- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:517.22-519.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯整理了表明场所既非质料亦非形式的第五至第八个论驳(运动的目的、上下的方向性、场所自身运动或处于场所之中的荒谬、水变空气时场所的留存),随后就209a31的引文将“依自身”解释为“第一地”,并阐明了可类比于形式的“固有(第一)场所”与“共通场所”的区别。
τὸ αὐτὸ τοῦτο ἐπιχείρημα ἔστι καὶ κατηγορικῶς σχηματίσαντα ποιῆσαι πέμπτον συλλογισμὸν οὕτως·1 τὰ κατὰ φύσιν κινούμενα ἐπὶ τοὺς οἰκείους φέρεται τόπους, οὐδὲν τῶν κινουμένων ἐπὶ τὴν ὕλην φέρεται ἢ τὸ εἶδος, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τὸ σχῆμα τρίτον. ὅτι γὰρ οὐδὲν κινεῖται ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος, προφανές· κινεῖται γάρ τι ἐπὶ τοῦτο ἐφ’ ὃ πρότερον οὐκ ἔστι, πᾶν δὲ τὸ εἶναι αὐτὸ ἐν τῇ ὕλῃ ἔχει καὶ τῷ εἴδει. ἕκτον· ἐν τῷ τόπῳ τὸ ἄνω ὑπάρχει καὶ τὸ κάτω, ἐφ’ ἃ καὶ κινεῖται τὰ κινούμενα, ἐν τῇ ὕλῃ καὶ τῷ εἴδει οὐχ ὑπάρχει τὸ ἄνω καὶ τὸ κάτω, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. ἕβδομον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ εἶδος, φησίν, ἢ ἡ ὕλη τόπος ἐστίν, ἡ δὲ ὕλη καὶ τὸ εἶδος ἐν τῷ πράγματί ἐστι, λέγω δὴ τῷ συνθέτῳ, μεταβάλλει δὲ τὸ πρᾶγμα ἀπὸ τόπου εἰς τόπον, συγκινεῖται δηλονότι καὶ ταῦτα τοῖς πράγμασι καὶ συμπαραγίνεται οὗπερ ἂν καὶ τὸ πρᾶγμα· ὥστε καὶ ὁ τόπος συμμεταβάλλει τοῖς πράγμασιν ἀπὸ τόπου εἰς τόπον. πρῶτον μὲν οὖν ἄτοπον κινεῖσθαι τοὺς τόπους, ἔπειτα συμβήσεται τὸν τόπον ἐν τόπῳ εἶναι. εἰ γὰρ τὸ σύνθετον ἐν τόπῳ γίνεται ὅταν ἐνθένδε ἐκεῖσε μεταβαίνῃ, τὸ δὲ σύνθετον οὐδὲν ἕτερόν ἐστι παρὰ τὴν ὕλην καὶ τὸ εἶδος, δῆλον ὅτι καὶ ἡ ὕλη καὶ τὸ εἶδος ἐν τόπῳ γίνεται· ἡ δὲ ὕλη καὶ τὸ εἶδος τόπος ἐστίν· ὁ τόπος ἄρα ἐν τόπῳ γίνεται. ἀνάξεις δὲ ὑπὸ τὸ πρῶτον σχῆμα τὸν συλλογισμὸν οὕτως· ὁ τόπος ἢ ὕλη ἐστὶν ἢ εἶδος, ἡ ὕλη καὶ τὸ εἶδος ἐν τῷ συνθέτῳ εἰσίν (οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ σύνθετον παρὰ τὴν ὕλην καὶ τὸ εἶδος), τὸ σύνθετον μεταβάλλον ἀπὸ τόπου εἰς ἕτερον γίνεται τόπον, ὁ τόπος ἄρα μεταβάλλων ἀπὸ τόπου εἰς ἕτερον γίνεται τόπον. εἰ δὲ ἄτοπον τὸν τόπον ἐν τόπῳ γίνεσθαι, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος· ταύτῃ γὰρ τῇ ὑποθέσει τὸ ἄτοπον ἠκολούθησεν. ὄγδοον ἐπιχείρημα· εἰ τὸ εἶδος, φησί, τόπος, ὅταν φθαρῇ τὸ ὕδωρ καὶ μεταβάλῃ εἰς ἀέρα, φθείρεται ἐξ ἀνάγκης καὶ ὁ τοῦ ὕδατος τόπος, εἴπερ τὸ εἶδός ἐστιν ὁ τόπος. καὶ τίς ἂν ἐπινοήσειε φθορὰν τόπου; ὥσπερ γὰρ οὐδὲ γένεσις τόπου ἐστίν, οὕτως οὐδὲ φθορὰ τόπου ἂν εἴη. ἄλλως τε οὐδὲ ἡ αἴσθησις ὑπαγορεύει ἐφθάρθαι τὸν τοῦ ὕδατος τόπον μεταβάλλοντος εἰς ἀέρα· ἐν τούτῳ γὰρ ἄλλο τι γέγονε σῶμα. εἰ δὲ ἡ ὕλη τόπος, ἐπειδὴ καὶ μένει ἡ αὐτὴ μεταβάλλοντος εἰς ἀέρα τοῦ ὕδατος, διὰ τί ἐν ἄλλῳ τόπῳ γίνεται εἰς ἀέρα μεταβάλλον τὸ ὕδωρ, καίτοι τῆς ὕλης τῆς αὐτῆς οὔσης; διὰ πάντων οὖν τούτων δῆλον ὅτι οὔτε ὕλη οὔτε εἶδος δύναται εἶναι ὁ τόπος. Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται. τὸ μὲν καθ’ αὑτὸ ἀντίκειται τῷ κατὰ συμβεβηκός, τὸ δὲ πρώτως τῷ κατ’ ἄλλο· ἐνταῦθα οὖν τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἶπεν.2 ἐπεὶ οὖν βούλεται ἐξομοιῶσαι τῷ εἴδει τὸν τόπον, τῷ καὶ τὸν τόπον ἕκαστον περιγράφειν καὶ περιορίζειν,3 ὥσπερ καὶ τὸ εἶδος, λέγεται δὲ ὁ μέν τις κοινὸς εἶναι τόπος ὁ δὲ ἴδιος ἑκάστου, ἔστι δὲ ἡ ὁμοιότης ἡ πρὸς τὸ εἶδος οὐ κατὰ τὸν κοινὸν τόπον ἀλλὰ κατὰ τὸν ἴδιον, διὰ τοῦτό φησιν ἐπειδὴ τῶν ὄντων τὰ μέν ἐστι πρώτως τοῦτο ὃ λέγεται, τὰ δὲ κατ’ ἄλλο, καὶ ὁ τόπος δηλονότι ὁ μὲν ἔσται πρώτως καὶ κυριώτατα, ὁ ἕκαστον ἰδίᾳ περιέχων, ὁ δὲ κατ’ ἄλλο, ὁ κοινός. λεγόμεθα γὰρ ἐν τῷ κόσμῳ εἶναι, διότι ἐν τῷδε τῷ μέρει τοῦ κόσμου, καὶ ἐν τούτῳ, διότι ἐν τῇδε τῇ πόλει, καὶ ἐν ταύτῃ, διότι ἐν τῷδε τῷ οἴκῳ, καὶ ἐν τούτῳ, διότι ἐν τῷ μέρει τοῦ οἴκου τῷ προσεχῶς ἐμὲ μόνον περιέχοντι, ὅσπερ καὶ κυρίως καὶ πρώτως ἐστὶ τόπος ἐμός. ὁ γὰρ οἶκος καὶ ἡ πόλις καὶ ὁ κόσμος οὐ πρώτως ἐστὶ τόπος ἐμός, ἀλλὰ κατὰ ἄλλο· ἡ γὰρ οἰκία τόπος ἐστὶν ἐμὸς διὰ τὸ μόριον τοῦ οἴκου τὸ περιέχον με, καὶ ἡ πόλις διὰ τὴν οἰκίαν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως.
也可以通过直言式地构建这同一个论驳,如下做出第五个三段论:依自然本性运动的事物向其固有的场所运动;运动的事物中没有一个向质料或形式运动;因此场所既非质料亦非形式。格是第三格。因为没有任何东西向质料和形式运动是显而易见的;因为某物向它先前并不在其中的东西运动,而每个事物其存在本身都在质料与形式之中。第六:在场所之中存在“上”和“下”,运动的事物确实向它们运动;在质料和形式之中不存在“上”和“下”;因此场所既非质料亦非形式。第七个论驳如下:如果形式或质料是场所,他说,而质料与形式在事物之中——我指在复合事物之中——且事物从一个场所变换到另一个场所,显然这些也随着事物一同运动,并且凡是事物所在之处它们也一同出现;以至于场所也随着事物从一个场所变换到另一个场所。首先,场所运动是荒谬的;其次,将得出场所处于场所之中的结论。因为,如果复合事物从这里转移到那里时处于场所之中,而复合事物无非就是质料与形式,显然质料与形式也处于场所之中;但质料与形式是场所;因此场所处于场所之中。你将把该三段论归入第一格,如下:场所或是质料或是形式;质料与形式在复合事物之中(因为复合事物无非就是质料与形式);复合事物从一个场所变换到另一个场所,便处于另一个场所之中;因此场所从一个场所变换到另一个场所,便处于另一个场所之中。但如果场所处于场所之中是荒谬的,那么场所既不是质料也不是形式;因为这一荒谬是由于该假定而产生的。第八个论驳:如果形式是场所,他说,当水毁灭并变换成空气时,如果形式确实是场所,水的场所也必然毁灭。然而谁能构想场所的毁灭呢?因为正如没有场所的生成一样,同样也不会有场所的毁灭。此外,感觉也不表明当水变换成空气时水的场所毁灭了;因为在这个场所之中生成了某种别的物体。但如果质料是场所,既然水变换成空气时质料保持同一,那么当水变换成空气时,尽管质料是同一的,为何却处于另一个场所之中呢?因此,通过所有这一切显而易见,场所既不能是质料也不能是形式。 “由于一者依自身而言,另一者依他物而言”。 “依自身”与“依偶性”相对立,而“第一地”与“依他物”相对立;因此在这里他用“依自身”代替了“第一地”。因此,既然他希望将场所类比于形式,由于场所也界定并限制每一个事物,正如形式那样,而场所一部分被称为是共通的,另一部分被称为是每一个所固有的,且与形式的相似性不是依共通场所,而是依固有场所,正因如此他说,既然在存在者中,有些是第一地作为其所被称为的东西,有些是依他物,那么场所显然也将有一部分是第一且最本义的——即单独包容每一个事物的场所,而另一部分是依他物的——即共通场所。因为我们被称为在宇宙之中,是因为在宇宙的这个部分之中;在这一部分之中,是因为在这座城市之中;在这座城市之中,是因为在这座房屋之中;在这座房屋之中,是因为在直接单独包容我的房屋部分之中,而这正是严格且第一地属于我的场所。因为房屋、城市和宇宙都不是第一地属于我的场所,而是依他物;因为房屋成为我的场所是由于包容我的房屋部分,城市是由于房屋,其余的也依此类推。
- 4.21τὸ αὐτὸ τοῦτο ἐπιχείρημα ἔστι καὶ κατηγορικῶς σχηματίσαντα ποιῆσαι πέμπτον συλλογισμὸν οὕτως
分词 σχηματίσαντα 作为不定式 ποιῆσαι 的逻辑主语采用宾格,由无人称动词 ἔστι(“可以/可能”)支配。它表述了将前一个假言三段论转换为直言三段论以作为第五个论驳的过程。
- 4.21ἐνταῦθα οὖν τὸ καθ’ αὑτὸ ἀντὶ τοῦ πρώτως εἶπεν
对亚里士多德原文短语 τὸ καθ’ αὑτό(依自身)的词义界定。该词本义与“偶性”相对,但斐洛庞奴斯指出,鉴于此处与 τὸ κατ’ ἄλλο(依他物)形成对仗,亚里士多德是用它来代替表示“第一地(直接地)”的 τὸ πρώτως。
- 4.21τῷ καὶ τὸν τόπον ἕκαστον περιγράφειν καὶ περιορίζειν
中性单数与格定冠词 τῷ 引导不定式短语 καὶ τὸν τόπον ἕκαστον περιγράφειν καὶ περιορίζειν,构成表示原因或依据的与格(dative of cause),修饰前面的不定式 ἐξομοιῶσαι(“使相似”)。
