← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§507.25-509.6

物体场所的否定与不属于四因的论证

菲洛波诺斯得出结论:由点的场所之不可能可以推导出物体场所的不存在,从而完成第二条反驳论证;接着指出若场所存在,它必须是可理知的或可感觉的、元素或由元素构成的,但场所不可能属于其中任何一项。他进而论证场所不能是四因(如质料或形式)中的任何一种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12#3

εἰ δὲ μὴ ἔστι σημείου τόπος, οὐδὲ γραμμῆς· τὸ γὰρ περιέχον τι καὶ τὸ πέρας δηλονότι περιέξει τοῦ περιεχομένου, ἐπεὶ οὐδ’ ἂν αὐτὸ ἐκεῖνο ὅλον ὡς ὅλον περιέχοι. ὥστε εἰ μὴ ἔστι σημείου τόπος, οὐδὲ γραμμῆς, εἰ μὴ γραμμῆς, οὐδὲ ἐπιφανείας, εἰ μὴ ταύτης, οὐδὲ σώματος, εἰ δὲ μὴ σώματος μηδέ τινος ἄλλου τῶν φυσικῶν, σχολῇ γέ τινος ἄλλου τόπος ἂν εἴη.1 ἔοικεν ἄρα μηδὲ ὅλως εἶναι ὁ τόπος. δευτέρῳ οὖν τούτῳ ἐπιχειρήματι ἀνῄρηται ὁ τόπος. Ἔπειτα, φησίν, εἰ τῶν ὄντων ἐστὶν ὁ τόπος, ἐπειδὴ πάντα τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά, καὶ τῶν αἰσθητῶν τὰ μέν ἐστι στοιχεῖα τὰ δὲ ἐκ στοιχείων, καὶ τῶν νοητῶν πάλιν τὰ μέν ἐστι στοιχεῖα τὰ δὲ ἐκ στοιχείων, ἀνάγκη καὶ τὸν τόπον ὑφ’ ἕν τι τούτων πίπτειν, καὶ ἢ νοητὸν εἶναι ἢ αἰσθητόν, καὶ ὁπότερον ἂν ᾖ, ἢ στοιχεῖον εἶναι ἢ ἐκ στοιχείων. ἀδύνατον δὲ ἕν τι τούτων ὑπάρχειν τὸν τόπον·2 τῶν μὲν γὰρ αἰσθητῶν, λέγω δὴ τῶν φυσικῶν σωμάτων, καὶ τὰ στοιχεῖα τὰ ἐνεργείᾳ ὄντα καὶ ἐν ὑποστάσει σώματά ἐστι καὶ αὐτά, οἷον τὰ τέσσαρα ταῦτα, δέδεικται δὲ ὅτι ἀδύνατον εἶναι τὸν τόπον σῶμα. οὐκ ἄρα τῶν αἰσθητῶν ἐστιν ὁ τόπος, οὔτε ὡς στοιχεῖον οὔτε ὡς ἐκ στοιχείων. ἀλλ’ οὐδὲ τῶν νοητῶν δυνατὸν εἶναι τὸν τόπον· τῶν γὰρ νοητῶν καὶ τὰ στοιχεῖα νοητά ἐστι (τῶν γὰρ συλλογισμῶν στοιχεῖα αἱ προτάσεις, καὶ τούτων αἱ συλλαβαί, νοητὰ δὲ ἄμφω· καὶ ἐπὶ τῶν νοημάτων ὡσαύτως), ταῦτα δὲ παντελῶς ἀδιάστατα κατὰ μέγεθος (οὔτε γὰρ γραμμαὶ οὔτε ἐπιφάνειαί εἰσιν οὔτε τριχῇ διέστηκεν), ὁ δὲ τόπος, εἴ γε ἔστι, διάστημά ἐστιν, ἐπειδὴ καὶ διαστημάτων δεκτικός· ὥστε οὐδὲ τῶν νοητῶν ὁ τόπος. εἰ τοίνυν μήτε νοητὸς εἴη ὁ τόπος μήτε αἰσθητός, πάντα δὲ τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά, ἔοικεν ἄρα μὴ εἶναι τῶν ὄντων ὁ τόπος. εἰ δέ τις λέγοι· τί κωλύει εἶναι ὡς στοιχεῖον τῶν αἰσθητῶν μὴ ὄντα αὐτὸν σῶμα, ἐπεὶ καὶ ἡ ὕλη καὶ τὸ εἶδος στοιχεῖά ἐστι τῶν αἰσθητῶν ἀσώματα ὄντα; φημὶ ὅτι πρῶτον μὲν εἴρηται, ὅτι ἀδύνατον αὐτὸν ἀδιάστατον εἶναι διαστημάτων ὄντα χώραν, ἔπειτα διὰ τοῦ ἑξῆς ἐπιχειρήματος τετάρτου ὄντος δειχθήσεται καθόλου, ὅτι οὐ μόνον ὡς στοιχεῖον ἀδύνατον εἶναι τὸν τόπον, ἀλλὰ καὶ καθόλου κατ’ οὐδὲν τῶν τῆς ἀρχῆς σημαινομένων· ἐπειδὴ γὰρ ἔδειξεν ὅτι οὐ δύναται εἶναι οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων, τὰ δὲ ὄντα πάντα οὐ μόνον στοιχεῖά ἐστι καὶ ἐκ στοιχείων, ἀλλὰ καὶ ἕτερά τινα παρὰ ταῦτα (τὸ γὰρ ποιητικὸν καὶ τελικὸν αἴτιον οὔτε στοιχεῖά ἐστιν οὔτε πάντως ἐκ στοιχείων, ἀλλ’ ὡς ἀρχαί, ὡς εἶναι τὴν κοινοτάτην τῶν ὄντων διαίρεσιν εἰς ἀρχὰς καὶ τὰ ἐξ ἀρχῶν),3 ἔδειξε δὲ ὅτι ἐξ ἀρχῶν ἀδύνατον εἶναι τὸν τόπον (ἢ γὰρ νοητὸς ἔσται ἢ σῶμα, οὐδὲν δὲ τούτων ἐνδέχεται αὐτὸν εἶναι), νῦν οὖν βούλεται δεῖξαι, ὅτι οὐδ’ ὅλως ἀρχή τίς ἐστι τῶν ὄντων καὶ αἰτία ὁ τόπος. τέσσαρα γάρ, φησί, πάντων τῶν ὄντων τὰ αἴτια, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν, οὐδὲν δὲ τούτων δύναται εἶναι ὁ τόπος. οὐδὲν γὰρ ἐξ αὐτοῦ γίνεται, ἐκ δὲ τῆς ὕλης πάντα γίνεται, καὶ ὁ μὲν τόπος περιέχει, ἡ δὲ ὕλη περιέχεται· οὐκ ἄρα ὡς ὕλη ὁ τόπος. ἀλλ’ οὐδὲ εἶδος ὁ τόπος· τὸ μὲν γὰρ εἶδος συμπληρωτικόν ἐστι τῆς ἑκάστου οὐσίας, καὶ κατ’ αὐτὸ ἕκαστον τῶν ὄντων χαρακτηρίζεται, καὶ τὸ ἐκστὰν αὐτοῦ εὐθὺς καὶ ἔφθαρται (οἷον εἶδός ἐστι πυρὸς τὸ θερμὸν καὶ ξηρόν, καὶ εἰ ἐκσταίη τούτου τὸ πῦρ, οὐκέτι μένει πῦρ, ἀλλὰ φθείρεται), ἐκστὰν δέ τι τοῦ οἰκείου καὶ κατὰ φύσιν τόπου, οὐδὲν ἧττόν ἐστι καὶ σῴζει τὸ οἰκεῖον εἶδος· τὸ γὰρ πῦρ κάτω ὂν καὶ ἄνω πῦρ ἐστιν οὐδὲν ἧττον, καὶ κάτω γενόμενον τοῦ μὲν τόπου ἑαυτοῦ ἐξέστη, τοῦ δὲ εἴδους τοῦ πυρείου οὐκ ἐξέστη.

如果点的场所不存在,线的场所也就不存在;因为包围某物的东西显而易见也将包围被包围之物的界限,否则它甚至根本不会将那事物自身整体地作为一个整体加以包围。因此,如果点的场所不存在,线的场所也就不存在;如果线的场所不存在,表面的场所也就不存在;如果这〔表面〕的场所不存在,物体的场所也就不存在;如果物体的场所不存在,任何其他自然事物的场所也都不存在,也就绝不可能存在任何其他东西的场所。因此,场所似乎根本就完全不存在。于是,通过这第二条论证,场所被否定了。 其次,他说,如果场所属于存在者,既然一切存在者要么是可理知的要么是可感觉的,并且在可感觉之物中一部分是元素,另一部分由元素构成,在可理知之物中同样一部分是元素,另一部分由元素构成,那么场所也必然归入这些之中的某一项,要么是可理知的要么是可感觉的,而且无论它是哪一种,要么是元素要么是由元素构成的。然而,场所作为这些之中的任何一项而存在都是不可能的。因为就可感觉之物而言(我指的是自然物体),它们实际存在且自立存在的元素自身也是物体,例如这四种[元素],而已经证明场所是物体是不可能的。因此,场所不属于可感觉之物,既不作为元素,也不作为由元素构成的。但场所属于可理知之物也是不可能的;因为在可理知之物中,元素也是可理知的(因为三段论的元素是前提,前提的元素是音节,两者都是可理知的;在思想概念的情形中也是如此),而这些在量度上完全是无延展的(因为它们既不是线也不是表面,也没有在三维上延展),但场所如果确实存在,则是延展,既然它也是延展的接纳者;因此场所也不属于可理知之物。因此,如果场所既不是可理知的也不是可感觉的,而一切存在者要么是可理知的要么是可感觉的,那么场所似乎就不属于存在者。 如果有人说:既然质料与形式作为可感觉之物的元素也是非物体性的,那么即使场所自身不是物体,又有什么妨碍它作为可感觉之物的元素而存在呢?我回答说:首先,已经说过,它作为容纳延展的空间而自身无延展是不可能的;其次,通过第四条接续的论证将普遍地表明,场所不仅作为元素是不可能的,而且完全不能在本原的任何一种含义上存在。因为既然他已经表明场所既不可能是元素也不可能是由元素构成的,而一切存在者不仅是元素和由元素构成的,而且在此之外还有某些其他东西(因为作用因和目的因既不是元素,也不必然是由元素构成的,而是作为本原,以至于存在者最普遍的划分是划分为本原与由本原构成的事物),并且他已经表明场所由本原构成是不可能的(因为场所要么是可理知的要么是物体,而它作为这两者之中的任何一个都是不可能的),所以现在他意图表明,场所根本不是存在者的任何本原和原因。 因为,他说,一切存在者的原因有四种:质料、形式、作用因、目的因;但场所不可能是这些之中的任何一种。因为没有任何东西由场所生成,而一切事物都由质料生成;并且场所包围,而质料被包围;因此场所不作为质料。但场所也不是形式;因为形式充实每一事物的实体,每一存在者都按照形式而被赋予特征,脱离形式的事物随即也就毁灭了(例如干热是火的形式,如果火脱离了这一形式,它就不再保持为火,而是毁灭了);但当某物脱离其固有的且按本性的场所时,它依然丝毫不减地存在并保持其固有的形式;因为火在下方和在上方时都丝毫不少地是火,即使到了下方,它虽然脱离了自己的场所,却没有脱离火的形式。

语法注3 条
  1. 4.12σχολῇ γέ τινος ἄλλου τόπος ἂν εἴη

    惯用表达 σχολῇ γε(“绝不”、“更不可能”)后接表示潜在推测的 ἄν 加上希求法 εἴη。这构成一个更强层级的否定(a fortiori):既然自然事物都没有场所,就更谈不上是其他任何东西的场所了。

  2. 4.12ἀδύνατον δὲ ἕν τι τούτων ὑπάρχειν τὸν τόπον

    由非人称谓语 ἀδύνατον[ἐστί]引导的带不定式宾格结构。τὸν τόπον 是不定式 ὑπάρχειν 的逻辑主语(主格性宾格),ἕν τι τούτων 则充当表语宾格。

  3. 4.12ὡς εἶναι τὴν κοινοτάτην τῶν ὄντων διαίρεσιν εἰς ἀρχὰς καὶ τὰ ἐξ ἀρχῶν

    由 ὡς 加不定式 εἶναι 构成的结果从句,承接前述作用因和目的因不是元素而是本原这一断言。τὴν κοινοτάτην τῶν ὄντων διαίρεσιν 是不定式的逻辑主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:507.25-509.6