- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:504.8-505.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐述了亚里士多德转向探究场所本质的过渡(209a2),并以三段论解析了关于场所既非物体亦非非物体性之疑难,由此展示其动摇场所存在本身的论辩策略。
" Οὐ μὴν ἀλλ’ ἔχει γε ἀπορίαν, εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις." Δείξας διὰ πέντε ἐπιχειρημάτων ὅτι ἔστιν ὁ τόπος, μέτεισιν ἀκολούθως ἐπὶ τὸ δεῖξαι τί ἐστι (τοῦτο γὰρ τῶν προβλημάτων τὸ δεύτερον), ἀλλὰ ζητῶν τί ἐστι, περιάγει τὸν λόγον εἰς τὸ δεῖξαι ὅτι οὐδ’ ὅλως ἔστιν ὁ τόπος, ἵνα δείξῃ, ὡς εἶπον, χαλεπὸν ὄντα τὸν περὶ αὐτοῦ λόγον, καὶ ὅτι πεφύκασιν αἱ ἐφ’ ἑκάτερα ἐπιχειρήσεις γυμνάζειν τὸν νοῦν καὶ ἀκριβῆ τῶν πραγμάτων τὴν γνῶσιν ἐντιθέναι, οὐ μόνον αὐτοῦ καθ’ αὑτὸ τοῦ προβλήματος κατασκευαζομένου, ἀλλὰ καὶ τῶν ἀναιρεῖν αὐτὸ λόγων ἐπιχειρούντων ἐλεγχομένων.1 διὰ πλειόνων οὖν ἐπιχειρημάτων πειρᾶται σαλεύειν τὴν περὶ τοῦ εἶναι τὸν τόπον ὑπόληψιν. οὐ δεῖ δὲ τοὺς ἐφ’ ἑκάτερα ἐπιχειροῦντας λόγους ἀπαιτεῖν τὸ ἀναγκαῖον ἔχειν2 (τοῦτο γὰρ ἀδύνατον), ἀλλὰ τὸ πιθανὸν ἐν αὐτοῖς, οὐ τὸ ἀναγκαῖον, πάντως ἀπαιτητέον· ὥστε οὐ δεῖ θαυμάζειν, εἰ καί τινα τῶν ἐπιχειρημάτων μέχρι τοῦ πιθανοῦ πρόεισι, τότε δὲ οἱ ἐφ’ ἑκάτερα λόγοι δύνανται ἔχειν τὸ ἀναγκαῖον, ὅταν τὰ μὴ ὑπάρχοντα τῷ πράγματι ὡς ὑπάρχοντα λαμβάνοντες οὕτως συλλογίζωνται. ἄρχεται δέ, ὡς εἶπον, τοῦ λόγου ἐκ τῆς τοῦ τί ἐστιν ὁ τόπος ζητήσεως. ἐπεὶ οὖν ἡ τοῦ τί ἐστι γνῶσις διὰ τῶν ὁρισμῶν ἡμῖν παραγίνεται, οἱ δὲ ὁρισμοὶ ἐκ γενῶν εἰσι καὶ διαφορῶν, δεῖ, φησί, πρῶτον εὑρεῖν τὸ τοῦ τόπου γένος. ἀνάγκη οὖν τὸν τόπον ἢ σῶμα εἶναι ἢ ἀσώματον. πρότερον οὖν δείκνυσιν ὅτι ἀσώματος οὐκ ἔστι, διὰ τοῦ δεικνύναι ὅτι ἀνάγκη σῶμα εἶναι τὸν τόπον. εἰ γὰρ τὸ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, δῆλον ὅτι κατὰ πᾶσαν αὐτοῦ διάστασιν ἐν τόπῳ ἐστίν· εἰ γὰρ ἡ ἐν μήκει μὲν διάστασις ἐν τόπῳ εἴη, ἄλλη δέ τις μὴ εἴη, οὐχ ᾗ σῶμα ἐν τόπῳ ἐστίν, ἀλλ’ ᾗ μῆκος ἔχει τυχὸν ἢ πλάτος, εἰ δὲ τὸ σῶμα ᾗ σῶμά ἐστιν ἐν τόπῳ ἐστί, κατὰ τὰς τρεῖς διαστάσεις δηλονότι ἐν τόπῳ ἐστίν. ὥστε καὶ ὁ δεκτικὸς τοῦ σώματος τόπος τριχῇ διέστηκεν· εἰ γὰρ μὴ εἴη τριχῇ διεστηκώς, ἀλλ’ οἷον ἢ διχῇ ἢ μοναχῇ, οὐ περιέχει τὰς τρεῖς τοῦ σώματος διαστάσεις. ἀνάγκη ἄρα τὸν τόπον τοῦ σώματος τριχῇ διαστατὸν εἶναι, πᾶν δὲ τριχῇ διαστατὸν σῶμά ἐστιν (οὗτος γὰρ 〈ὁ〉 ὁρισμὸς σώματος, τὸ τριχῇ διαστατόν), καὶ ὁ τόπος ἄρα σῶμά ἐστι. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· ὁ τόπος τριχῇ διαστατός, πᾶν τριχῇ διαστατὸν σῶμά ἐστιν, ὁ τόπος ἄρα σῶμά ἐστιν. οὕτω δείξας ὅτι ἀνάγκη σῶμα εἶναι τὸν τόπον, καὶ διὰ τούτου ἀνελὼν ὅτι οὐκ ἔστιν ἀσώματος, δείκνυσι πάλιν ὅτι οὐδὲ σῶμα δυνατὸν εἶναι τὸν τόπον· εἰ γὰρ εἴη σῶμα ὁ τόπος, δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ ἔσται, ἀλλὰ μὴν ἀδύνατον δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, ἀδύνατον ἄρα σῶμα εἶναι τὸν τόπον· κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν, ὃς τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖ τὸ ἡγούμενον. πόθεν δὲ ὅτι τὸ συνημμένον ἀληθές,3 λέγω δὴ τὸ εἰ σῶμα εἴη ὁ τόπος δύο σώματα ἐν τῷ αὐτῷ εἶναι; τοῦτο οὖν κατασκευάσεις διὰ κατηγορικοῦ συλλογισμοῦ οὕτως· πᾶν σῶμα ἐν τόπῳ, πᾶς δὲ τόπος σῶμα, πᾶν σῶμα ἄρα ἐν σώματι· εἰ δὲ σῶμα ἐν σώματι, δύο ἅμα ἐν τῷ αὐτῷ τόπῳ σώματα ἂν εἴη. ὅτι δὲ ἀδύνατον δύο σώματα ἐν τῷ αὐτῷ εἶναι, μάθοις ἂν ἐντεῦθεν· εἰ γὰρ δυνατὸν ἦν σῶμα διὰ σώματος χωρῆσαι, ὡς δύο ἅμα ἐν τῷ αὐτῷ εἶναι, δυνατὸν ἦν τὸ μέγιστον ἐν τῷ μικροτάτῳ χωρηθῆναι, καὶ ὡς αὐτός φησιν ὁ Ἀριστοτέλης, ἡ θάλαττα ἂν ἐν κυάθῳ ἐχωρήθη καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ· δυνατὸν γὰρ τὸ μέγιστον εἰς ἴσα ἐλάχιστα κατατεμεῖν, οἷον τὴν θάλατταν εἰς κυαθιαῖα μέτρα. εἰ τοίνυν ἐν τῷ αὐτῷ δυνατὸν δύο ἰσόογκα σώματα χωρηθῆναι, διὰ τί μὴ καὶ τρία καὶ τέτταρα καὶ ἄπειρα; τίς γὰρ ἡ ἀποκλήρωσις; εἰ δὲ τοῦτο, χωρηθήσεται ἡ θάλαττα ἐν τῷ κυάθῳ καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ· πᾶν γὰρ πεπερασμένον καταδαπανᾶται ἴσων πεπερασμένων ὁποιωνοῦν ἀφαιρουμένων.
“然而,即使场所存在,关于它是什么也包含着疑难,它究竟是某种物体的量块,还是某种另外的本性。” 在通过五条论证表明了场所存在之后,他顺理成章地进而去表明它是什么(因为这是各个难题中的第二个);但在探求它是什么时,他却把论述引向表明场所根本完全不存在,以便如我所说的那样表明:关于场所的论述是困难的,并且正反两方面的论证天生能够锻炼理智,并注入关于事物的精确知识——这不仅是通过难题自身得到确立,而且是通过反驳企图取消它的论述来实现的。因此,他通过多条论证试图动摇关于场所存在的假定。然而,不应当要求进行正反两方面论述的论证具备必然性(因为这是不可能的),而是无论如何都应当在它们之中要求可信性,而不是必然性;因此,即使某些论证只推进到可信的程度,也不必感到奇怪,正反两方面的论述只有在把事物所不具有的属性当作具有的属性来接受并以此进行推理时,才能够具有必然性。如我所说,他是从场所“是什么”的探求开始这一论述的。因此,既然对“是什么”的认识是通过定义临于我们,而定义由属和种差构成,所以他说,必须首先找到场所的属。因此,场所必然要么是物体,要么是非物体性的。于是,他首先通过表明场所必然是物体,来表明场所不是非物体性的。因为,如果物体就其是物体而言在场所之中,显而易见,它是按照自身的每一维度在场所之中的;因为如果长度维度的延长在场所之中,而其他维度不在,那么它就不是就其是物体而言在场所之中,而是就其碰巧具有长度或宽度而言在场所之中了;但如果物体就其是物体而言在场所之中,显然它是按照三个维度在场所之中的。因此,接纳物体的场所也是向三方延伸的;因为如果它不是向三方延伸,而是比如向两方或仅向一方延伸,它就不能包围物体的三个维度。因此,物体的场所必然是三向可延展的,而一切三向可延展之物都是物体(因为这就是物体的定义:即三向可延展者);因此场所也是物体。这个三段论处于第一格:场所是三向可延展的;一切三向可延展之物都是物体;因此场所是物体。这样,在表明了场所必然是物体,并由此取消了它是非物体性的之后,他又反过来表明场所也不可能是物体:因为如果场所是物体,两个物体就会在同一场所之中;但两个物体不可能在同一[场所]之中;因此场所不可能是物体;这是依据假言三段论的第二种格,即通过否定后件来否定前件。那么,这个假言命题——即我所说的“如果场所是物体,两个物体就在同一[场所]之中”——为什么是真的呢?你将通过定言三段论这样确立它:每一物体都在场所之中,每一场所都是物体,因此每一物体都在物体之中;而如果物体在物体之中,就会同时有两个物体在同一场所之中。至于两个物体不可能在同一[场所]之中,你可以从这里知晓:因为如果物体能够穿透物体,以至于两者同时在同一[场所]之中,那么最大的东西就可能被容纳在最小的东西之中,正如亚里士多德自己所说,大海本可以被容纳在小杓之中,苍天本可以被容纳在小米粒之中;因为把最大的东西分割为相等的最小部分是可能的,比如把大海分割为小杓的容量。既然如此,如果在同一[场所]中能够容纳两个同等体积的物体,为什么不能容纳三个、四个乃至无限多个呢?因为又有什么武断区分的根据呢?如果这一点成立,大海就会被容纳在小杓之中,苍天就会被容纳在小米粒之中;因为当任何大小相等的有限部分被逐一扣除时,一切有限之物都会被消耗殆尽。
- 4.12οὐ μόνον αὐτοῦ καθ’ αὑτὸ τοῦ προβλήματος κατασκευαζομένου, ἀλλὰ καὶ τῶν ἀναιρεῖν αὐτὸ λόγων ἐπιχειρούντων ἐλεγχομένων
两个独立属格结构(αὐτοῦ... κατασκευαζομένου 与 τῶν... ἐλεγχομένων)由 οὐ μόνον... ἀλλὰ καί 并列,充当前文“注入精确知识(ἐντιθέναι)”的方式或条件状语,主语分别为“难题自身”和“企图取消它的论述”。
- 4.12οὐ δεῖ δὲ τοὺς ἐφ’ ἑκάτερα ἐπιχειροῦντας λόγους ἀπαιτεῖν τὸ ἀναγκαῖον ἔχειν
动词 ἀπαιτεῖν 支配双宾语结构:所要求的对象(τοὺς... λόγους)和所要求的事物,此处体现为带冠词的不定式短语(τὸ ἀναγκαῖον ἔχειν)。ἀπαιτεῖν 的逻辑主语泛指任何人(“人们/读者”)。
- 4.12πόθεν δὲ ὅτι τὸ συνημμένον ἀληθές
省略谓语动词(如 δῆλον ἔστι)的紧缩疑问句,意为“那么假言命题是真实的,这一点何以见得[来自何处]?”接下来的 λέγω δή 引导的同位语成分具体说明了假言命题(τὸ συνημμένον)的内容。
