← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§510.27-512.13

场所为物体的荒谬后果与界定其本性的困难

斐洛庞努斯将亚里士多德反对场所是物体的论述重构为一个第一推论与一个假言三段论(209a4),并解释了点与线亦将具有场所这一荒谬后果(209a7–12)以及界定场所本性的困难(209a13)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

" Διαστήματα μὲν οὖν ἔχει τρία, μῆκος πλάτος βάθος, οἷς ὁρίζεται σῶμα πᾶν." Διὰ μὲν οὖν τοῦ διαστήματα ἔχει τρία τὴν ἐλάττονα πρότασιν ἔδειξε, διὰ δὲ τοῦ οἷς ὁρίζεται σῶμα πᾶν τὴν μείζονα. ἦν δὲ ἡ μὲν ἐλάττων ‘ὁ τόπος τριχῇ διαστατόν’, ἡ δὲ μείζων ‘τὸ τριχῇ διαστατὸν σῶμα’, παρῆκε δὲ τὸ συμπέρασμα, ὡς προφανές (ἦν δὲ ‘ὁ τόπος ἄρα σῶμα’), τὸ δὲ ἑπόμενον ἄτοπον τῷ συμπεράσματι τούτῳ, ὅπερ ἐστὶ καὶ τοῦ δευτέρου συλλογισμοῦ ὑποθετικοῦ ὄντος συμπέρασμα, τοῦτο τίθησιν1 εἰπὼν ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον. ἦν δὲ ὁ ὑποθετικὸς τοιοὗτος· εἰ ὁ τόπος σῶμα, δύο σώματα ἐν τῷ αὐτῷ ἂν εἴη, ἀλλὰ μὴν ἀδύνατον δύο ἐν τῷ αὐτῷ εἶναι σώματα, οὐδὲ τὸν τόπον ἄρα δυνατὸν σῶμα εἶναι. τούτου οὖν τοῦ συλλογισμοῦ τὸ μὲν συνημμένον παρέλειψε, τὸ ‘εἰ ὁ τόπος σῶμα, δύο σώματα ἐν τῷ αὐτῷ ἂν εἴη’, τὸ δὲ συμπέρασμα καὶ τὴν πρόσληψιν ἔθηκε, πρῶτον μὲν τὸ συμπέρασμα εἰπὼν ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον, εἶτα τὴν πρόσληψιν εἰπὼν ἐν ταὐτῷ γὰρ ἂν εἴη δύο σώματα, ὅπερ ταὐτόν ἐστι τῷ ‘ἀδύνατον δὲ ἐν τῷ αὐτῷ δύο σώματα εἶναι’.

“因此[场所]具有三个广延,即长、宽、深,所有的物体都由这些来规定。” 因此,他通过“具有三个广延”表明了小前提,通过“所有的物体都由这些来规定”表明了大前提。小前提是“场所是三维广延的”,而大前提是“三维广延的是物体”;但他将结论作为不言而喻的省略了(即“因此场所是物体”)。伴随着这一结论的荒谬后果——它也是作为假言三段论的第二段论证的结论——他通过说“但场所不可能是物体”而提了出来。那段假言三段论是这样的:“如果场所是物体,那么两个物体就会在同一[处];但是,两个物体在同一[处]是不可能的;因此场所也不可能是物体。”因此,对于这一三段论,他省略了假言前提“如果场所是物体,那么两个物体就会在同一[处]”,但给出了结论和小前提:首先通过说“但场所不可能是物体”给出了结论,接着通过说“因为两个物体会在同一[处]”给出了小前提,这等同于“但两个物体在同一[处]是不可能的”。

§4.14

"Ἔτι εἰ ἔστι σώματος τόπος καὶ χώρα." Τὸ δεύτερον ἐπιχείρημα. ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος. ὁ αὐτός, φησί, λόγος ὁ περὶ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, ὃν ἐπιφέρει, ἁρμόσει εἰς τὸ δεῖξαι ὅτι, εἰ ἔστι σώματος τόπος, καὶ ἐπιφανείας ἔσται καὶ γραμμῆς καὶ σημείου.

“此外,如果有物体的场所与处所。” 第二条论证。“因为同样的论理也将适用。”他说,他所引入的关于物体相互置换的同样论理,将适用于表明:如果有物体的场所,那么也将有面、线和点的[场所]。

§4.15

"Ὥστε εἰ μηδὲ ταύτης ἕτερόν ἐστιν ὁ τόπος, οὐδὲ τῶν ἄλλων οὐδενός." Εἰ μὴ τῆς στιγμῆς, φησίν, ἕτερός ἐστιν ὁ τόπος, οὐδὲ γραμμῆς δηλονότι οὐδὲ ἐπιφανείας οὐδὲ σώματος. πῶς δὲ οὐχ ἕτερος τῆς στιγμῆς ὁ τόπος τῆς στιγμῆς; τί γὰρ διοίσει ὁ τῆς στιγμῆς τόπος αὐτῆς τῆς στιγμῆς; μείζων μὲν γὰρ αὐτῆς οὐκ ἔστιν (ᾧ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχων2 οὐδὲ τόπος ἐστὶ κατὰ τοῦτο), ἴσος δὲ ὢν αὐτὸ τοῦτό ἐστι στιγμή, ὥστε τὸ ὅλον μία ἔσται στιγμή. ἐφαρμόζουσι γὰρ αἱ στιγμαί· κἂν γὰρ μυρίαι ἐπισυντεθῶσιν, οὐ ποιοῦσι μεῖζον τὸ ὅλον. εἰ δὲ μία ἡ στιγμή, οὐκ ἂν εἴη ἕτερον ἡ τοπικὴ στιγμὴ, καὶ ἡ ἐν τόπῳ στιγμή. τὰ αὐτὰ καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας. εἰ τοίνυν μηδενὸς τούτων ἐστὶ τόπος, οὐδὲ σώματος ἂν εἴη· τὸ γὰρ ἐν τόπῳ ὂν καθ’ ὅλον ἑαυτὸ ἐν τόπῳ ὀφείλει εἶναι, ὥσπερ ὁ ἐν τῷ κεράμῳ οἶνος.

“因此,如果场所甚至与这[点]也没有区别,那么与其余的任何东西也没有区别。” 他说,如果场所与点没有区别,那么显而易见与线、面以及物体也没有区别。但是点的场所怎么会与点没有区别呢?因为点的场所与点本身在什么上有区别呢?实际上它并不大于点(因为在它多出的那个部分上,它在此部分中并不包容点的任何东西,就此而言它甚至不是场所);而若相等,它恰恰就是这个东西,即点,从而全体将成为一个点。因为点是重合的;即使一万个点叠加在一起,也不会使全体变得更大。但如果点是一个,那么作为场所的点与在场所中的点就不会有所不同。同样的情况也适用于线和面。因此,如果这些东西全都没有场所,那么物体也不会有场所;因为在场所中的东西,必须以其自身的全体在场所中,正如陶罐中的酒一样。

§4.16

"Τί γὰρ ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον; οὔτε γὰρ στοιχεῖον οἷόν τε εἶναι τὸν τόπον οὔτε ἐκ στοιχείων." Τρίτον τοῦτο ἐπιχείρημα. τοιαύτην ἔχοντα φύσιν ἀντὶ τοῦ δεκτικὴν σωμάτων,3 ἕνα καὶ τὸν αὐτὸν μένοντα ἀμετάβλητον καὶ μηδὲν εἰς τὴν οὐσίαν τῶν σωμάτων συντελοῦντα. τοῦτο δὲ εἶπε, διότι δοκεῖ ὁ Πλάτων τὸν τόπον τὴν ὕλην λέγειν, ὅπερ ἐφεξῆς ἐλέγξει. φυλάττοντες οὖν, φησί, τὴν ἀληθῆ περὶ τοῦ τόπου ἔννοιαν, ἣν αὐτοφυῶς ἔχομεν, καὶ μὴ καταχρώμενοι τῷ ὀνόματι, χαλεπὸν ἀποδοῦναι τὸ τί ἐστι τοῦ τόπου.

“究竟我们能把场所设定为什么呢?因为场所既不可能是元素,也不可能是由元素构成的。” 这是第三条论证。“具有这样一种本性”意指容纳物体的〔本性〕,保持同一不变,且对物体的实体毫无所成。他说这话是因为柏拉图似乎把场所称为质料,这在后文将被驳斥。他说,因此,如果我们保持我们天然拥有的关于场所的真正概念,而不滥用这个名称,要说明场所的本质是困难的。

语法注3 条
  1. 4.13τὸ δὲ ἑπόμενον ἄτοπον τῷ συμπεράσματι τούτῳ ... τοῦτο τίθησιν

    句首的宾格短语 τὸ δὲ ἑπόμενον ἄτοπον... 是主动词 τοῦτο τίθησιν(他提出这个)的宾语的前置(悬置宾格结构);在插入关系从句 ὅπερ ἐστὶ... 之后,由指示代词 τοῦτο 重新承接并接于动词 τίθησιν。

  2. 4.15ᾧ γὰρ περιττεύει μέρει, τούτῳ μηδὲν αὐτῆς περιέχων

    与格 ᾧ ... μέρει 与 τούτῳ 用作表示差度或限制的与格(“在超出的那个部分上/借此部分”)。以分词 περιέχων(主语为 ὁ τόπος)为主导的分词短语在此起原因从句的作用。

  3. 4.16τοιαύτην ἔχοντα φύσιν ἀντὶ τοῦ δεκτικὴν σωμάτων

    阳性单数宾格分词 ἔχοντα 与引文(209a13:θείημεν εἶναι τὸν τόπον)中的 τὸν τόπον 保持一致。短语 τοιαύτην ἔχοντα φύσιν 引自亚里士多德正文(209a14),ἀντὶ τοῦ 为注释套语,意为“意指、即”,形容词 δεκτικὴν 与 φύσιν 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:510.27-512.13