- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:519.9-520.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》卷四第2章(209b1–209b9),阐明场所依其作为第一地包容物体的极限而言为何被视作形式,而依其作为接纳大小的不定间距(广延)而言为何被视作质料,并结合剥除球体各项属性的例证加以说明。
" Εἰ δέ ἐστιν ὁ τόπος τὸ πρώτως περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη." Τουτέστι τὸ πρώτως καὶ προσεχῶς ἕκαστον περιέχον, οὐχ ὁ κοινὸς τόπος. εἰ δὲ τὸ προσεχῶς ἕκαστον περιέχον ὁ τόπος ἐστί, πέρας τί ἐστι δηλονότι ὁ τόπος· περατοῖ γὰρ τὸ ἐν αὐτῷ. τοιοῦτον δέ ἐστι καὶ τὸ εἶδος.
“如果场所是第一地包容各物体者,它应当是某种极限。” 即第一且直接包容每一个事物者,而不是共通场所。而如果场所是直接包容每一个事物者,场所显然是某种极限;因为它限制处于自身之内的东西。形式也是这般性质的。
"Ὥστε δόξειεν ἂν ὁ τόπος τὸ εἶδος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους·1 τοῦτο γὰρ ἑκάστου πέρας." Τὸ μέγεθος λέγοι ἂν τὸ σύνθετον, τὸ ἐξ ὕλης καὶ εἴδους. φησὶν οὖν ὅτι τῷ εἴδει καὶ τὸ σύνθετον ὁρίζεται· τὸ γὰρ ὡρίσθαι αὐτῷ κατὰ τὸ εἶδός ἐστι. καὶ ἡ ὕλη δὲ τοῦ συνθέτου ἀόριστος οὖσα καθ’ αὑτὴν ὁρίζεται ὑπὸ τοῦ εἴδους· τὸ γὰρ εἶδος, φησί, πέρας ἐστὶ καὶ τῆς ὕλης καὶ τοῦ συνθέτου. εἶδος δὲ ἔοικε λέγειν νῦν τὸ κατὰ τὰ πέρατα· καὶ γὰρ τὸ διάστημα ἀόριστον ὂν καθ’ αὑτὸ καὶ ἀπεράτωτον περατοῦται καὶ ὁρίζεται ταῖς ἐπιφανείαις.
“以至于场所似乎是形式,借此大小以及大小的质料被界定;因为这是每一个的极限。” 他所说的大小指的应当是由质料和形式所构成的复合事物。因此他说,凭借形式,复合事物也被界定;因为对其而言,被界定是由于形式。而复合事物的质料依其自身是不定的,也由形式所界定;因为他说,形式既是质料也是复合事物的极限。而他现在似乎是将依极限而言者称为形式;因为间距依自身是不定且未受限制的,也确实被诸平面所限制和界定。
"Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ἡ ὕλη·2 τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους." Τουτέστι καθὸ ὁ τόπος διάστημά τί ἐστι δεκτικὸν τοῦ μεγέθους, κατὰ τοῦτο ὕλη δοκεῖ εἶναι· ἐν γὰρ τῷ μεγέθει τὸ ἀόριστον διάστημα ὕλη ἐστὶ τοῦ μεγέθους. ὥσπερ γὰρ ἡ πρώτη ὕλη τῷ ἄλλοτε ἄλλα εἴδη δέχεσθαι ἑτέρα μὲν οὖσα παρ’ αὐτὰ δείκνυται, οὐδέποτε δὲ χωρὶς εἴδους ἐστίν, οὕτω φημὶ ἐπειδὴ ποτὲ μὲν μεῖζον ποτὲ δὲ ἔλαττον γίνεται τὸ μέγεθος, ἕτερόν τί ἐστιν αὐτῷ ὑποκείμενον, τὸ ἁπλῶς μέγεθος, λέγω δὲ διάστημα τι ἀόριστον τῷ ἰδίῳ λόγῳ, ὅπερ ὁ Πλάτων τὸ “πλημμελῶς καὶ ἀτάκτως κινούμενόν” φησιν. ἀλλὰ τοῦτο οὐδέποτε ἔστιν εὑρεῖν χωρὶς ὅρου τινὸς καὶ πέρατος, εἰ καὶ τῷ ἰδίῳ λόγῳ οὐδένα ὅρον ἔχει οὐδὲ πέρας. ὥσπερ οὖν τοῦτο τὸ ἀόριστον διάστημα ὕλη ὂν τῶν μεγεθῶν ἄλλοτε ἄλλο δέχεται μέγεθος, οὕτω δὴ καὶ ὁ τόπος διάστημά ἐστιν ἄλλοτε ἄλλων μεγεθῶν δεκτικόν, καὶ ταύτῃ ὕλη δόξειεν ἂν εἶναι· καὶ ὥσπερ τὸ ἀόριστον διάστημα ἕτερόν ἐστι τοῦ μεγέθους, οἷον τοῦ διπήχεος ἢ τριπήχεος, οὕτω δὲ καὶ ὁ τόπος ἕτερος τῶν ἐγγινομένων ἐν αὐτῷ μεγεθῶν.
“而依场所看似是大小的间距而言,[似乎是]质料;因为这与大小不同。” 即只要场所是能接纳大小的某种间距,依此便看似是质料;因为在大小之中,不定的间距就是大小的质料。因为正如第一质料由于在不同时间接纳不同形式而被证明有别于它们,却绝非脱离形式而存在,我说,同样地,既然大小有时变大有时变小,便有某种别的在它之下的底层之物,即单纯的大小,我指的是依其固有定义是不定的某种间距,这正是柏拉图所说的“失调且无序运动者”。但绝不可能在脱离某种界限和极限的情况下找到它,即便依其固有定义而言它没有任何界限或极限。因此,正如这个不定的间距作为各大小的质料在不同时间接纳不同的大小,场所也同样是能在不同时间接纳不同大小的间距,在此方面它似乎是质料;并且正如不定的间距有别于大小(如两肘长或三肘长的大小),场所也有别于生成于其中的各大小。
"Τοῦτο δέ ἐστι τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον, οἷον ὑπὸ ἐπιπέδου καὶ πέρατος." Εἰδοποιεῖται γὰρ τὸ ἀόριστον διάστημα τῷ ἐπιπέδῳ· αὐτὸ γὰρ καθ’ αὑτὸ ἀόριστον ὂν καὶ ἀπεράτωτον, ὅταν προσλάβῃ ἐπιφάνειαν καὶ πέρας, τοῦτο δέ ἐστι σχήματός τι εἶδος, ὁρίζεται καὶ εἰδοποιεῖται.
“而这是被形式所包容并被界定的,如被平面和极限。” 因为不定的间距由平面所形式化;因为它依自身是不定且未受限制的,当它加上表面和极限——这属于形状的形式——它便被界定并被形式化。
"Ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν εἶναι παρὰ τὴν ὕλην.3" Τὸ πέρας, τουτέστιν ἡ ἐπιφάνεια καὶ τὸ σφαιρικὸν σχῆμα, τὰ πάθη, τουτέστιν αἱ παθητικαὶ ποιότητες, τὸ χρῶμα τὸ βάρος καὶ τὰ λοιπά· τούτων γὰρ ἀφαιρεθέντων καταλιμπάνεται ἀόριστός τις ὄγκος καὶ ἀπεράτωτος, ὅπερ ἐστὶν ἡ ὕλη. ὕλη δέ, ἤτοι ἡ πρώτη, ἤ, ὅπερ κάλλιον, ἡ ποσωθεῖσα, ἥτις ἐστὶ τὸ τριχῇ διαστατόν, ὅπερ καθ’ αὑτὸ ἀόριστόν ἐστι καὶ ἀσχημάτιστον (οὐδενὶ γὰρ οὔτε ὡρισμένῳ ποσῷ, οἷον διπήχει ἢ τριπήχει, οὔτε ἐσχηματισμένῳ ταὐτόν ἐστιν), ὅθεν ἄλλοτε ἄλλο καὶ μέγεθος καὶ σχῆμα δέχεται, τοῦτο δὲ καί τινες ἐνόμισαν εἶναι τὴν πρώτην ὕλην.
“因为当球体的极限与诸性质被剥除时,除质料之外没有留下任何东西。” 极限,即表面和球形;性质,即感受性性质,如颜色、重量及其他;因为在这些被剥除之后,留下来的是某种不定且未受限制的块体,这正是质料。质料或是第一质料,或者更恰当地说,是已量化的质料,即三维广延物,它依自身是不定且无形状的(因为它既不与任何确定的量——如两肘长或三肘长——同一,也不与具有形状者同一),因此它在不同时间接纳不同的大小和形状,某些人甚至认为这就是第一质料。
- 4.23ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους
关系代词 ᾧ(与格)以前文的 τὸ εἶδος 为先行词,充当表示界定之手段或依据的工具与格。斐洛庞奴斯将紧随其后的 τὸ μέγεθος 解释为质料与形式构成的复合事物(τὸ σύνθετον)。
- 4.24Ἧι δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ἡ ὕλη
在引文的主句中省略了 δόξειεν ἂν εἶναι,ἡ ὕλη 作为其谓表主格被补足。由关系副词 ᾗ(“在……的方面/就……而言”)引导的从句置于前,整体形成“就场所看似是……而言,[它看似是]质料”的对称结构。
- 4.26λείπεται οὐδὲν εἶναι παρὰ τὴν ὕλην
在无人称动词 λείπεται 之后,宾格不定式短语 οὐδὲν εἶναι 充当主语小句。前置词 παρά 接宾格(παρὰ τὴν ὕλην)在此具有“除……之外(besides / except)”的排他含义。
