστιν ὁ τόπος, λέγω δὴ τῷ ἀέρι. οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ ἐστὶν οὗτος· ἕτερον γὰρ τὸ τοῦ ἀέρος εἶδος. εἰ τοίνυν ἕτερον τὸ εἶδος τοῦ ἀέρος παρὰ τὸ τοῦ ὕδατος, τὸ δὲ εἶδος ὁ τόπος, οὐκ ἐν τῷ αὐτῷ ἄρα τόπῳ τοῦ ὕδατος ὁ ἀήρ ἐστι.
“再者,当由空气生成水时,场所便已经毁灭了;因为生成出来的物体并不在同一个场所中。” 第八个论证:他说,如果形式是场所,当水毁灭而生成空气时,随着形式的毁灭,显见场所也一同毁灭了。那么场所的毁灭究竟是什么,他们将无法说出;因为他们总不能说场所并没有毁灭,而是在从水生成出来的物体中——我指的是在空气中。因为这并不是在同一个场所中;因为空气的形式是不同的。因此,如果空气的形式不同于水的形式,而形式又是场所,那么空气便不在与水相同的场所之中了。
- 4.38Ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω καὶ κάτω ἐστί, τόπον εἶναι.
关系副词 οὗ 引导一个无先行词的处所从句(“在……之处”),对格不定式短语 τόπον εἶναι 作非人称形容词 ἀδύνατον 的主语。由于该关系从句具有泛指或条件句的性质,因而否定词采用了 μή 而非 οὐ。
- 4.39Εἰ δὲ ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἡ μορφὴ καὶ ἡ ὕλη)
代词 αὐτῷ 指代占据场所的事物(复合实体)本身。括号内的 δεῖ 需补足省略的谓词短语 ἐν αὐτῷ εἶναι(“必须在它之中”);由于质料和形式是复合实体的内在构成要素,假若它们是场所,场所就必然也内在于事物之中。
- 4.40οὐ γὰρ δὴ εἴποιεν ὅτι
οὐ γὰρ δή 与潜能希求法 εἴποιεν 连用,构成表示强烈排斥的惯用句式:“他们绝不至于会说……”。它预先驳斥了 ὅτι 引出的假定(即场所并未消灭而是存在于新生出的空气中),指出其荒谬性。
