- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:509.6-510.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论证了场所不是四种原因(尤其是形式因、作用因和目的因)中的任何一种,接着考察了芝诺的无穷倒退疑难以及基于物体生长的疑难以得出场所不存在的结论,随后过渡到对探讨场所本质的引文(209a2)的阐释。
ὥστε οὐδὲ ὡς εἶδος δύναται εἶναι ὁ τόπος. ἀλλ’ οὐδὲ ὡς ποιητικὸν αἴτιον· οὐδὲν γὰρ ὁρῶμεν ὑπὸ τόπου δημιουργούμενον. ἀλλ’ οὐδὲ ὡς τελικόν, ὃ καὶ παράδοξον· δοκεῖ γὰρ ὡς τέλος τι καὶ ἐφετὸν εἶναι ὁ τόπος. τὸ γὰρ ἐφιέμενόν τινος βούλεται ἐκεῖνο γενέσθαι οὗ ἐφίεται, οἷον τὸ ἐφιέμενον ἀγαθοῦ ἀγαθὸν βούλεται γενέσθαι καὶ τὸ ἐφιέμενον ὑγιείας ὑγιεινόν, οὐδὲν δὲ τῶν ἐν τόπῳ τόπος γίνεται· ὥστε οὐδὲ τελικὸν αἴτιον ὁ τόπος. οὐδὲν ἄρα τῶν αἰτίων δύναται εἶναι ὁ τόπος· δέδεικται δὲ ὅτι οὐδὲ τῶν αἰτιατῶν· ἔοικεν ἄρα μηδὲ εἶναι ὁ τόπος. Ἴσως δὲ πρὸς τοῦτο ἀπορήσειεν ἄν τις, ὅτι 〈εἰ〉 τὸ ἐφιέμενον ἀγαθοῦ ἐν ἀγαθῷ εἶναι βούλεται1 καὶ τὸ ἐφιέμενον ὑγιείας ἐν ὑγιείᾳ εἶναι βούλεται, ὁμοίως δὲ καὶ τὸ ἐφιέμενον τόπου τινὸς ἐν ἐκείνῳ εἶναι βούλεται, διὰ τί μὴ ὥσπερ τὸ ἀγαθὸν καὶ ἡ ὑγίεια τέλος τῶν ἐφιεμένων αὐτῶν, οὕτω δὴ καὶ ὁ τόπος τέλος τῶν ἐν αὐτῷ γενέσθαι βουλομένων; ἠρεμεῖ γοῦν ἕκαστον καὶ τῆς ἐφέσεως παύεται ἐν τῷ ἐφετῷ γενόμενον, ὥσπερ καὶ τὰ κατὰ τὸν τόπον κινούμενα παύεται τῆς κινήσεως ἐν τῷ κατὰ φύσιν γενόμενα τόπῳ, οὗ καὶ ἐφίεται· πῶς οὖν οὐ τελικὸν αἴτιον ὁ τόπος; φημὶ οὖν πρῶτον μέν, ὅπερ ἤδη εἴρηται, ὅτι τὰ ἐφιέμενά τινος τυχόντα αὐτοῦ ἐκεῖνό τε γίνεται κατὰ δύναμιν, ὅπερ ἐστὶ τὸ ἐφετόν, καὶ ἐξ αὐτοῦ παρονομάζεται, ἴσως δὲ καὶ τοῦ αὐτοῦ κοινωνεῖ ὀνόματος (ὁ γοῦν τοῦ ἀγαθοῦ ἐφιέμενός τε καὶ τυχὼν ἀγαθός τέ ἐστι καὶ ὀνομάζεται, καὶ ὁ τῆς ὑγιείας ὑγιεινός, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως), τὸ δὲ τόπου ἐφιέμενον οὔτε τόπος γίνεται οὔτε ἐξ αὐτοῦ παρονομάζεται· κἂν γὰρ ὁ τῆς ἀρετῆς ἐφιέμενος μὴ ἐξ αὐτῆς παρονομάζηται, ἀλλ’ οὖν γε τρόπον τινὰ ἐκεῖνο γίνεται ὅπερ ἐστὶν ἡ ἀρετή. καὶ ἄλλως τὰ μὲν τελικὰ αἴτια ἐν αὐτοῖς ἐνθεωρεῖται τοῖς ὧν ἐστι τέλη, ὁ δὲ τόπος πάντων τῶν ἐντὸς ἕτερός ἐστιν οὐδὲν ἐπικοινωνῶν τῷ πράγματι. Ἔπειτα, φησί, καὶ ἡ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον καὶ ἀπολογίαν· εἰ γὰρ πάντα τὰ ὄντα ἐν τόπῳ, ὡς ἐδόκει τισίν, ἔστι δὲ καὶ ὁ τόπος τῶν ὄντων, καὶ ὁ τόπος ἄρα ἐν τόπῳ ἔσται, καὶ πάλιν ἐκεῖνος ἐν ἄλλῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον. τοῦτο μὲν οὖν πέμπτον ἐπιχείρημα, ἕκτον δὲ καὶ τελευταῖον τίθησι τὸ ἐκ τῶν αὐξομένων. εἰ μήτε, φησί, σῶμα ἐνδέχεται εἶναι χωρὶς τόπου, εἴ γε τὰ ὄντα πάντα ἐν τόπῳ φασί, μήτε τόπον ἐνδέχεται εἶναι κενὸν σώματος (δείκνυται γὰρ μικρὸν ὕστερον ὅτι κενὸν ἀδύνατον εἶναι), τί ἐροῦμεν περὶ τῶν αὐξομένων; ὅταν γὰρ μεῖζον γίνηται σῶμα αὐξόμενον, τούτῳ πόθεν ὑπάρξει τόπος; πάντα γὰρ ἤδη πεπλήρωται διὰ τὸ μὴ εἶναι κενόν· ἀνάγκη οὖν μείζω γίνεσθαι καὶ τὸν τόπον, καὶ συναύξεσθαι τῷ σώματι. πῶς οὖν ἢ πόθεν αὔξεται ὁ τόπος, χαλεπὸν συνιδεῖν. καὶ εἰ τὸ αὐξόμενον μείζονα τόπον ἐπέχει, καὶ ὁ τόπος ἐφέξει μείζονα τόπον καὶ ἔσται πάλιν ὁ τόπος ἐν τόπῳ, ἔπειτα καὶ ὃν κατέλαβεν ἢ κενὸς ἦν πρὸ τούτου, ἢ πλήρης σώματος· ἀλλ’ οὔτε κενὸν εἶναι δυνατόν, οὔτε ἐν τῷ αὐτῷ δύο τόπους καὶ δύο σώματα εἶναι· λείπεται τὸ προστεθὲν τῷ ηὐξημένῳ σώματι μὴ εἶναι ἐν τόπῳ,2 ὅπερ καὶ αὐτὸ ἀδύνατον. εἰ οὖν αὔξεται μὲν τὰ σώματα, τόπος δὲ εἴπερ ἔστιν, οὔτε κενὸν εἶναι ἐνδέχεται οὔτε σῶμα μὴ ὂν ἐν τόπῳ, ἐν δὲ τῇ τῶν σωμάτων αὐξήσει τούτων θάτερον ἀνάγκη συμβαίνειν, ἔοικεν ἄρα μὴ εἶναι ὅλως ὁ τόπος. Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν, εἰ ἔστι, τί ἐστι.3 εἰ καὶ εἶναι τόπον, φησίν, ἀπεδείξαμεν, ἀλλ’ ὁ περὶ τοῦ τί ἐστι λόγος ἔχει πολλὰς ἀπορίας, ὡς περιίστασθαι πάλιν ἐντεῦθεν ἡμῖν τὸν λόγον εἰς τὸ μηδ’ ὅλως αὐτὸν εἶναι.
因此,场所也不能作为形式而存在。但它也不能作为作用因;因为我们见不到任何事物是由场所制造的。然而场所也不能作为目的因,这也是令人惊异的;因为场所似乎是某种目的和追求的对象。因为追求某物的事物意图成为它所追求的那个东西,例如追求善的事物意图成为善的,追求健康的事物意图成为健康的,但任何处于场所之中的事物都不会成为场所;因此场所也不是目的因。由此可见,场所不可能是任何一种原因;而已经表明它也不属于由原因所产生的结果;因此,场所似乎根本不存在。 然而或许有人会对此提出疑难:“〈如果〉追求善的事物意图处于善之中,追求健康的事物意图处于健康之中,同样追求某个场所的事物也意图处于那个[场所]之中,那么为何正如善和健康是追求它们的事物的目的那样,场所不也就是意图生成于其中的事物的目的呢?无论如何,每一事物在进入被追求之物中时便静止下来并停止追求,正如依场所而运动的事物在进入按本性的场所(这也是它所追求的)中时便停止运动一样;那么场所如何不是目的因呢?”因此我首先说,正如已经说过的,追求某物的事物在获得它时,在能力范围内既生成为被追求之物本身,又由之派生得名,或许还共享同一个名称(无论如何,追求善并获得善的人既是善的,也被称作善的,追求并获得健康的人是健康的,其他事物亦同样如此),而追求场所的事物既不会成为场所,也不会从它派生得名。因为即使追求美德的人并不从美德派生得名,但无论如何他在某种方式下生成为美德本身那样的东西。此外,目的因存在于它们作为其目的的那些事物本身之中被观照,而场所与内部的一切事物都截然不同,与该事物毫无共通之处。 其次,他说,芝诺的疑难也需要某种解释和辩护;因为正如某些人所认为的,如果一切存在者都在场所之中,而场所也属于存在者,那么场所也将在场所之中,而那个场所又在另一个场所之中,如此以至无穷。这是第五条论证,而他把基于生长之物的论证作为第六条也是最后一条论证提出。他说,如果既不可能有物体脱离场所而存在(如果他们确实主张一切存在者都在场所之中),又不可能有脱离物体的虚空场所(因为稍后将证明虚空是不可能存在的),那么关于生长之物我们将说什么呢?因为当生长的物体变得更大时,从何处将为它提供场所呢?因为由于虚空的不存在,一切事物都已经被充满;因此场所也必然变得更大,并与物体一同生长。那么,场所如何生长或从何处生长,乃是难以看清的。而且如果生长之物占据了更大的场所,场所也将占据更大的场所,场所又将处于场所之中;接着,它所占据的[场所]在此之前要么是虚空的,要么充满了物体;然而虚空既不可能存在,两个场所与两个物体也不可能处于同一个[场所]之中;剩下的可能就是加到生长了的物体上的部分不在场所之中,而这本身也是不可能的。因此,如果物体确实在生长,而场所如果存在的话,既不可能存在虚空,物体也不可能不在场所之中,但在物体的生长中这二者之一必然发生,那么场所似乎根本就完全不存在。 “然而,即使它存在,它是什么也包含着疑难。”他说,即使我们论证了场所的存在,但关于它是什么的讨论包含着许多疑难,以至于我们的论述由此再次转回到它根本完全不存在。
- 4.12Ἴσως δὲ πρὸς τοῦτο ἀπορήσειεν ἄν τις, ὅτι 〈εἰ〉 τὸ ἐφιέμενον ἀγαθοῦ ἐν ἀγαθῷ εἶναι βούλεται
连词 ὅτι 连同校订者补入的 〈εἰ〉 一同引出预想的反驳内容。该结构由条件从句(“如果追求善的事物……”)与设问主句 διὰ τί μὴ ...(“为何场所不也是目的……?”)共同构成,整体充当 ἀπορήσειεν ἄν 所引出的疑难内容。
- 4.12λείπεται τὸ προστεθὲν τῷ ηὐξημένῳ σώματι μὴ εἶναι ἐν τόπῳ
不定式短语 τὸ προστεθὲν ... μὴ εἶναι ἐν τόπῳ 作非人称动词 λείπεται(“剩下的是……”)的主语。在排除了“虚空存在”与“两个物体/场所共存”之后,该从句引出选言推论中最后剩余的选项(该选项本身同样被判定为不可能)。
- 4.12Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν, εἰ ἔστι, τί ἐστι
此句是对亚里士多德《物理学》209a2原文(引文)的直接引用。它标志着从前面否定场所存在的诸疑难转向对场所本质的探讨,因此加上引号作为被注疏的原文来翻译。
