- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:522.17-524.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞疏解亚里士多德(209b27–209b33)关于场所既非形式亦非质料、而是与事物可分离的诸项论证。针对亚里士多德对柏拉图将质料等同于场所所作的离题批评,他进一步为柏拉图的真实意图辩护。
" Ὥστε οὔτε μόριον οὔτε ἕξις, ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστίν." Μόριον μὲν οἷον χεὶρ ἢ ποὺς ἢ τῶν ὁμοιομερῶν τι, ἕξις δὲ ἤτοι τὸ εἶδός φησι τὸ οὐσιῶδες, ἤτοι ἁπλῶς πᾶν εἶδος καὶ τὸ κατὰ συμβεβηκός. τά τε γὰρ ἀχώριστα καὶ τὰ χωριστὰ συμβεβηκότα συμμεταφέρονται τῷ πράγματι, ὁ δὲ τόπος ἀκίνητός ἐστι καὶ τῷ πράγματι οὐ συμμεταβαίνει. ὁμοίως δὲ οὐδὲ τὸ μόριον χωρίζεται τοῦ πράγματος, ἔστ’ ἂν ᾖ μόριον· χωρισθὲν γὰρ εὐθὺς φθείρεται. ὥστε οὐδὲν τοῦ πράγματός ἐστιν ὁ τόπος. δυνατὸν δὲ μόριον ἀντὶ τοῦ στοιχεῖον ἀκούειν, οἷον τὸ εἶδος καὶ τὴν ὕλην, ὅπερ καὶ μᾶλλον, ἵνα ᾖ συμπέρασμα τὸ ὥστε οὔτε μόριον οὔτε ἕξις ἀντὶ τοῦ ‘δῆλον οὖν ὅτι οὔτε εἶδος οὔτε ὕλη ὁ τόπος’·1 καὶ τί λέγω ὕλη καὶ εἶδος; ἀλλ’ οὐδ’ ἕξις τις, τουτέστιν οὐδὲ συμβεβηκός ἐστί τι τοῦ πράγματος, διότι ὁ μὲν τόπος χωρίζεται τοῦ πράγματος μετακινηθέντος, τὰ δὲ συμβεβηκότα συμμετέρχονται αὐτῷ· καὶ γὰρ τὰ χωριστὰ συμβεβηκότα κατὰ τόπον κινουμένῳ τῷ πράγματι συμμεταβαίνουσιν, ὁ δὲ τόπος οὐ συμμεταβαίνει αὐτῷ, ἀλλὰ χωρίζεται αὐτοῦ.
“因此场所既非部分亦非状态,而是能与各事物相分离的。” 所谓部分,例如手、脚或某种同质部分;而所谓状态,他指的或是本质形式,或是端指一切形式,包括偶性形式。因为不可分离的偶性与可分离的偶性都是随事物一同移动的,而场所是不动的,并不随事物一同推移。同样,只要部分仍是部分,它也不能与事物分离;因为一旦分离,它便立刻毁灭。所以场所并非事物的任何成分。但也可以将“部分”理解为“元素”,例如形式与质料,这种解释甚至更为恰当,以便使“因此既非部分亦非状态”这一结论代指“显见场所既非形式亦非质料”;而且我何必说是质料与形式?甚至它根本不是某种状态,也就是说并非事物的某种偶性,因为场所与移动的事物相分离,而诸偶性则随之而去;因为即便是可分离的偶性,在事物作位置运动时也会与之同移,但场所并不与之同移,而是与之相分离。
"Καὶ γὰρ δοκεῖ τοιοῦτόν τι εἶναι ὁ τόπος, οἷον τὸ ἀγγεῖον." Ἔτι κατασκευάζει ὅτι ὁ τόπος χωρίζεται τοῦ πράγματος. οὐδὲν γάρ, φησί, διαφέρει ὁ τόπος τοῦ ἀγγείου· καὶ γὰρ τὸ ἀγγεῖον τόπος ἐστὶ μεταφορητός. ὥσπερ οὖν τοῦ ἀγγείου χωρίζεται τὸ πρᾶγμα (ἕτερον γὰρ τοῦ πράγματος προφανῶς τὸ ἀγγεῖον), οὕτω δὲ καὶ τοῦ τόπου.
“因为场所似乎也是某种类似于容器的东西。” 他进一步确立场所能与事物分离。他说,因为场所与容器毫无区别;因为容器其实就是可搬移的场所。因此,正如事物与容器相分离(因为显见容器是不同于事物的另一物),事物与场所也是如此[相分离]。
"Ἧι μὲν οὖν χωριστὸς τοῦ πράγματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος, ᾗ δὲ περιέχει, ταύτῃ ἕτερος τῆς ὕλης." Ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα μεμερισμένως, ἐκ μὲν τῶν αὐτῶν τῷ προτέρῳ δεικνύον ὅτι οὐκ εἶδος ὁ τόπος, ὅτι δὲ οὐδὲ ὕλη τῷ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν.2
“因此,就其能与事物相分离而言,在这一方面它不是形式;但就其包容而言,在这一方面它又不同于质料。” 由此展开分别阐述的第二个论证:一方面基于与前一个论证相同的理由证明场所不是形式,另一方面则因质料是被包容的而场所是包容者,从而证明[场所]也不是质料。
"Δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τι εἶναι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ." Τὸ τρίτον ἐπιχείρημα· ὁ τόπος ἐκτὸς τοῦ πράγματος ἑτέρου ὄντος παρ’ αὐτόν, ἡ ὕλη καὶ τὸ εἶδος οὐκ εἰσὶν ἐκτὸς τοῦ πράγματος οὐδὲ ἕτερόν τι τοῦ οὗ ἐστιν ὕλη καὶ εἶδος (οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ σύνθετον ἢ σύνοδος ὕλης καὶ εἴδους), ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος.
“而且凡在某处者,似乎自身总是某物,且在其外另有某物。” 第三个论证是:场所在事物之外,事物是不同于它的另一物;而质料与形式不在事物之外,亦非不同于它们作为其质料与形式的那一事物的另一物(因为复合实体无非是质料与形式的结合);因此场所既非质料亦非形式。
"Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας3 εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ μεθεκτικὸν ὁ τόπος;" Ἐγκαλεῖ τῷ Πλάτωνι, ὅτι εἰ τόπον φησὶ τὴν ὕλην εἶναι, συμβήσεται καὶ τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη ἐν τόπῳ εἶναι (ἐκ παραλλήλου δὲ ταὐτὸν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη)·4 εἰ γὰρ μεθεκτικὸν τῶν εἰδῶν ἡ ὕλη, ἡ δὲ ὕλη τόπος, ἐν τόπῳ τὰ εἴδη ἔσονται. καίτοι οὐδὲ αὐτῷ δοκεῖ ἐν τόπῳ εἶναι τὰ εἴδη, ὡς καὶ Ἀριστοτέλης ἐν τοῖς ἔμπροσθεν εἶπε· χωριστὰ γὰρ αὐτὰ εἶναι καὶ ὁ Πλάτων βούλεται. ὥστε ἢ κακῶς τὴν ὕλην τόπον εἶπεν ὁ Πλάτων, ἢ τὰ εἴδη ἀναγκάζεται ἐν τόπῳ λέγειν, ὅπερ αὐτῷ οὐ δοκεῖ. ἐροῦμεν δὲ πρὸς Ἀριστοτέλην, ὅτι πρῶτον μὲν οὐ τῶν χωριστῶν εἰδῶν ἔλεγεν ὁ Πλάτων τὴν ὕλην τόπον εἶναι, ἃ καί φησι μὴ εἶναι ἐν τόπῳ, οὐδὲ τούτων εἶναι μεθεκτικόν, ἀλλὰ τῶν φυσικῶν· ἔπειτα εἴπομεν ὅτι καὶ τόπον ἔλεγεν οὐ τοιοῦτον τόπον περὶ οὗ νῦν ἡμεῖς ποιούμεθα τὸν λόγον, ἀλλὰ κατὰ ἀναλογίαν. εἴπομεν δὲ πολλάκις καὶ πῶς ἔλεγε τὰ εἴδη ἀριθμούς, ὅτι διὰ τὸ περιοριστικὸν αὐτῶν καὶ περατωτικόν. τὸ δὲ εἰ δεῖ παρεκβάντας εἰπεῖν εἴρηκε, διότι τὸ μὲν δεῖξαι ὅτι ἡ ὕλη τόπος οὐκ ἔστιν, ἀκόλουθον ἦν τῇ προκειμένῃ θεωρίᾳ, τὸ μέντοι λέγειν ὅτι εἰ τόπος εἴη ἡ ὕλη, ἔσονται τὰ εἴδη ἐν τόπῳ, τοῦτο οὐδὲν τῷ παρόντι λόγῳ συμβαλλόμενον ἦν, εἴτε ἐν τόπῳ εἶεν τὰ εἴδη εἴτε μή. δυνατὸν δὲ καὶ τοῦτο ὡς εἰς τὸ προκείμενον συντελοῦν λαβεῖν· εἰ γὰρ ἄτοπον τὸ τὰ εἴδη ἐν τόπῳ εἶναι, δῆλον ὅτι οὐκ ἂν εἴη ἡ ὕλη τόπος.
“然而人们应当对柏拉图说,如果必须脱离正题来说的话,既然场所是分有者,为何形式与数不在场所之中呢?” 他责难柏拉图说,如果他主张质料是场所,那么推论的结果便是数与形式也将在场所之中(依并列而言,数与形式是同一的);因为如果质料是形式的分有者,而质料又是场所,那么诸形式便会在场所之中。然而甚至柏拉图自己也不认为诸形式在场所之中,正如亚里士多德在前文中所说;因为柏拉图也意图使它们是分离的。因此,要么是柏拉图错误地将质料称为场所,要么他被迫承认形式在场所之中,而这并非他的观点。但我们要对亚里士多德说:首先,柏拉图并非说质料是那些分离形式的场所——他甚至断言这些分离形式不在场所之中——亦非说它是这些分离形式的分有者,而是自然形式的〔场所与分有者〕;其次,正如我们讲过的,他之所以称之为“场所”,并非指我们现在所探讨的这种场所,而是依类比而言。而且我们也多次讲过,他何以将形式称为数,乃是因为它们的规定性与界限性。而[亚里士多德]之所以说“如果必须脱离正题来说的话”,是因为证明质料不是场所固然顺应当前的探讨,但如果质料是场所、形式便会在场所之中这一说法,无论形式是否在场所之中,都对当前的论题毫无助益。不过也可以把这一点理解为有助于当前的目的;因为如果形式在场所之中是荒谬的,那么显见质料不可能是场所。
- 4.32ἵνα ᾖ συμπέρασμα τὸ ὥστε οὔτε μόριον οὔτε ἕξις ἀντὶ τοῦ ‘δῆλον οὖν ὅτι οὔτε εἶδος οὔτε ὕλη ὁ τόπος’
在目的从句 ἵνα ᾖ 中,由冠词 τὸ 引导的底本引句 τὸ ὥστε οὔτε μόριον οὔτε ἕξις 作主语,συμπέρασμα 作表语名词。ἀντὶ τοῦ(“代替”)引出名词化的引用句。
- 4.34τῷ τὴν μὲν ὕλην περιέχεσθαι, τὸν δὲ τόπον περιέχειν
带冠词与格 τῷ 统辖的宾格不定式短语,以 τὴν μὲν ὕλην 和 τὸν δὲ τόπον 为主语,依附于分词 δεικνύον 表示原因或根据(原因与格)。μὲν...δέ 对置了“质料被包容”与“场所进行包容”。
- 4.36παρεκβάντας
阳性宾格复数分词 παρεκβάντας 与非人称动词 δεῖ 所统辖的不定式 εἰπεῖν 的隐含主体(泛指主体或“我们”ἡμᾶς)在格与数上相一致。
- 4.36ἐκ παραλλήλου δὲ ταὐτὸν τοὺς ἀριθμοὺς καὶ τὰ εἴδη
省略句结构,上下文需补出 εἶναι 或 λέγει。副词短语 ἐκ παραλλήλου(“依并列而言”)表示补充解释,说明亚里士多德将数与形式并列等同看待。
