← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§512.14-514.6

芝诺疑难与物体生长对场所存在的否定

费罗波诺斯对《物理学》209a18–26进行注解,梳理了证明场所既非理智元素也非四种原因之一的论驳,分析了芝诺关于场所之场所的无穷后退疑难,以及由物体生长与场所对应关系所引发的困境,这些论证最终导致对场所存在本身的质疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.17

" Ἐκ δὲ τῶν νοητῶν στοιχείων οὐδὲν γίνεται μέγεθος." Καὶ μὴν ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖα, οὐκ αἰσθητά (τὸ γὰρ σύνθετόν ἐστι τὸ αἰσθητόν), καὶ ὅμως ἐκ τῆς συνθέσεως αὐτῶν νοητῶν ὄντων γίνεται μέγεθος· ἀλλὰ ταῦτα μὲν οὐδὲ ὑφέστηκέ ποτε ἐνεργείᾳ καθ’ αὑτά, περὶ δὲ τῶν ὑφεστηκότων ὁ λόγος, ὑφέστηκε δὲ καὶ ὁ τόπος· οὐχ ἁπλῶς οὖν περὶ παντὸς στοιχείου νοητοῦ φησιν, ἀλλὰ περὶ στοιχείων ἅτινα νοητῶν πραγμάτων ἐστὶ στοιχεῖα, καὶ αὐτὰ δηλονότι νοητὰ ὄντα. ἐκ τούτων οὖν, φησί, συντιθεμένων1 μέγεθος οὐδὲν γίνεται, οἷον ἐξ ὅρων ἢ ἐκ προτάσεων· νοητὸν γὰρ καὶ τὸ ἐκ τούτων, ὁ συλλογισμός.

“而从理智的元素中产生不出任何大小。” 确实,质料与形式是元素,而不是感觉对象(因为复合体才是感觉对象),然而从它们这些理智之物的组合中产生了大小;但是这些东西决不能在现实中依其自身自立,而这里的论证是关于自立之物的,且场所也是自立的。因此,他并非无条件地谈论每一种理智的元素,而是谈论那些作为理智事物的元素的元素,它们自身显然也是理智的。因此,他说,从这些被组合起来的元素中产生不出任何大小,例如从词项或命题中〔产生不出大小〕那样;因为由它们产生出来的东西,即三段论,自身也是理智的。

§4.18

"Ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον εἶναι τὸν τόπον;" Ἐπειδὴ ἐν τῇ κατασκευῇ τῶν περὶ τοῦ τόπου λόγων ἔλεγεν ὅτι μεγάλην δύναμιν ἔχει ὁ τόπος, ἐν τούτῳ τῷ ἐπιχειρήματι τὸ ἐναντίον κατασκευάσαι βούλεται, ὅτι οὐδὲν τοῖς οὖσι συντελεῖ· εἰς οὐδὲν γὰρ τῶν αἰτίων ἀναχθῆναι δύναται. οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων. ἐκ παραλλήλου τὸ εἶδος καὶ λόγος·2 οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ εἶδος ἑκάστου ἢ ὁ ὁρισμὸς ὁ τὸ τί ἦν εἶναι σημαίνων.

“此外,人们还能把场所设定为存在者之何种原因呢?” 由于在构建关于场所的论证时,他曾说场所具有巨大的力量,因此在这一论驳中,他试图构建相反的观点,即[场所]对存在者毫无贡献;因为场所不能被归结为任何一种原因。“既不作为事物的形式与定义(逻各斯)”。“形式”与“定义”是并列的;因为各事物的形式无非就是表示其本质的定义。

§4.19

"Ἔτι δὲ καὶ αὐτός, εἰ τῶν ὄντων ἐστί, ποῦ ἔσται;" Ἄλλο ἐπιχείρημα. εἰ πάντα, φησί, τὰ ὄντα ἐν τόπῳ, ἔστι δὲ τῶν ὄντων καὶ ὁ τόπος, καὶ ὁ τόπος ἂν ἐν τόπῳ εἴη, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον, τουτέστι λύσιν καὶ ἀπολογίαν, ἴσως τοῦ Ζήνωνος τοῦτο ἀποροῦντος καὶ ἀναιροῦντος ἐκ τῶν ὄντων τὴν τῶν τόπων διαφορὰν διὰ τοῦ καθόλου τὸν τόπον ἀναιρεῖν, διὰ τὸ δεῖξαι ἓν τὸ ὂν ὑπάρχον· ἡ γὰρ τῶν τόπων διαφορὰ σαφῶς τὸ πλῆθος τῶν πραγμάτων παρίστησι. ταῦτα δὲ ἐκ στοχασμῶν φαμεν· οὐ γὰρ ἔχομεν εἰπεῖν σαφῶς τί βουλόμενος ὁ Ζήνων τοῦτο ἠπόρει. ἴσως δὲ καὶ τὸ ἄπειρον εἰσαγαγεῖν βουλόμενος· εἰ γὰρ ὁ τόπος ἐν τόπῳ, κἀκεῖνος ἐν ἄλλῳ δηλονότι, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε ἔστι τὸ ἄπειρον. ἢ εἴ τις βούλοιτο εὐγνωμόνως ἀκούειν, ἴσως ὁ Ζήνων ἀναιρῶν τὸν λόγον τὸν λέγοντα πάντα τὰ ὄντα ἐν τόπῳ εἶναι τοῦτο ἔλεγεν, ὅτι εἰ πάντα τὰ ὄντα ἐν τόπῳ, καὶ ὁ τόπος δὲ τῶν ὄντων, καὶ ὁ τόπος ἐν τόπῳ εἴη ἄν, κἀκεῖνος ἐν ἄλλῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε εἰ τοῦτο ἄτοπον καὶ ἀδύνατον, οὐ πάντα ἄρα τὰ ὄντα ἐν τόπῳ.

“此外,它自身若属于存在者,又将在何处呢?” 另一条论证。他说,如果一切存在者都在场所中,而场所也属于存在者,那么场所也将在场所中,并且这将进行至无穷。因为芝诺的疑难需要某种论说,即解答和辩解,也许芝诺提出这个疑难,并通过彻底否定场所来否定存在者之间的场所差异,是为了表明存在是一;因为场所的差异显然展示了事物的多。但我们这话是出于推测;因为我们无法明确说明芝诺究竟想要什么而提出这一疑难。但也可能是想引入无限;因为如果场所处于场所中,那个场所显然也就在另一个场所中,并且这将进行至无穷;从而无限便存在。或者,如果有人愿意善意地理解,也许芝诺是通过否定那个主张一切存在者都在场所中的论说而这样说的:如果一切存在者都在场所中,而场所也属于存在者,那么场所也将在场所中,而那个场所又在另一个场所中,这将进行至无穷;因此,如果这是荒谬且不可能的,那么便不是一切存在者都在场所中。

§4.20

"Ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτω καὶ ἐν τόπῳ ἅπαντι σῶμα." Τὸ τελευταῖον ἐπιχείρημα. ἀξιώματα δὲ τὰ δύο ταῦτα προλαμβάνει, τὸ μὲν ὅτι πᾶν σῶμα ἐν τόπῳ (τοῦτο γὰρ παρὰ πάντων κοινῶς ὡμολόγηται, εἴ γε καὶ τὰ ὄντα πάντα ἐν τόπῳ ἔλεγον), τὸ δὲ λαμβάνει ὡς ἀκόλουθον, τὸ ἐν παντὶ τόπῳ σῶμα εἶναι· ὁ γὰρ τόπος πρὸς τὸ ἐν τόπῳ λέγεται, δείξει δὲ καὶ ἐφεξῆς ὅτι οὐδὲν κενόν. τούτων οὖν οὕτως ἐχόντων, φησί, τί ἐροῦμεν περὶ τῶν αὐξομένων; τὸ γὰρ προστεθὲν σῶμα ἢ οὐκ ἔσται ἐν τόπῳ, ὅπερ ἀδύνατον κατὰ τοὺς τὸν τόπον εἰσάγοντας, ἢ ἔν τινι προϋπάρχοντι κενῷ γέγονεν, ὅπερ καὶ αὐτὸ ἐλεγχθήσεται, ἢ ὁ τόπος ηὔξηται καὶ ἐκ μικροῦ μείζων γέγονεν, ὅπερ καὶ αὐτὸ γελοῖον· τίς γὰρ ἂν ἐπινοηθείη τόπου αὔξησις; ἐκ τούτων οὖν πάντων, φησίν, οὐ μόνον τί ἐστιν ὁ τόπος οὐχ εὕρηται, ὅπερ πρόκειται δεῖξαι, ἀλλὰ περιῆλθεν ἡμῖν εἰς τὸ μηδὲ εἶναι ὅλως τὸν τόπον δεικνύναι.3

“此外,正如一切物体都在场所中,同样在一切场所中也有物体。” 最后一条论证。他预先设定了这两个公理:一个是,一切物体都在场所中(因为这是所有人共同承认的,如果他们甚至说一切存在者都在场所中);另一个他作为推论而采纳,即在一切场所中都有物体;因为场所是相对于在场所中的东西而言的,而且他随后还将表明没有任何虚空。他说,因此,既然这些情况如此,那么对于生长的东西我们该怎么说呢?因为被增加的物体要么将不在场所中(这在引入场所的人看来是不可能的),要么产生于某种预先存在的虚空中(这本身也将被驳斥),要么场所增长了并从小变大(这本身也是可笑的)。。他说,因此,从所有这些来看,不仅场所是什么没有被发现(这本来是应当表明的课题),反而最终导向了向我们表明场所根本就不存在。

语法注3 条
  1. 4.17ἐκ τούτων οὖν, φησί, συντιθεμένων

    可解为介词短语带分词修饰(ἐκ τούτων συντιθεμένων,“从这些被组合的事物中”),在语义上相当于表达条件或环境(“当它们被组合时”)。各语言翻译均作“从这些被组合的……中”。

  2. 4.18ἐκ παραλλήλου τὸ εἶδος καὶ λόγος

    带有副词短语 ἐκ παραλλήλου(“并列地/同等地”)的省略句(省略了 κεῖται 或 λέγεται 等动词)。菲罗波诺斯指出此处“形式”(εἶδος)与“本质定义/逻各斯”(λόγος)作为同义或并列项提出。

  3. 4.20περιῆλθεν ἡμῖν εἰς τὸ μηδὲ εἶναι ὅλως τὸν τόπον δεικνύναι

    动词 περιέρχομαι 与介词短语 εἰς τὸ + 不定词(δεικνύναι)构成的结构,表示“结果落到/最终变成了……”。不定词 δεικνύναι 带宾格不定词短语(μηδὲ εἶναι ὅλως τὸν τόπον)作其宾语,与格 ἡμῖν 表示相关的承受主体(“对我们而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:512.14-514.6