- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:501.21-504.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注疏了亚里士多德在《物理学》卷四第一章中关于场所存在的各项论证节段(相互置换、单纯物体的自然运动、数学对象、虚空论者的见解以及赫西俄德的神谱),将相互置换论证重构为形式三段论,并分析了否定换位的逻辑谬误以及场所的本性与先在性。
" Τά τε γὰρ ὄντα πάντες ὑπολαμβάνουσιν 〈εἶναί που〉." Ὅτι οὕτως ἀναγκαῖος ὁ περὶ τόπου λόγος, ὡς κοινὴν εἶναι πάντων τὴν δόξαν, ὅτι εἴ τι ἔστι, πάντως ἐν τόπῳ ἐστίν, ὥστε τὸν τὰ ὄντα γνῶναι βουλόμενον δεῖ καὶ τὸν τόπον γνῶναι, οὗ ἄνευ ἐκεῖνα εἶναι οὐ δύναται. καὶ κατασκευάζουσι τοῦτο, τὸ πᾶν τὸ ὂν ἐν τόπῳ εἶναι, κακῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ χρώμενοι· λαμβάνοντες γὰρ ὅτι τὸ μὴ ὂν οὐδαμοῦ ἐστι, καὶ ἀληθῆ γε λαμβάνοντες, κακῶς ἐκ τοῦ ἡγουμένου ποιοῦνται τὴν ἀντιστροφήν,1 τὸ ὂν ἄρα που.
“因为所有人都认为存在之物〈在某处〉。” 关于场所的论述之所以如此必要,是因为所有人都持有共同的见解:如果有任何事物存在,它无论如何都在场所之中;因此,想要认识存在之物的人也必须认识场所,而离开场所,那些事物就无法存在。人们论证“每一存在之物都在场所之中”这一点时,错误地使用了伴随对置的换位[否定换位/逆否定理];因为他们虽然假定了非存在之物不在任何地方——并且所假定的确实是真实的——却错误地从前件出发进行换位,[得出]因此存在之物在某处。
"Ὅτι μὲν οὖν ἔστιν ὁ τόπος, δοκεῖ δῆλον εἶναι ἐκ τῆς ἀντιμεταστάσεως." Ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα ὅτι ἔστιν ὁ τόπος. ὅπου γὰρ ἔστιν ὕδωρ, ἐνταῦθα ἐξελθόντος ὥσπερ ἐξ ἀγγείου πάλιν ἀὴρ ἔστι. τοῦτο ἡ ἐλάττων ἐστὶ τοῦ συλλογισμοῦ πρότασις, ὅτι ὁ τόπος εἷς καὶ ὁ αὐτὸς μένων ἄλλοτε ἄλλων σωμάτων ἐστὶ δεκτικός. τοῦτο δὴ τῶν ἐγγινομένων καὶ μεταβαλλόντων ἕτερον πάντων εἶναι δοκεῖ. ἡ μείζων πρότασις· ὅπερ ἓν καὶ τὸ αὐτὸ ὑπάρχον ἄλλοτε ἄλλων ἐστὶ δεκτικόν, καὶ ἔστι καὶ ἕτερόν ἐστιν ὧν δέχεται. ὥστε δῆλον ὡς ἦν ὁ τόπος τι καὶ 〈ἡ〉 χώρα ἕτερον ἀμφοῖν. τοῦτο τοῦ συλλογισμοῦ τὸ συμπέρασμα.
“因此,场所的存在似乎由相互置换而显明。” 由此得出场所存在的第一条试行论证。因为在有水的地方,当水如同从器皿中那样流出之后,空气又存在于那里。这是三段论的小前提:场所作为一个且同一的事物保持不变,在不同时候能容纳不同的物体。“这似乎与所有在其中生成并发生变化的事物都不相同”是大前提:凡作为一个且同一的事物存在而在不同时候容纳不同事物者,既存在,又与其所容纳的事物不同。“因此显而易见,场所和〈这个〉空间是某种不同于二者的东西”是该三段论的结论。
"Ἔτι δὲ αἱ φοραὶ τῶν φυσικῶν σωμάτων καὶ ἁπλῶν." Τὸ δεύτερον ἐπιχείρημα, τὸ ἐκ τῶν ῥοπῶν. εἰκότως δὲ ἐπὶ τῶν ἁπλῶν γυμνάζει τὸν λόγον· καὶ γὰρ τὰ σύνθετα κατὰ τὸ ἐπικρατοῦν τῶν ἁπλῶν τὴν φυσικὴν κίνησιν ἔχει.
“此外,自然且单纯的物体的移位[也是如此]。” 这是第二条试行论证,来自自然倾向[轻重]。他理所当然地就单纯物体展开论述;因为复合物体也是根据其中占主导地位的单纯物体而具有自然运动的。
"Ταῦτα δέ ἐστι τόπου μέρη καὶ εἴδη." Ὡς ἀδιάφορον τέως εἴτε μέρη εἴη ταῦτα εἴτε εἴδη2 τοῦ καθόλου τόπου, ἀδιαφόρως κέχρηται. οὐδὲν γὰρ τοῦτο συμβάλλεται πρὸς τὸ προκείμενον· ζητοῦμεν γὰρ νῦν, εἰ ἔστιν ὅλως ὁ τόπος ἢ μὴ ἔστι. λέγοιεν δ’ ἂν μέρη μὲν οἱ διάστημα αὐτὸν εἶναι λέγοντες ἢ κενόν, εἴδη δὲ οἱ πέρας τοῦ περιέχοντος.
“而这些是场所的部分和形式。” 由于这些究竟是普遍场所的部分还是形式在目前没有区别,所以他不加区分地使用了[这两个词]。因为这对于当前的主题毫无影响;因为我们现在探究的是场所究竟是存在还是不存在。而那些主张场所是间距或虚空的人会称它们为“部分”,那些主张场所是包围者的限界的人则会称它们为“形式”。
"Οὐ γὰρ ὅ τι ἔτυχέν ἐστι τὸ ἄνω, ἀλλ’ ὅπου φέρεται τὸ πῦρ." Ὅτι ἐν τοῖς φυσικοῖς οὐκ ἔστι θέσει τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ φύσει καὶ ὡρισμένον, δῆλον οὖν καὶ ἐντεῦθεν· εἰ γὰρ εἴη οἶκός τις μεταξὺ στέγην ἔχων, ταύτης θέσει οὔσης ἄνω τε καὶ κάτω, ἐὰν ἀφεθῇ κάτωθεν πῦρ ἢ ἄνωθεν βῶλος, οὐ στήσεται ἐν τῷ μέσῳ, ἀλλὰ χωρήσει τὸ μὲν ἄνω ἡ δὲ κάτω, μὴ εἰργόμενα βίᾳ ἀλλὰ χώραν τῆς παρόδου λαμβάνοντα.3
“因为上并非随意之物,而是火所向之处。” 在自然事物中,上和下不是依位置而是依自然并且是确定的,这一点从这里也很清楚:因为如果有一所中间带有屋顶的房屋,尽管这个屋顶依位置而言既是在上又是在下,但如果从下方释放火或从上方释放土块,它们都不会停在中间,而是火向上走,土块向下走,只要它们未受到强力的阻碍而是获得了通过的空间。
"Ὡς οὐ τῇ θέσει διαφέροντα μόνον, ἀλλὰ καὶ τῇ δυνάμει." Εἰ γὰρ τῶν πλεῖστον ἀλλήλων διαφερόντων ἑκάτερος τῶν τόπων δεκτικός, δῆλον ὅτι οὐ μόνον τῇ θέσει, ἀλλὰ καὶ τῇ δυνάμει διαφέροιεν ἂν ἀλλήλων· ὀρεκτὸν γάρ ἐστιν ἑκάτερον, τὸ μὲν τῶν κούφων τὸ δὲ τῶν βαρέων.
“因为它们不仅在位置上有差异,而且在潜能上也有差异。” 因为如果这两个场所各自都能容纳彼此差异最大的事物,显而易见,它们不仅在位置上,而且在潜能上也会彼此不同;因为每一个场所都是被渴望的对象,一个是被轻者渴望,另一个是被重者渴望。
"Δηλοῖ δὲ καὶ τὰ μαθηματικά." Τὸ τρίτον ἐπιχείρημα. εἰ γὰρ ταῦτα μὴ ὄντα ἐν τόπῳ, ἐπειδὴ μηδὲ φύσει ὑφέστηκε καθ’ αὑτά, ὅμως ἐπειδὰν ὑποστῇ κατὰ διάνοιαν, εὐθὺς καὶ θέσιν ἴσχει καὶ τόπον ἀναλογοῦντα τῇ ὑπάρξει αὐτῶν, λέγω δὴ καὶ αὐτὸν κατ’ ἐπίνοιαν, πολλῷ γε δήπου τὰ φυσικὰ μεγέθη καὶ ἐν ὑπάρξει ὄντα φυσικὸν ἂν ἔχοι καὶ τὸν τόπον καὶ ὑφεστηκότα οὐκ ἐν σχέσει τινός, ἀλλὰ κατὰ φύσιν· ὡς γὰρ ἂν ἔχῃ τὸ ἐν τόπῳ, οὕτω καὶ τὸν τόπον ἔχειν ἀνάγκη,4 εἰ κατ’ ἐπίνοιαν τὸ ἐν τόπῳ, καὶ ὁ τόπος ἂν κατ’ ἐπίνοιαν εἴη, εἰ ἐν σχέσει τὸ ἐν τόπῳ ἐστί, καὶ ὁ τόπος τοιοῦτος. οὐκοῦν καὶ τῶν φύσει που ὄντων, καὶ ὁ τόπος αὐτῶν φύσει ἂν εἴη.
“而数学对象也表明了这一点。” 第三条试行论证。因为如果这些数学对象虽然并不在场所之中(因为它们甚至并不依自然而独立自存),但每当它们依思想而确立时,就立刻获得了位置以及与其存在相当的场所——我指的是这场所本身也是依思惟而言的——那么存在于实在之中的自然量度就更有理由具有自然的场所,且此场所并非处于同某物的关系之中而是依自然而自存。因为场所中的事物处于何种状态,场所也必然处于何种状态:如果场所中的事物是依思惟而言的,场所也将是依思惟而言的;如果场所中的事物处于关系之中,场所也是如此。因此,对于依自然而在某处的事物而言,它们的场所也必然是依自然的。
"Ἔτι οἱ τὸ κενὸν φάσκοντες εἶναι τόπον λέγουσι." Τὸ τέταρτον ἐπιχείρημα ἔνδοξον ὄν, οὐκ ἀναγκαῖον, ὥσπερ καὶ τὸ πέμπτον.
“此外,那些主张虚空存在的人称[虚空]为场所。” 第四条试行论证,属于通行的公认见解,而非必然的论证,正如同第五条论证一样。
"Δόξειε δ’ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ποιήσας πρῶτον τὸ χάος." Τὸ πέμπτον ἐκ τῆς Ἡσιόδου μαρτυρίας.
“而且赫西俄德把卡俄斯放在第一位,似乎也说得正确。” 这是来自赫西俄德见证的第五条论证。
"Εἰ δ’ ἐστὶ τοιοῦτον, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ πρώτη τῶν ἄλλων." Εἰ τοιοῦτος, φησίν, ὁ τόπος ἐστίν, οἷον Ἡσίοδός τε καὶ οἱ ἄλλοι λέγουσι, θαυμαστή τις ἂν εἴη αὐτοῦ ἡ φύσις, καὶ οὐ μόνον τῶν ὄντων ἐστίν, ἀλλὰ καὶ πρὸ πάντων. εἰ γὰρ δίχα μὲν αὐτοῦ μηδὲν ἔστι τῶν ἄλλων, αὐτὸς δὲ πάντων προϋπῆρξε, δῆλον ὅτι καὶ τῇ φύσει καὶ τῷ χρόνῳ πρότερός ἐστι· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται.
“如果它是如此之物,场所的效能将是某种令人惊异且先于其他事物的东西。” 他说,如果场所如同赫西俄德和其他人所说的那样,它的本性将是某种令人惊异的东西,并且它不仅属于存在之物,而且先于一切事物。因为如果没有它,其他任何事物都不会存在,而它自身先于一切事物而预先存在,显而易见,它无论在自然上还是在时间上都是先在的;因为它能共灭其他事物,却不被共灭。
- 4.2κακῶς ἐκ τοῦ ἡγουμένου ποιοῦνται τὴν ἀντιστροφήν
意为“错误地从前件出发进行换位”。斐洛庞努斯指出了在使用逆否定理(σὺν ἀντιθέσει ἀντιστροφή)时的逻辑谬误:从“非存在之物不在任何地方”(若非A则非B)这一真实前提,他们错误地推导出“存在之物在某处”(否定前件/不当倒错),而非“在某处之物存在”。
- 4.5Ὡς ἀδιάφορον τέως εἴτε μέρη εἴη ταῦτα εἴτε εἴδη
由 ὡς 加上中性单数形容词构成的分词省略独立副词结构(省略了 ὄν),意为“由于这些究竟是部分还是形式在目前没有区别”,表主句动词 κέχρηται(“不加区分地使用”)的原因或情态。
- 4.6μὴ εἰργόμενα βίᾳ ἀλλὰ χώραν τῆς παρόδου λαμβάνοντα
现在分词 εἰργόμενα 与 λαμβάνοντα 具有条件从属功能(从否定词 μή 亦可看出),限定归结从句的动词 οὐ στήσεται ... ἀλλὰ χωρήσει,意为“只要它们未被强力阻碍,而是获得了通行的空间”。
- 4.8ὡς γὰρ ἂν ἔχῃ τὸ ἐν τόπῳ, οὕτω καὶ τὸν τόπον ἔχειν ἀνάγκη
由相关关联词(ὡς ἂν ... οὕτω ...)构成的普遍条件结构。无人称结构 ἀνάγκη [ἐστί] 统摄宾格加不定式 τὸν τόπον ἔχειν,表达出“场所中的事物处于何种状态,场所也必然处于何种状态”的普遍比例关系。
