- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:515.29-517.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞辩护了柏拉图将质料称为场所的主张,指出这并非指复合身体的场所,而是作为自然形式受容器的比喻,随后阐释了亚里士多德证明场所既非质料亦非形式的八个论驳中的前四个。
εἰ δὲ ἐν μὲν τῷ Τιμαίῳ τὴν ὕλην ἄλλως ἐκάλεσε τὸ μεταληπτικὸν αὐτὴν ὀνομάσας, ἐν δὲ ταῖς ἀγράφοις συνουσίαις τὸ μέγα καὶ τὸ μικρὸν αὐτὴν καλεῖ, οὐδὲν διαφερόμεθα, πλὴν ὅτι τὸ μεταληπτικὸν τὴν χώραν καὶ τὸν τόπον εἶναί φησι. Οἱ μὲν οὖν ἄλλοι, φησί, πάντες μόνον ἀπεφήναντο περὶ τοῦ τόπου ὅτι ἔστι, μόνος δὲ ὁ Πλάτων ἐπεχείρησεν εἰπεῖν τί ἐστι, λέγων ὅτι ἡ ὕλη ἐστὶν ἡ χώρα καὶ ὁ τόπος. ὁ μὲν οὖν Ἀριστοτέλης, ὡς εἴωθε, τὸ φαινόμενον ἐλέγχων εἰκότως ἐγκαλεῖ τῷ Πλάτωνι τὴν ὕλην τόπον εἶναι εἰπόντι, πρόδηλον δὲ ὅτι οὐ τοῦτον τὸν τόπον περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, τὸν δεκτικὸν τῶν συνθέτων σωμάτων, τοῦτον ἔλεγε τὴν ὕλην ὁ Πλάτων, ἀλλὰ κατὰ ἀναλογίαν τῶν φυσικῶν εἰδῶν τόπον ἐκάλει τὴν ὕλην, διότι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτως ἅπαν εἶδος φυσικὸν ἐν ὕλῃ. ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν καλεῖ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ· “καὶ εὖ δὴ” γάρ φησιν “οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν”, καὶ τὸν νοῦν τῶν νοητῶν εἰδῶν τόπον φησίν. οὕτως οὖν καὶ ὁ Πλάτων τὴν ὕλην τόπον τῶν φυσικῶν εἰδῶν φησιν· εἰ γὰρ ὡς ἔχει τὰ ψυχικὰ εἴδη πρὸς τὴν ψυχήν, οὕτως ἔχει καὶ τὰ φυσικὰ εἴδη πρὸς τὴν ὕλην, ἡ δὲ ψυχὴ τόπος τῶν ψυχικῶν εἰδῶν, καὶ ἡ ὕλη ἄρα τόπος τῶν φυσικῶν εἰδῶν ἂν εἴη, ὡς δεκτικὴ αὐτῶν καὶ ἄνευ αὐτῆς συστῆναι μὴ δυναμένων.1 ἀναλογεῖ γὰρ τὸ μὲν χωριστὸν καὶ ἐξῃρημένον εἶδος πατρί, μητρὶ δὲ ἡ ὕλη, σπέρματι δὲ οἱ δημιουργικοὶ λόγοι, οἱ ἐκ τοῦ χωριστοῦ εἴδους ἐνδιδόμενοι εἰς τὴν ὕλην, κυήματι δὲ τὰ ἐκ τῶν λόγων τῶν δημιουργικῶν ἀναβλαστάνοντα ἐν τῇ ὕλῃ φυσικὰ εἴδη. διὰ τοῦτο μητέρα τὴν ὕλην τιθήνην τε καὶ δεξαμενὴν ὁ Τίμαιος ἐκάλεσε, καλεῖ δὲ καὶ μεταληπτικὸν τὴν ὕλην, ὡς τὰ εἴδη πάντα μεταλαμβάνουσαν καὶ δεχομένην, καὶ μόνως μεταλαμβάνουσαν, μηδαμῶς δὲ μεταλαμβανομένην. πῶς δὲ καὶ μέγα καὶ μικρὸν αὐτὴν ἐκάλει, πολλάκις εἴρηται, ὅτι ὡς δεκτικὴν τῶν ἐναντίων, πρώτη δὲ ἐναντίωσις καὶ γενικωτάτη ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρόν, ἐπειδὴ καὶ πρῶτον ὀγκοῦται ἡ ὕλη ποσωθεῖσα, τοῦ δὲ ποσοῦ πρώτη ἀντίθεσις ἡ κατὰ τὸ μέγα καὶ τὸ μικρόν. Οὕτως οὖν ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ δείξας ἐκ τίνων μὲν ὕλη δόξειεν 〈ἂν〉 εἶναι, ἐκ τίνων δὲ εἶδος, ἐφεξῆς διὰ πλειόνων ἐπιχειρημάτων δείκνυσιν, ὅτι οὔτε ὕλην δυνατὸν εἶναι τὸν τόπον οὔτε εἶδος. εἰσὶ δὲ ἀριθμοῦντι2 τὰ πάντα ἐπιχειρήματα ὀκτώ. διὰ μὲν οὖν τοῦ πρώτου ἐπιχειρήματος κοινῷ λόγῳ δείκνυσιν, ὅτι οὔτε ὕλη δύναται εἶναι ὁ τόπος οὔτε εἶδος, λόγῳ τοιούτῳ· ἡ ὕλη, φησί, καὶ τὸ εἶδος ἀχώριστά ἐστι τοῦ πράγματος οὗπερ ἐστὶν ὕλη καὶ εἶδος, ὁ τόπος χωρίζεται τῶν πραγμάτων ὧν λέγεται εἶναι τόπος, ὁ τόπος ἄρα οὔτε εἶδός ἐστιν οὔτε ὕλη. ὅτι γὰρ χωρίζεται τὰ πράγματα τῶν τόπων ἐν οἷς ἐστι, πρόδηλον· ἐν γὰρ τῷ τόπῳ, φησίν, ἔνθα πρότερον ἦν ὕδωρ, ἐν τούτῳ ἐξελθόντος τοῦ ὕδατος ἀὴρ γέγονεν, ὥσπερ καὶ ἐν τῷ ἀγγείῳ ἐν ᾧ πρότερον ἦν οἶνος, ἐν τούτῳ ἐξελθόντος ὕδωρ γίνεται ἢ ἀήρ· καὶ γὰρ τὸ ἀγγεῖον, φησί, τόπος ἐστὶ μεταφορητός, ὥσπερ καὶ ὁ τόπος οἷον ἀγγεῖον ἀμετακίνητον. ὥσπερ οὖν τὸ ἀγγεῖον οὐδέν ἐστι τοῦ ἐν αὐτῷ, οὐχ ὕλη οὐκ εἶδος οὐχ ἕτερόν τι, διότι ὕλη μὲν καὶ εἶδος καὶ τὰ τοιαῦτα ἀχώριστα τοῦ πράγματος, ὁ δὲ κέραμος χωριστός, οὕτω δή φημι καθόλου καὶ ἐπὶ τόπου. τὸ δὲ δεύτερον ἐπιχείρημα μεμερισμένως προφέρεται· τῷ μὲν γὰρ αὐτῷ λόγῳ δείκνυσιν, ὅτι τὸ εἶδος οὐκ ἔστιν ὁ τόπος, εἴ γε τὸ μὲν εἶδος ἀχώριστον ὁ δὲ τόπος χωριστός, ὅτι δὲ οὐδὲ ὕλη ὁ τόπος, δείκνυσιν οὕτως· ὁ τόπος περιέχει τὰ ἐν τῷ τόπῳ, ἡ ὕλη περιέχεται καὶ οὐ περιέχει, ὁ τόπος ἄρα ὕλη οὐκ ἔστι. τὸ τρίτον ἐπιχείρημα τοιοῦτον· ὁ τόπος ἔξωθέν ἐστι τοῦ πράγματος οὗ ἂν ᾖ τόπος, ἡ ὕλη καὶ τὸ εἶδος οὐκ ἔστιν ἔξωθεν τοῦ πράγματος, ὁ τόπος ἄρα οὔτε ὕλη ἐστὶν οὔτε εἶδος. τέταρτον δι’ ὑποθετικοῦ συλλογισμοῦ οὕτως· εἰ ἡ ὕλη καὶ τὸ εἶδος τόπος, οὐδὲν ἂν ἐφέρετο ἐπὶ τὸν ἑαυτοῦ τόπον (οὐδὲν γὰρ φέρεται ἐπὶ τοῦτο ἐφ’ ὃ ἔστιν,3 ἔστι δὲ ἕκαστον ἐν τῇ ἑαυτοῦ ὕλῃ καὶ τῷ εἴδει), ἀλλὰ μὴν πάντα φέρεται ἐπὶ τοὺς ἑαυτῶν τόπους, ἡ ὕλη ἄρα καὶ τὸ εἶδος τόπος οὐκ ἔστι.
即使在《蒂迈欧篇》中他换了一种方式称呼质料,称其为“分有者”,而在《不文讲授》中称其为“大与小”,这对于我们也没有什么分别,除了他声称分有者就是空间和场所之外。他说,所有其他人都仅仅断言场所是存在的,唯独柏拉图试图说明它是什么,说质料就是空间和场所。亚里士多德像往常一样,通过驳难表面字句,理所当然地指责了声称质料是场所的柏拉图;但显而易见的是,柏拉图所说的质料并不是指我们现在所讨论的、接纳复合身体的这个场所,而是依类比将质料称为自然形式的场所,因为正如每一个身体都在场所之中,每一个自然形式同样也在质料之中。正如亚里士多德本人在《论灵魂》中也把灵魂称为“形式的场所”一样;因为他说“那些称灵魂为形式的场所的人[说得好]”,并称理智是可知形式的场所。因此,柏拉图也同样声称质料是自然形式的场所;因为,如果灵魂形式对灵魂的关系,犹如自然形式对质料的关系,并且灵魂是灵魂形式的场所,那么质料作为接纳它们且没有质料它们便无法存立者,也应当是自然形式的场所。因为分离且超验的形式相当于父亲,质料相当于母亲,从分离形式赋予质料的造物主理则相当于种子,而由造物主理则在质料中萌发出的自然形式则相当于胎儿。正因如此,《蒂迈欧篇》将质料称为母亲、哺育者和受容器,并将质料称为“分有者”,因为它分有并接纳所有的形式,且仅仅是分有,绝不被分有。至于他为何也称其为“大与小”,已经多次讲过,即因为它是相反者的接纳者;而最初且最属类的相反乃是依大与小的相反,因为质料在被量化之后首先获得体积,而量的最初对立就是依大与小的对立。因此,在根据属于场所的属性表明了从哪些属性来看它似乎应当是质料,从哪些来看似乎应当是形式之后,他接下来通过多个论驳表明,场所既不可能是质料,也不可能是形式。数起来,论驳总共有八个。首先,通过第一个论驳,他以一个共通的论据表明场所既不能是质料,也不能是形式,其论据如下:他说,质料与形式对于它们所构成的质料与形式的事物是不可分离的,而场所与其被称为是其场所的事物是可以分离的;因此场所既不是形式也不是质料。因为事物与其所在的场所相分离是显而易见的;他说,因为在先前曾有水的那个场所中,水离去后在这之中生成了空气,正如在先前曾有酒的容器中,酒离去后在这之中生成水或空气;他说,因为容器是可移动的场所,正如场所好比是不可移动的容器。因此,正如容器并非其中之物的任何东西——既非质料亦非形式亦非任何其他东西,因为质料、形式及类似之物与事物不可分离,而陶质容器是可分离的——我说,在场所的事情上普遍而言也正是如此。第二个论驳是分别提出的:因为通过同一个论据,既然形式不可分离而场所可分离,他就表明了形式不是场所;而至于场所也不是质料,他这样表明:场所包容场所之中的事物,质料是被包容的而不包容;因此场所不是质料。第三个论驳如下:场所处于它是其场所的事物之外;质料与形式不处于事物之外;因此场所既非质料亦非形式。第四个论驳通过假言三段论如下进行:如果质料与形式是场所,那么就没有任何东西会向其自身的场所运动(因为没有任何东西会向其已经在其中的东西运动,而每个事物都在其自身的质料与形式之中);然而一切事物都向其自身的场所运动;因此质料与形式不是场所。
- 4.21ὡς δεκτικὴ αὐτῶν καὶ ἄνευ αὐτῆς συστῆναι μὴ δυναμένων
在由 ὡς 引导的表原因/样态的副词性构造中,修饰主语(质料)的阴性形容词 δεκτικὴ 与以自然形式为逻辑主语的属格绝对结构 ἄνευ αὐτῆς συστῆναι μὴ δυναμένων 通过 καί 联合在一起。
- 4.21ἀριθμοῦντι
现在分词与格 ἀριθμοῦντι 是表示判断主体的与格(关系与格),构成习惯表达“对于数算的人而言/若数起来(总共有八个)”。
- 4.21οὐδὲν γὰρ φέρεται ἐπὶ τοῦτο ἐφ’ ὃ ἔστιν
在关系子句 ἐφʼ ὃ ἔστιν 中,介词 ἐπί 加上宾格代词 ὃ 与表示静态的动词 ἔστιν 连用,概括地表示事物自身已经处于其中的所在(“它已经在其上的东西”)。
