- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:520.26-522.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德引述柏拉图在《蒂迈欧》及不成文学说中将质料与空间(场所)等同的做法,斐洛庞奴斯解释了其命名差异与类比意义,并随之将亚里士多德表明场所既非质料亦非形式的反驳重构为第二格三段论。
" Διὸ καὶ ὁ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν τὸ αὐτό φησιν εἶναι ἐν τῷ Τιμαίῳ." Διὰ ταύτην οὖν, φησί, τὴν αἰτίαν, διὰ τὸ προσεοικέναι τῇ ὕλῃ τὸν τόπον, καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ τὴν ὕλην ταὐτόν φησιν εἶναι τῇ χώρᾳ· ἡ δὲ χώρα ὁ τόπος ἐστίν· ὥστε ταὐτόν φησιν εἶναι τὴν ὕλην τῷ τόπῳ. μεταληπτικὸν1 δὲ καλεῖ τὴν ὕλην, ὡς ἤδη εἶπον, ὡς τῶν εἰδῶν μεταλαμβάνουσαν, καὶ μόνως μεταλαμβάνουσαν, οὐδαμῶς δὲ μεταλαμβανομένην. εἴπομεν δὲ πῶς αὐτὴν καὶ χώραν καλεῖ, ὅτι κατὰ ἀναλογίαν, ὥσπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν τῶν διανοητῶν, καὶ τὸν νοῦν τῶν νοητῶν.
“因此柏拉图在《蒂迈欧》中也说质料与空间是同一回事。” 因此他说,由于这个原因,即由于场所与质料相似,柏拉图在《蒂迈欧》中也说质料与空间是同一的;而空间就是场所;所以他说质料与场所是同一的。而他将质料称为“分有者”,正如我已说过的,是因为它分有诸形式,而且仅仅是进行分有,绝不被分有。我们也已讲过,他何以也将它称为“空间”,乃是依类比而言,正如亚里士多德自己将灵魂称为可推论形式的场所,将理智称为可理知形式的场所一样。
"Ἄλλον δὲ τρόπον ἐκεῖ τε λέγων τὸ μεταληπτικὸν καὶ ἐν τοῖς λεγομένοις ἀγράφοις δόγμασιν." Τουτέστιν ἄλλως ἐν τῷ Τιμαίῳ τὴν ὕλην ὀνομάζων καὶ ἄλλως ἐν τοῖς ἀγράφοις δόγμασι, τουτέστιν ἐν ταῖς ἀγράφοις συνουσίαις· ἐν μὲν 〈γὰρ〉 ταῖς ἀγράφοις συνουσίαις μέγα καὶ μικρὸν ἐκάλει τὴν ὕλην, ὡς ἐν τοῖς ἔμπροσθεν ὁ Ἀριστοτέλης εἶπε, καὶ εἴπομεν διὰ τί μέγα καὶ μικρὸν ἡ ὕλη, ἐν δὲ τῷ Τιμαίῳ τὸ μεταληπτικὸν καλεῖ τὴν ὕλην διὰ τὸ τῶν εἰδῶν μεταλαμβάνειν. τὰς δὲ ἀγράφους συνουσίας τοῦ Πλάτωνος αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράψατο.
“尽管他在那里谈论分有者的方式,与在所谓不成文学说中的方式不同。” 也就是说,在《蒂迈欧》中为质料命名的方式,与在不成文学说——即在不成文讲座——中为质料命名的方式不同。因为在不成文讲座中,正如亚里士多德在前文中所说,他将质料称为“大与小”,而我们也讲过何以质料是大与小;而在《蒂迈欧》中,由于分有形式,他将质料称为“分有者”。至于柏拉图的不成文讲座,则是亚里士多德自己记录下来的。
"Ὅμως μέντοι τὸν τόπον καὶ τὴν χώραν τὸ αὐτὸ ἀπεφήνατο." Εἰ δὲ καὶ διαφόρως, φησί, καλεῖ τὴν ὕλην, ἀλλ’ οὖν τὸν τόπον καὶ τὴν ὕλην τὸ αὐτό φησιν· εἰ γὰρ τὴν ὕλην χώραν φησίν, ἡ δὲ χώρα οὐδὲν ἕτερόν ἐστι παρὰ τὸν τόπον, δῆλον ὅτι ταὐτόν ἐστι τῇ ὕλῃ ὁ τόπος. τῶν οὖν ἄλλων, φησί, πάντων ὅτι μὲν ἔστιν ὁ τόπος εἰπόντων, τί δέ ἐστι μηδενός, μόνος ὁ Πλάτων τί ἐστιν ὁ τόπος εἴρηκεν, ὅτι ἡ ὕλη. εἴπομεν δὲ ὅτι οὐ τοιοῦτον τόπον ἔλεγεν εἶναι τὴν ὕλην, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, ἀλλὰ κατὰ ἀναλογίαν, διότι ὡς ὁ τόπος τῶν σωμάτων δοχεῖον, οὕτω καὶ ἡ ὕλη τῶν εἰδῶν.
“然而,他终究断言场所与空间是同一回事。” 他说,即便他对质料的称呼有所不同,但终究认为场所与质料是同一的。因为如果他说质料是空间,而空间除场所外别无他物,显见场所与质料是同一的。他说,在所有其他人虽然都谈到了场所的存在、却没有一人说明场所究竟是什么的时候,唯独柏拉图说明了场所是什么,即它是质料。但我们已讲过,他并非说质料是我们现在所探讨的那种场所,而是依类比而言,因为正如场所是各物体的容器,质料同样是各形式的容器。
"Ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θεωρίαν, καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον αὐτὰ γνωρίζειν.2" Καὶ ἐντεῦθεν, φησί, τὸ χαλεπὸν τῆς τοῦ τόπου θεωρίας δείκνυται. εἴτε γὰρ ὕλη εἴτε εἶδος ὁ τόπος μᾶλλον, χαλεπὸς ὁ περὶ αὐτοῦ λόγος· εἰς γὰρ τὰς ἀρχὰς ἄνεισιν, ὧν ἡ θέα καθ’ αὑτήν τε ἀκροτάτη ἐστὶ καὶ οὐ ῥᾳδία, καὶ διότι πειρώμεθα χωρίζοντες ἀλλήλων γινώσκειν, ἃ γνῶναι χωρὶς ἀλλήλων οὐχ οἷόν τε. τῶν γὰρ πρός τι ἡ ὕλη καὶ τὸ φυσικὸν εἶδος· ἥ τε γὰρ ὕλη πρὸς εἶδος λέγεται (εἴδους γάρ ἐστιν ὕλη), καὶ τὸ φυσικὸν εἶδος ὡσαύτως ὕλης ἐστὶν εἶδος.
“因为这不仅具有最高的理论探讨,而且它们彼此分离也不易被认识。” 他说,由此也显示出关于场所的探讨之艰难。因为无论场所是质料还是形式,关于它的探讨都是艰难的;因为它上升到了诸本原,对这些本原的观照依其自身既是最高的且不易的,而且也是因为我们试图将无法彼此分离而认识的事物,通过彼此分离来进行认识。因为质料与自然形式属于关系项;因为质料是相对于形式而言的(因为它是形式的质料),自然形式同样也是质料的形式。
"Ἀλλὰ μὴν ὅτι γε ἀδύνατον ὁποτερονοῦν τούτων * * * "Ὁποτερονοῦν τούτων, τοῦ τε εἴδους καὶ τῆς ὕλης. ἐντεῦθεν οὖν ἀνασκευάζει καὶ δείκνυσι διὰ πλειόνων, ὅτι οὔτε ὕλην οὔτε εἶδος ἐνδέχεται εἶναι τὸν τόπον. τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος. τὸ πρῶτον ἐπιχείρημα· ἡ ὕλη καὶ τὸ εἶδος οὐ χωρίζεται τοῦ πράγματος, ὁ τόπος χωρίζεται τοῦ πράγματος, οὔτε ὕλη ἄρα οὔτε εἶδος ὁ τόπος. τὸ σχῆμα δεύτερον.3 τὴν μὲν οὖν μείζονα πρότασιν, ὡς πρόδηλον, οὐ κατασκευάζει, τὴν ἐλάττονα δὲ κατασκευάζει, λέγω δὴ ὅτι ὁ τόπος χωρίζεται τοῦ πράγματος· ἐν ᾧ γὰρ ἦν πρότερον ἀήρ, ἐξελθόντος τούτου ἄλλο τι ἐγγίνεται, ἀντιμεθισταμένων ἀλλήλοις τῶν σωμάτων· ὥστε χωρίζεται τοῦ πράγματος ὁ τόπος.
“然而,这两者中的任何一个都是不可能的……” 这两者中的任何一个,即形式与质料〔中的任何一个〕。因此从这里开始,他进行反驳,并通过若干论证证明场所既不可能是质料,也不可能是形式。因为形式与质料是不能与事物分离的。第一个论证是:质料与形式不能与事物分离,场所能与事物分离,所以场所既非质料亦非形式。格式为第二格。因此对于作为显而易见的大前提,他并不加以确立,而确立小前提,我指的是场所能与事物分离;因为在先前有空气的地方,在这[空气]离开后,随着各物体彼此更替,别的事物便生成于其中;所以场所能与事物分离。
- 4.27μεταληπτικὸν
中性形容词 τὸ μεταληπτικόν(分有者/接纳分有之物)的名词化用法,亚里士多德用以指称柏拉图《蒂迈欧》(参51a μεταλαμβάνον)中的质料。斐洛庞奴斯随即对其句法和语义理据作出解释,指出质料分有诸形式(μεταλαμβάνουσαν)却绝不被分有。
- 4.30Ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θεωρίαν, καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον αὐτὰ γνωρίζειν.
由惯用语 ἄλλως τε... καί...(不仅……而且……)构成的并列复合结构。代词 αὐτά 指涉前文中提到的形式与质料;斐洛庞奴斯解释道,这是因为质料与自然形式属于关系项(τῶν πρός τι),因而无法彼此孤立地被认识。
- 4.31τὸ σχῆμα δεύτερον
标明三段论格(σχῆμα)的名词句。其论式为:“质料与形式不与事物分离”(大前提,否定);“场所与事物分离”(小前提,肯定);“所以场所既非质料亦非形式”(结论,否定)。由于中项(与事物分离)在两个前提中均充当谓项,故被明确判定为第二格(具体而言为 Cesare 式)。
