← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§50.22-52.17

梅利梭斯推论的构成与前提考查

随着亚里士多德在186a4转向反驳爱利亚学派的论证,斐洛庞奴斯重构了梅利梭斯用以确立存在者为一、无限且不动的推论结构及其各个前提的理据,并导引出亚里士多德对其从前件进行非法换位推论的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32#1

" Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν1 ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν.2" Ἐνστὰς πρότερον πρὸς αὐτὸ τὸ δόγμα, νῦν μέτεισιν ἐπ’ αὐτοὺς τοὺς λόγους τῶν ἀμφὶ τὸν Παρμενίδην καὶ Μέλισσον, δι’ ὧν κατεσκεύαζον ἓν εἶναι τὸ πᾶν καὶ ἀκίνητον, πρότερον δὲ τὸν Μελίσσου προχειρίζεται λόγον. δεῖ οὖν ἡμᾶς τὸν ὅλον λόγον τοῦ Μελίσσου πρότερον ἐκθέσθαι, καὶ εἶθ’ οὕτως ἐξετάσαι ἑκάστην τῶν προτάσεων ὅπως κατεσκευάζετο ὑπὸ τοῦ Μελίσσου, καὶ τελευταῖον εἰπεῖν ὅπως αὐτὰς ὁ Ἀριστοτέλης ἀνασκευάζει. Ἔστιν οὖν ὁ τοῦ Μελίσσου λόγος οὗτος, μᾶλλον δὲ Μελίσσου μὲν οὐκ ἔστιν ὁ συλλογισμός, ἀλλὰ τοσοῦτον ἐκεῖνος ὑπετίθετο ὅτι ‘τὸ ὂν ἄναρχόν ἐστι, τὸ ὂν ἕν ἐστι, τὸ ὂν ἄπειρόν ἐστι, τὸ ὂν ἀκίνητόν ἐστι’. τούτων οὖν τῶν τεσσάρων ὑποτεθέντων ὑπὸ τοῦ Μελίσσου, τινὲς ᾠήθησαν αὐτὸν ἀπό τινος συλλογισμοῦ τὰ τοιαῦτα συνάγειν, ὃν ἐκτίθεται ὁ Ἀριστοτέλης. εἴτε δὲ καὶ τὸν συλλογισμὸν ὁ Μέλισσος ἐξετίθετο, εἴτε ἄλλοι ἐκ τοιούτου συλλογισμοῦ ᾠήθησαν αὐτὸν ταῦτα συνάγειν, οὐδὲν διαφερόμεθα. ἁπλῶς γοῦν ὁ συλλογισμὸς ἐξ οὗ τὰ εἰρημένα συνάγεται ἐστὶ τοιοῦτος· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐδὲ πέρας ἔχει, τὸ μὴ ἔχον πέρας ἄπειρόν ἐστι, τὸ ὂν ἄρα ἄπειρόν ἐστιν. οὕτω μὲν οὖν ὅτι ἄπειρόν ἐστιν ἐδείκνυεν, ἔνθεν δὲ ὅτι καὶ ἓν καὶ ἀκίνητον. εἰ γὰρ ἄπειρον, δῆλον ὅτι καὶ ἓν ἂν εἴη· τὸ γὰρ ἄπειρον τὸν πάντα τόπον κατείληφεν, εἰ δὲ τοῦτο, οὐ συγχωρήσει ἄλλο εἶναι, ἐπεὶ οὕτως οὐκ ἂν εἴη ἄπειρον. διὰ δὲ τὸ ἓν εἶναι καὶ ἄπειρον, δι’ ἀμφότερα ταῦτα καὶ ἀκίνητον ἔσται· εἰ γὰρ τὸν ὅλον κατείληφε τόπον, οὐχ ἕξει ποῦ κινηθῆναι. πάλιν εἰ ἕν ἐστιν, ἀνάγκη αὐτὸ καὶ ἀκίνητον εἶναι· εἰ γὰρ κινοῖτο, ἀνάγκη εἶναι ἢ τόπον ἢ χρόνον ἐν ᾧ κινεῖται, ἢ αὐτὸ τῆς κινήσεως τὸ εἶδος καθ’ ὃ κινεῖται. ὥστε πάλιν οὐκ ἔσται ἕν, ἀλλὰ πολλά. διὰ τούτων μὲν οὖν ὅτι ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἀκίνητον ὁ Μέλισσος κατεσκεύαζε. Δεῖ δὲ ἐπισκέψασθαι ἑκάστην τῶν προτάσεων πόθεν αὐτῷ εἴληπται. ὅτι μὲν γὰρ τὸ ὂν οὐ γέγονε, δείκνυσιν οὕτως. εἰ γὰρ γέγονε τὸ ὄν, ἢ ἐξ ὄντος γέγονεν ἢ ἐξ οὐκ ὄντος· εἰ μὲν οὖν ἐξ ὄντος, ἔσται τὸ ὂν πρὶν γενέσθαι (τὶ μὲν γὰρ ὂν ἔκ τινος ὄντος γίνεται, τὸ δὲ ἁπλῶς ὂν οὐκ ἂν ἐξ ὄντος γένοιτο· αὐτὸ γὰρ ἐξ αὑτοῦ γίνοιτο ἄν. ὥστε πρὶν γενέσθαι ἦν, ὅπερ ἄτοπον), εἰ δὲ ἐξ οὐκ ὄντος, ἀνάγκη ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος· τὸ γὰρ ἁπλῶς ὂν εἰ γίνεται, ἐκ τοῦ ἁπλῶς μὴ ὄντος γένοιτ’ ἄν. ἀλλὰ τοῦτο κοινόν ἐστιν ὁμολόγημα πάντων τῶν φυσικῶν τὸ μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι (δεῖ γὰρ ὑπομένειν τι ἐν τῇ γενέσει ὃ μεταβάλλει, καὶ τὸ γινόμενον δεῖ δύνασθαι γενέσθαι τοῦτο ὅπερ γενήσεται· δεῖ γὰρ τὸ παιδίον δύνασθαι γενέσθαι γραμματικόν. οὕτως οὖν καὶ τὸν γενησόμενον ἄνθρωπον δεῖ εἰς τοῦτο ἐπιτηδειότητα ἔχειν, τὸ δὲ τὴν ἐπιτηδειότητα ἔχον καὶ αὐτὴ ἡ ἐπιτηδειότης ὄν τί ἐστι· πᾶν ἄρα τὸ γινόμενον ἐξ ὄντος γίνεται). εἰ τοίνυν ἀνάγκη τὸ ὂν εἰ γίνοιτο, ἢ ἐξ ὄντος γίνεσθαι ἢ ἐκ μὴ ὄντος, ἑκατέρῳ δέ τι ἄτοπον ἕπεται, δῆλον ἄρα ὅτι τὸ ὂν οὐ γέγονεν. ὅτι δὲ τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, δείκνυσιν ἐκ τοῦ ἀντικειμένου ἀντιστροφῇ χρησάμενος. λαμβάνει γὰρ ὅτι τὸ γενόμενον πᾶν ἀρχὴν ἔχει. εἰ τοίνυν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει. ὅτι δὲ τὸ ἀρχὴν ἔχον καὶ πέρας ἔχει, ἐκ κοινῶν πάλιν ὁμολογημάτων εἴληφε· καὶ γὰρ αὐτὴ ἡ ἀρχὴ πέρας τί ἐστιν. ἡ μὲν οὖν ὅλη ἀγωγὴ τοῦ Μελισσείου λόγου αὕτη. Ἐγκαλεῖ δὲ αὐτῷ ὁ Ἀριστοτέλης πλείονα, καὶ πρῶτον τὴν ἀντιστροφὴν ὅτι κακῶς ἀπὸ τοῦ ἡγουμένου ἐποιήσατο.3 ὁ γὰρ νόμος τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς ὀφείλει ἐκ τοῦ ἑπομένου γίνεσθαι· τότε γὰρ ἀληθὴς γίνεται, ὅταν λάβωμεν τὸ ἀντικείμενον τῷ ἑπομένῳ καὶ κατασκευάσωμεν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, ἐὰν δὲ ἀπὸ τοῦ ἡγουμένου γένηται ἡ ἀντιστροφή, οὐ πάντως ἀληθεύει, εἰ μὴ ἐξισάζωσιν οἱ ἀντιστρέφοντες ὅροι.

“因此,对于以这种方式进行探究的人来说,存在者是一显得是不可能的,而且从他们用来证明的论据出发,反驳他们也不困难。” 此前他反对了这一学说本身,现在他转向帕梅尼德斯和梅利梭斯派自身的论证,他们正是通过这些论证确立了一切皆是一且不动的,但他首先着手处理梅利梭斯的论证。因此我们必须首先阐明梅利梭斯的整个论证,进而这样审查梅利梭斯是如何确立每一个前提的,最后说明亚里士多德是如何反驳它们的。梅利梭斯的论证便是如此;或者更确切地说,这一三段论并非梅利梭斯本人的,而是他仅仅假定了“存在者是无始的,存在者是一,存在者是无限的,存在者是不动的”。因此,在这四点被梅利梭斯假定之后,有些人认为他是从某个三段论推导出这些结论的,亚里士多德所阐述的正是这个三段论。但无论梅利梭斯也阐述了这个三段论,还是其他人认为他是从这样的三段论推导出这些结论的,对我们来说都毫无区别。总之,上述诸点所由推出的三段论单纯而言是这样的:存在者未曾生成;未曾生成的没有始端;没有始端的也没有终极;没有终极的是无限的;因此存在者是无限的。于是,他一方面这样表明了存在者是无限的,另一方面又由此表明它既是一又是不动的。因为如果它是无限的,显然它也将是一;因为无限占有了全部场所,而如果这样,它将不容许有别物存在,因为那样它就不是无限的了。而且由于它是一和无限,由于这两者它也将是不动的;因为如果它占有了整个场所,它将无处可动。再者,如果它是一,它也必然是不动的;因为如果它运动,就必然存在它在其中运动的场所或时间,或者它依之运动的运动形式本身。从而它将再次不是一,而是多。因此梅利梭斯通过这些论证确立了存在者是一、无限且不动的。但必须审查每一个前提他是从何处得来的。因为关于存在者未曾生成,他是这样表明的:因为如果存在者生成了,它或者由存在者生成,或者由非存在者生成。如果由存在者生成,存在者在生成之前就将存在(因为某种特定的存在者由某种特定的存在者生成,但单纯的存在者不可能由存在者生成;因为这样它就将由自身生成,从而在生成之前就已经存在了,这是荒谬的);但如果由非存在者生成,就必然是由在任何方面以任何方式都不存在者生成;因为单纯的存在者如果生成,就会由单纯的非存在者生成。但这乃是所有自然哲学家共同认可的前提,即无物由在任何方面以任何方式都不存在者生成(因为在生成中必须有某种转变的东西留存下来,并且生成之物必须潜能上能够成为它将要成为的东西;因为儿童必须潜能上能够成为文法家。因此,将要生成的人也必须具有对此的适宜性,而具有适宜性的事物以及适宜性本身乃是某种存在者;因此一切生成之物都由存在者生成)。因此,如果存在者若要生成,就必然或者由存在者生成,或者由非存在者生成,而每一种情况都会随之产生某种荒谬,那么显然存在者未曾生成。至于未曾生成的没有始端,他是通过对立面的换位来表明的。因为他假定了一切生成之物都有始端。因此如果生成之物有始端,未曾生成的就没有始端。至于有始端的也有终极,他又是从公认的前提中取得的;因为始端本身就是一种界限。梅利梭斯论证的整个推演过程便是如此。而亚里士多德对他提出了多项指责,首先是关于换位,指责他错误地从前件进行了换位。因为带有否定的换位法则必须从后件进行;因为只有当我们取后件的对立面并确立前件的对立面时,换位才是真的;但如果从前件进行换位,除非进行换位的诸项是等外延的,否则决非必然为真。

语法注3 条
  1. 1.32Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν

    与格分词 ἐπιοῦσιν 在此充当依附于非人称动词 φαίνεται 的判断者与格(dativus iudicantis),表示做出判断的主体。

  2. 1.32καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν

    关系代词 ὧν 的先行词 τούτων 被省略,构成 ἐκ τούτων ἅ(从他们所证明的那些前提出发)的结构。此外,不定式 λύειν 的宾语需从语境中补出其先前的“论证”(αὐτούς / τοὺς λόγους)。

  3. 1.32πρῶτον τὴν ἀντιστροφὴν ὅτι κακῶς ἀπὸ τοῦ ἡγουμένου ἐποιήσατο

    前置预取结构(prolepsis):名词短语 τὴν ἀντιστροφήν 作为动词 ἐγκαλεῖ 的宾语被前置,指责的具体内容则在随后的 ὅτι 从句中展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:50.22-52.17