- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:514.7-515.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》第四卷第二章(209a31)中对本义/特有场所与公有场所的划分,斐洛庞奴斯解释了为何作为包容性界限的场所会被视为形式,以及为何作为接纳性的广延(或柏拉图《蒂迈欧篇》中的空间/霍拉)会被视为质料。
" Ἐπεὶ δὲ τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατ’ ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δὲ ἴδιος, ἐν ᾧ πρώτῳ." Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν, ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ οὐ τὸ αὐτὸ ἔστιν ἀποφήνασθαι περὶ αὐτοῦ, ἀλλ’ ἐκ μέν τινων ὑπαρχόντων αὐτῷ νομισθείη ἂν τὸ εἶδος ἑκάστου εἶναι ὁ τόπος, ἐκ δέ τινων ἡ ὕλη, νῦν αὐτὸ τοῦτο βούλεται δεῖξαι, ἐκ τίνων μὲν ὕλη ἂν νομισθείη ἐκ τίνων δὲ εἶδος, εἶτα ἐφεξῆς διὰ πλειόνων ἐπιχειρημάτων δείκνυσιν, ὅτι οὔτε ὕλη δύναται εἶναι οὔτε εἶδος. ἵνα οὖν δείξῃ πῶς μὲν εἶδος ἂν ὑπονοηθείη πῶς δὲ ὕλη, ὅπερ εἴωθεν ἀεὶ ποιεῖν καὶ νῦν ποιεῖ, λέγω δὴ τὰ διάφορα τοῦ τόπου σημαινόμενα διαιρεῖ, καὶ ἀφορίζεται τίς ὁ κυρίως τόπος καὶ περὶ οὗ νῦν ποιούμεθα τὸν λόγον. καὶ ἄλλως γὰρ εἴωθεν ἀεὶ τῶν ὁμωνύμων φωνῶν διαστέλλεσθαι τὰ διάφορα σημαινόμενα, καὶ ἀφορίζεσθαι τὸ προκείμενον περὶ οὗ ὁ λόγος. τοῦτο οὖν καὶ νῦν ποιεῖ ἀναγκαῖον τε ὑπάρχον τῷ περὶ τόπου ποιουμένῳ τὸν λόγον, καὶ ἄλλως εἰς τὸ δεῖξαι, ὅτι ἐκ τῶν ὑπαρχόντων τῷ τόπῳ ποτὲ μὲν εἶδος δόξει εἶναι, ποτὲ δὲ ὕλη· ὁ γὰρ κοινότερον λεγόμενος τόπος οὐκ ἔχει ἔμφασιν τοῦ νομισθῆναι ἂν εἶδος. ἵνα οὖν μάθωμεν ποσαχῶς λέγεται ὁ τόπος, διαιρέσει χρῆται τοιαύτῃ, ὅτι ὄντος τοῦ μὲν πρώτως τοῦ δὲ κατ’ ἄλλο,1 καὶ ὁ τόπος ὁ μέν τίς ἐστι πρώτως καὶ κυριώτατα ἑκάστου, ὁ δὲ κατ’ ἄλλο. οἷον λέγεται ὁ ἄνθρωπος καὶ αἰσθητικὸς εἶναι, καὶ νοῦ καὶ ἐπιστήμης δεκτικός, ἀλλ’ αἰσθητικὸς μὲν κατ’ ἄλλο (ᾗ γὰρ ζῷον, οὐχ ᾗ ἄνθρωπος), νοῦ δὲ καὶ ἐπιστήμης δεκτικὸς ᾗ ἄνθρωπος. καὶ ἐπὶ ἄλλων πλείστων ὡσαύτως. καὶ ὁ τόπος οὖν ὁ μέν τις ἔσται πρώτως καὶ καθ’ αὑτό, ὁ δὲ κατ’ ἄλλο· λέγομαι γάρ, φησίν, ἐν τῷ οὐρανῷ εἶναι οὐ πρώτως, ἀλλὰ κατ’ ἄλλο, τῷ τὸν οὐρανὸν πάντα τὰ ὄντα περιέχειν·2 οὐ γὰρ δή γε ἐν τῷ οὐρανῷ εἰμι, ἀλλά εἰμι μὲν ἐν τῷ ἀέρι, τῷ δὲ τὸν ἀέρα ἐν τῷ οὐρανῷ εἶναι κἀγὼ ἐν τῷ οὐρανῷ λέγομαι εἶναι. κατ’ ἄλλο οὖν ἐν τῷ οὐρανῷ εἰμι, οὐ πρώτως. ὁμοίως καὶ ἐν τῷ ἀέρι λέγομαι εἶναι οὐ πρώτως, ἀλλὰ τῷ ἐν τῷδε ἢ τῷδε τῷ μορίῳ αὐτοῦ εἶναι· καὶ ἐν τῇ γῇ δὲ λέγομαι εἶναι οὐ πρώτως, ἀλλὰ τῷ ἐν μορίῳ αὐτῆς εἶναι, ὅπερ μετὰ τοῦδε τοῦ μορίου τοῦ ἀέρος προσεχῶς ἐμὲ μόνον περιέχει· καὶ οὗτός ἐστιν ὁ πρώτως καὶ κυριώτατα ἑκάστου τόπος, ὁ προσεχῶς ἕνα ἕκαστον περιέχων μόνον καὶ ἀφορίζων ἀπὸ τῶν ἄλλων. ἔστιν οὖν, ὡς ὅρῳ περιλαβεῖν, κυρίως ὁ τόπος ὁ περιέχων προσεχῶς ἕκαστον τῶν σωμάτων. εἰ δὲ τὸ περιέχον ἕκαστον, τοῦτό ἐστιν ὁ τόπος, πέρας τι ἂν εἴη, φησίν, ὁ τόπος· εἰ δὲ ὁ τόπος ἐστὶ τὸ πρώτως περατοῦν ἕκαστον καὶ ὁρίζον, δόξειεν ἂν τὸ εἶδος εἶναι ὁ τόπος· τοῦτο γὰρ τοῦ εἴδους ἐστὶν ἴδιον, τὸ ὁρίζειν καὶ περατοῦν ἕκαστον καὶ τῶν λοιπῶν ἀποκρῖνον. ἐκ τούτων μὲν οὖν, φησί, δόξειεν ἂν εἶναι τὸ εἶδος ὁ ἑκάστου τόπος, ἐξ ἄλλων δὲ πάλιν ὑπαρχόντων αὐτῷ νομισθείη ἂν ὕλη εἶναι. εἰ γάρ ἐστιν ὁ τόπος διάστημά τι χωρητικόν τε καὶ δεκτικὸν τῶν μεγεθῶν, δόξειεν ἂν ὕλη εἶναι· τοιοῦτον γὰρ καὶ ἡ ὕλη ἀόριστόν τι οὖσα διάστημα καθ’ αὑτήν, ὁρίζεται δὲ ταῖς τοῦ μεγέθους ἐπιφανείαις καὶ σχήμασι καὶ τοῖς ἄλλοις πάθεσιν. εἰ γὰρ τῆς σφαίρας, φησίν, ἀφέλοιμεν τὰ πάθη καὶ τὸ σχῆμα καὶ τὰ πέρατα, οὐδὲν ἄλλο περιλείπεται ἢ διάστημά τι ἀόριστον καὶ ἀπεράτωτον, τοῦτο δέ ἐστιν ἡ ὀγκωθεῖσα ὕλη. ἐπεὶ οὖν καὶ ὁ τόπος τοιοῦτόν τι δοκεῖ εἶναι (ἔστι γὰρ διάστημά τι καθ’ αὑτὸν ἀσχημάτιστον καὶ ἄποιον, δεκτικὸν δὲ τῶν ἐσχηματισμένων καὶ πεποιωμένων), καὶ ταύτῃ δόξειεν ἂν εἶναι ὕλη. οὐ μόνον δέ, ἀλλὰ καὶ ἐκ τοῦ μένοντα ἕνα καὶ τὸν αὐτὸν πλειόνων εἶναι μεγεθῶν δεκτικὸν ἄλλοτε ἄλλων·3 τοῦτο γὰρ μάλιστα τῆς ὕλης οἰκεῖον. διὰ ταῦτα, φησί, καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ φησὶ τὸ μεταληπτικὸν καὶ τὴν χώραν ἓν καὶ ταὐτὸν εἶναι, τὸ δὲ μεταληπτικὸν σημαίνει αὐτῷ τὴν ὕλην· εἰ τοίνυν ἡ ὕλη μεταληπτικόν ἐστι, τὸ δὲ μεταληπτικὸν ἡ χώρα ἐστίν, ἡ δὲ χώρα οὐδὲν ἕτερόν ἐστιν ἢ ὁ τόπος, τὴν ὕλην ἄρα ὁ Πλάτων τὸν τόπον ἔλεγεν εἶναι.
“既然一物是依自身而言,另一物是依他物而言,场所也同样,一方面是公有的,一切物体都在其中,另一方面是特有的,[物体]第一义地在其中。” 由于在前面他曾说过,根据属于场所的那些属性,无法对场所作出同一断定,而是根据属于它的某些属性,场所会被认为是各事物的形式,而根据另一些属性,会被认为是质料,所以现在他正要表明这一点,即根据哪些属性它会被认为是质料,而根据哪些会被认为是形式;随后他通过更多的论证表明,场所既不可能是质料,也不可能是形式。因此,为了表明怎样会被设想为形式,怎样会被设想为质料,他现在做着他一贯习惯做的事,我是说,他划分了场所的各种含义,并界定了何谓严格意义上的场所,以及我们现在正在探讨的是什么场所。因为在其他情况下,他也一贯习惯于辨析同名异义词的不同含义,并界定作为讨论对象的题旨。因此他现在也这样做,这对于探讨场所的人来说是必要的,在另一方面也是为了表明,根据属于场所的属性,它有时会显得是形式,有时会显得是质料;因为在较为共同的意义上所说的场所,并不具有被认为是形式的外表。因此,为了让我们了解场所在几种意义上被言说,他采用了这样的划分:既然事物有的第一义地存在,有的依他物而存在,场所也是一方面第一义地且最严格地属于各事物,另一方面是依他物而言的。例如,人既被称为是有感觉的,又被称为能接受理智与知识的,但是有感觉是依他物而言的(因为是就其为动物而言,而非就其为人而言),而能接受理智与知识则是就其为人而言。在极多其他事例上也是如此。因此,场所也将一方面是第一义的且依自身的,另一方面是依他物的;因为他说,我被称为在天之中,并非第一义地,而是依他物而言,这是因为天包容了一切存在者。因为我决不是[第一义地]在天之中,而是在空气中,并且因为空气在天之中,我才也被称为在天之中。因此我是依他物在天之中,并非第一义地。同样,我被称为在空气中也不是第一义地,而是因为处于空气的这一个或那一个部分之中;我被称为在大地上也不是第一义地,而是因为处于大地的一个部分之中,这个部分与空气的这部分一起直接地仅包容我自身;而这才是各事物的第一义且最本真的场所,即仅直接包容各个单独事物并将其与其他事物区分开来的场所。因此,用定义来概括,严格意义上的场所就是直接包容每个物体的东西。他说,如果包容每个物体的就是场所,那么场所就应当是某种界限;而如果场所是第一义地限制并界定每个事物的东西,场所就似乎应当是形式;因为界定、限制每个事物并将其与其余事物区分开来,这正是形式所特有的。他说,因此根据这些,各事物的场所似乎应当是形式;但从属于它的另一些属性来看,它又会被认为是质料。因为如果场所是能够容纳并接纳大小的某种间隔(广延),它似乎就应当是质料;因为质料也是这样的,依其自身是某种不定的广延,而由大小的表面、形状和其他偶性来限定。他说,因为如果从球体中抽去偶性、形状和界限,剩下的无非就是某种不定且无界限的广延,而这就是具备了体积的质料。因此,既然场所也显得是这样的某种东西(因为它依自身是无形状且无性质的某种广延,却能接纳被塑形和被赋予性质的事物),在这方面它也似乎应当是质料。不仅如此,而且还由于它保持为一个且同一的同时,在不同时刻能够接纳多个不同的大小;因为这最属于质料的本性。他说,正因如此,柏拉图在《蒂迈欧篇》中也说“分有者”与“空间(霍拉)”是同一且唯一的,而“分有者”对他来说意味着质料;因此,如果质料是分有者,而分有者是空间,空间无非就是场所,那么柏拉图就是在说质料是场所。
- 4.21ὄντος τοῦ μὲν πρώτως τοῦ δὲ κατ’ ἄλλο, καὶ ὁ τόπος ὁ μέν τίς ἐστι πρώτως καὶ κυριώτατα ἑκάστου, ὁ δὲ κατ’ ἄλλο
独立属格结构(ὄντος...)之后的主句由 καί 引出。此处的 καί 起呼应(apodotic)作用,表示前提与结论之间的对应关系:“既然一者是……,场所同样也是……”。
- 4.21τῷ τὸν οὐρανὸν πάντα τὰ ὄντα περιέχειν
中性单数与格定冠词(τῷ)支配带原形动词的不定式短语(τὸν οὐρανὸν... περιέχειν),构成表示原因或依据的状语:“由于天包容了一切存在者”。
- 4.21ἐκ τοῦ μένοντα ἕνα καὶ τὸν αὐτὸν πλειόνων εἶναι μεγεθῶν δεκτικὸν ἄλλοτε ἄλλων
介词 ἐκ 支配带有中性属格冠词的不定式短语(τοῦ... εἶναι),引出推论的依据。宾格分词 μένοντα 及形容词 ἕνα καὶ τὸν αὐτόν、δεκτικόν 均与不定式 εἶναι 的未言明主语(即场所 τόπον)在格、性、数上取得一致。
