- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:506.1-507.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯指出由于物体互相穿透会导致荒谬后果,因此场所既不可能是物体也不可能是非物体性的,从而引向场所的不存在;此外,他表明若将从物体的相互置换确立场所的论证应用到点上,会导致点也有场所,从而引发矛盾。
ὥστε εἰ τοῦτο ἀδύνατον, καὶ τὸ ἐν τῷ αὐτῷ ἄρα δύο σώματα εἶναι ἀδύνατον. ἔπειτα εἰ δυνατὸν σῶμα διὰ σώματος χωρῆσαι, ἔδει τὸν ξέστην τοῦ ὕδατος ἐμβαλλόμενον εἰς δύο ξέστας οἴνου τὸ ὅλον μὴ τριῶν ξεστῶν ποιεῖν ἀλλὰ δύο,1 ὥστε τὸ αὐτὸ φυλάττεσθαι μέτρον τῶν δύο ξεστῶν τοῦ οἴνου. εἰ γὰρ μὴ μόνον αἱ ποιότητές εἰσιν αἱ δι’ ἀλλήλων χωροῦσαι, ἀλλὰ καὶ αὐτὰ τὰ σώματα, οἷον τὸ ὕδωρ δι’ ὅλης τῆς ναστότητος τοῦ οἴνου ἐχώρησεν, οὐκ ἔδει τὸ ἐξ ἀμφοῖν πλείονα ἐπιλαμβάνειν τόπον, ἢ εἰ ὅλως χωρῶν ὁ ξέστης τοῦ ὕδατος διὰ τῶν δύο ξεστῶν τοῦ οἴνου πλείω τὸν ὅλον ποιεῖ, ἔδει τετραξεστιαῖον γενέσθαι τὸ ἐξ ἀμφοῖν, εἴ γε δι’ ὅλων τῶν δύο ξεστῶν ὁ ξέστης ἐχώρησε, ἤγουν πάλιν τῷ ξέστῃ τοῦ ὕδατος ἐμβαλλομένων δύο ξεστῶν οἴνου, ἐπειδὴ οἱ δύο ξέσται διὰ τοῦ ἑνὸς ἐχώρησαν, τὸ ἐξ ἀμφοῖν ξεστιαῖον γενέσθαι. εἰ τοίνυν ἀδύνατον δύο σώματα ἕνα καὶ τὸν αὐτὸν κατέχειν τόπον, ἐπειδὴ χωρεῖν σῶμα διὰ σώματος ἀδύνατον, ἀδύνατον σῶμα εἶναι τὸν τόπον. ἀλλὰ μὴν οὐδὲ ἀσώματον δυνατόν, ὡς δέδεικται· ἢ γὰρ πάντῃ ἀδιάστατος ἔσται, καὶ οὕτως 〈οὐ〉 δέξεται τὸ διαστατόν, ἢ μοναχῇ μόνως ἢ διχῇ διαστατός, καὶ οὕτως οὐ δέξεται ὅλον καθ’ ὅλον ἑαυτὸ τὸ σῶμα, δεῖ δὲ τὸ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ εἶναι. εἰ τοίνυν μήτε σῶμα δυνατὸν εἶναι τὸν τόπον μήτε ἀσώματον, ἔοικεν ἄρα μηδὲ εἶναι ὅλως ὁ τόπος· εἰ γὰρ ἦν, ἢ σῶμα πάντως ἦν ἢ ἀσώματος. Ἔπειτα, φησί, δι’ ὧν ἀπεδείξαμεν ὅτι ἔστιν ὁ τόπος, δι’ αὐτῶν τούτων δυνατὸν ἀποδεῖξαι ὅτι οὐκ ἔστιν. ἀπεδείκνυτο δὲ μάλιστα διὰ τοῦ πρώτου ἐπιχειρήματος, ἦν δὲ τοιοῦτον· εἰ ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων πλείονα σώματα ἄλλοτε ἄλλα δέχεται, ὃ δὲ ἓν καὶ τὸ αὐτὸ μένον πλείονα δέχεται σώματα, τοῦτο καὶ ἔστι καὶ ἕτερόν ἐστι παρ’ ἃ δέχεται, ὁ τόπος ἄρα καὶ ἔστι καὶ ἕτερός ἐστι τῶν σωμάτων ὧν δέχεται. τῷ αὐτῷ οὖν τούτῳ ἐπιχειρήματι δυνατὸν δεῖξαι ὅτι οὐκ ἔστιν ὁ τόπος. ὥσπερ γὰρ ἔνθα πρότερον ἦν τὸ ὕδωρ, ἐκεῖ ὕστερον οἶνος γέγονεν ἢ ἀὴρ ἢ ἕτερόν τι, οὕτως δηλονότι καὶ ἔνθα πρότερον ἦν ἡ τοῦ ὕδατος ἐπιφάνεια, ἐκεῖ καὶ ἡ τοῦ οἴνου γέγονεν ἐπιφάνεια ἐξελθόντος τοῦ ὕδατος, καὶ ἡ τοῦ ἀέρος ἐξελθόντος τοῦ οἴνου. ὥστε ἔστι καὶ ἐπιφανείας τόπος· εἷς γὰρ καὶ ὁ αὐτὸς ὢν ἄλλοτε ἄλλην ἐπιφάνειαν δέχεται. ὡσαύτως δείξομεν ὅτι καὶ γραμμῆς ἔστι τόπος. εἰ γὰρ ἔστιν ἐπιφανείας τόπος, δῆλον ὅτι καὶ τοῦ πέρατος αὐτῆς ἔσται τόπος, λέγω δὲ γραμμῆς· ἐν ᾧ γὰρ πρότερον ἦν τὸ πέρας τῆς ἐπιφανείας τοῦ ὕδατος, ἐν τούτῳ ὕστερον γέγονε τὸ πέρας τῆς ἐπιφανείας τοῦ ἀέρος, εἶτα τοῦ οἴνου, εἶτα ἄλλοτε ἄλλου· ὥστε γραμμῆς ἔσται τόπος. ἀλλ’ εἰ γραμμῆς, καὶ τοῦ πέρατος αὐτῆς, δηλονότι τοῦ σημείου, κατὰ τὸν αὐτὸν λόγον. ἀλλ’ ἐπειδὴ ἕτερόν ἐστιν ὁ τόπος καὶ ἕτερον τὸ ἐν τόπῳ, ἕτερον ἔσται δηλονότι καὶ ἡ στιγμὴ καὶ ὁ τῆς στιγμῆς τόπος στιγμὴ ὢν· καὶ αὐτὸς δηλονότι. τίς οὖν ἡ διαφορὰ στιγμῆς καὶ τοπικῆς στιγμῆς, οὐδ’ ἂν ἐπινοήσειέ τις·2 σώματος μὲν γὰρ καὶ τόπου σώματος δυνατὸν λέγειν τινὰ διαφοράν, κἂν σῶμα ὑπάρχῃ ὁ τόπος, ὅτι τὸ μὲν τοπικὸν σῶμα ἄποιόν ἐστι, τὸ δὲ ἐν τόπῳ πεποιωμένον, στιγμῆς δὲ καὶ τοπικῆς στιγμῆς οὐδὲ ἐπινοῆσαι διαφορὰν δυνατόν. δυνατὸν μὲν οὖν ἦν τὸ αὐτὸ τοῦτο καὶ 〈ἐπὶ〉 ἐπιφανείας εἰπεῖν καὶ γραμμῆς, ἀλλ’ ὡς ἐπὶ σαφεστέρου μᾶλλον αὐτὸς ἐπὶ τοῦ σημείου γυμνάζει τὸν λόγον. καὶ ἄλλως εἰ στιγμῆς ἔστι τόπος, ἐπειδὴ τόπου διαφοραὶ κυριώταται μὲν αἱ δύο, τὸ ἄνω καὶ τὸ κάτω, διὰ ταύτας δὲ καὶ αἱ λοιπαὶ τέσσαρες, καὶ οὐδὲ κατ’ ἐπίνοιαν ἔστι λαβεῖν ἑτέραν τόπου διαφοράν, δῆλον ὅτι καὶ ὁ τόπος τοῦ σημείου κατὰ μίαν 〈ἂν〉 τῶν διαφορῶν τούτων διαφέροι, καὶ ἢ ἄνω ἔσται φύσει ἢ κάτω φύσει· ὥστε καὶ τὸ ἐν αὐτῷ σημεῖον ἢ βαρὺ ἔσται ἢ κοῦφον (τὸ γὰρ κατὰ φύσιν ἐν τῷ ἄνω τόπῳ ὑπάρχον κοῦφόν ἐστι, βαρὺ δὲ τὸ κάτω), ἀδύνατον δὲ σημεῖον βαρὺ ἢ κοῦφον εἶναι· ὥστε ἀδύνατον σημείου τόπον εἶναι.
因此,如果这是不可能的,那么两个物体在同一[场所]之中也就同样是不可能的。其次,如果物体能够穿透物体,那么倒入两品脱酒中的一品脱水本应当使全体成为两品脱而不是三品脱,从而保持那两品脱酒的同一量度。因为,如果穿透彼此的不仅是性质,而且物体自身也是如此(比如水穿透了酒的全部密实体),那么由两者构成的整体就不应当占据更多的场所;或者,如果穿透两品脱酒的一品脱水果真使全体变得更大,那么只要这一品脱确实穿透了完整的两品脱,由两者构成的整体就应当变成四品脱;或者反过来,当两品脱酒倒入一品脱水中时,既然这两品脱穿透了一品脱,由两者构成的整体就应当变成一品脱。既然如此,如果两个物体占据同一个场所是不可能的(因为物体穿透物体是不可能的),那么场所是物体就是不可能的。然而,正如已经证明的那样,场所是非物体性的也是不可能的;因为它要么完全是无延展的,这样它就不会接纳具有延展之物,要么仅向一方或向两方延展,这样它就不会完全且整体地接纳物体自身,而物体就其是物体而言必须在场所之中。因此,如果场所既不可能是物体,也不可能是非物体性的,那么场所似乎根本就完全不存在;因为如果它存在,它无论如何必然要么是物体要么是非物体性的。 其次,他说,通过我们用来证明场所存在的事理,通过这完全相同的事理,也能够证明场所不存在。而这一点主要是通过第一条论证得到证明的,该论证如下:如果场所保持为同一个,在不同时间接纳多个不同的物体,而保持为同一个并接纳多个物体的东西既存在又不同于它所接纳的东西,那么场所就既存在又不同于它所接纳的物体。因此,用这同一条论证也能够表明场所不存在。因为,正如在先前有水的地方,后来有了酒或空气或其他东西一样,显而易见,在先前有水之表面的地方,当水离去时也有了酒的表面,当酒离去时有了空气的表面。因此,表面的场所也是存在的;因为它作为同一个场所,在不同时间接纳不同的表面。同样地,我们将表明线的场所也是存在的。因为如果表面的场所存在,显而易见它的界限(我指的是线)的场所也将存在;因为在先前有水之表面界限的地方,后来有了空气之表面界限,接着是酒的,接着在不同时间是不同东西的;因此线的场所将会存在。但是如果线的场所存在,按照同样的道理,它的界限(显而易见即点)的场所也将存在。然而,既然场所是一回事,在场所之中的东西是另一回事,那么点与作为点的场所(它显而易见本身也是点)显而易见也将是彼此不同的。那么,点与场所性的点之间的差异究竟是什么,甚至没有人能够想象出来;因为在物体和物体的场所的情况中,即使场所是物体,人们也能够说出某种差异,即场所性的物体是无性质的,而在场所之中的物体是具性质的;但在点与场所性的点的情况中,人们甚至不可能想象出任何差异。虽然把这完全相同的道理应用在表面和线上也是可能的,但他宁愿像在一个更清晰的事例上那样,在点上展开这一论述。此外,如果点的场所存在,既然场所最根本的种差是上和下这两个,并且由于这两个才有了其余四个种差,而且即使在观念中也不可能把握场所的其他种差,显而易见,点的场所也将按照这些种差之一而有所区别,并且要么按本性在上方,要么按本性在下方;因此在其中的点也将要么是重的要么是轻的(因为按本性在上方场所中的是轻的,在下方的是重的);但点是重的或轻的乃是不可能的;因此点的场所存在是不可能的。
- 4.12ἔδει τὸν ξέστην τοῦ ὕδατος ἐμβαλλόμενον εἰς δύο ξέστας οἴνου τὸ ὅλον μὴ τριῶν ξεστῶν ποιεῖν ἀλλὰ δύο
无人称动词 ἔδει 后接不定词 ποιεῖν,作为反事实条件句的归结从句,表达“本应当使整体成为两品脱而不是三品脱”的与事实相反的推论。
- 4.12τίς οὖν ἡ διαφορὰ στιγμῆς καὶ τοπικῆς στιγμῆς, οὐδ’ ἂν ἐπινοήσειέ τις
倒装结构:具有直接疑问句形式的从句 τίς οὖν ἡ διαφορὰ... 作为主句 οὐδ’ ἂν ἐπινοήσειέ τις(“甚至没有人能够想象出”)的宾语而被前置。
