- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:499.30-501.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯论述了场所的差异并非仅是相对于我们的主观位置,而是在宇宙整体中依本性存在的,进而阐释了基于数学量度、虚空论者以及赫西俄德见证的场所存在论证,并梳理了关于场所是否存在及其本质的探究要旨。
καὶ οὐ δήπου, φησίν, αἱ διαφοραὶ τοῦ τόπου σχέσει μόνον εἰσὶ καὶ πρὸς ἡμᾶς· ἡμῖν μὲν γὰρ καὶ θέσει ἐστὶ τὰ τοιαῦτα, ὅθεν ὁ αὐτὸς δεξιὸς γένοιτ’ ἂν καὶ ἀριστερός, καὶ ἔμπροσθεν τὸ αὐτὸ καὶ ὄπισθεν, τινὸς μετακινηθέντος (ἀλλὰ καὶ ἄνω καὶ κάτω, ὡς ἐπὶ τῶν στεγῶν· τὸ μὲν γὰρ ἐπικείμενον τῷ στέγει κάτω αὐτὸ ἔχει, εἰ δὲ ὑπέλθοι καὶ ὑποκάτω γένοιτο, καὶ ὃ πρότερον κάτω ἦν ὕστερον ἄνω γέγονεν), ἀλλ’ εἰ καὶ πρὸς ἡμᾶς θέσει τὸ ἄνω καὶ τὸ κάτω καὶ τὰ λοιπά, ἀλλ’ ἐν τῷ παντὶ φύσει ἐστὶ1 διακρινόμενα κατὰ τὰς κινήσεις τῶν φυσικῶν σωμάτων· κάτω μὲν γάρ φαμεν ὅπου τὰ βαρέα φύσει φέρεται, ἄνω δὲ ὅπου τὰ κοῦφα. δείκνυσι δὲ ἐν τῇ Περὶ οὐρανοῦ, ὅτι καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ φύσει ἐστὶν ἐν τῷ παντί, δεξιὰ μὲν λέγων τὰ ἄρχοντα τῆς κινήσεως, οἷον τὰ ἀνατολικά, ἐπεὶ καὶ ἐν ἡμῖν ταῦτα δεξιά, ἀριστερὰ δὲ τὰ ἀντικείμενα. κατὰ τὴν αὐτὴν δὲ ἀναλογίαν καὶ ἔμπροσθεν μὲν εἴη ἂν τὰ βόρεια, τὰ νότια δὲ ὄπισθεν. εἰ δέ τις ταῦτα μὴ προσίοιτο, τὸ γοῦν ἄνω καὶ κάτω κατὰ φύσιν εἶναι ἐξ ἀνάγκης δώσει, ταῦτα δὲ τόπου διαφοραί, ὥστε καὶ ἔστιν ὁ τόπος καὶ φυσικὰς ἔχει διαφοράς. τὸ τρίτον ἐπιχείρημα ἐκ τῶν μαθηματικῶν μεγεθῶν. ὅτι γάρ, φησίν, ἔστιν ὁ τόπος φύσει, δηλοῦσι μάλιστα τὰ μαθηματικὰ μεγέθη. ἐπειδὴ γὰρ πᾶν μέγεθος ἐκ θέσιν ἐχόντων μορίων ἐστί, τοιαῦτα δέ ἐστι καὶ τὰ μαθηματικὰ μεγέθη, διὰ τοῦτο καὶ αὐτὰ θέσιν τινὰ ἔχει καὶ κεῖταί που· φαμὲν γὰρ τοῦ τριγώνου τοῦδε βάσιν μὲν εἶναι τήνδε κορυφὴν δὲ τήνδε, καὶ πλευρὰν τὴν μὲν δεξιὰν τὴν δὲ ἀριστεράν, ἀλλὰ τούτων μὲν οἱ τόποι σχέσει εἰσὶ καὶ ἐν τῇ ἡμετέρᾳ ἐπινοίᾳ, ὅθεν εἰ στρέψω τὸ τρίγωνον, ἄλλην ποιῶ κορυφὴν καὶ ἄλλην βάσιν καὶ τὴν τῶν πλευρῶν θέσιν ἐναλλάττω· καὶ τοῦτο εἰκότως, ἐπεὶ μηδὲ καθ’ ἑαυτὰ ὑφέστηκεν, ἀλλ’ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει. ὥσπερ οὖν τὸ εἶναι κατ’ ἐπίνοιαν ἔχει καὶ οὐ κατὰ φύσιν, οὕτω δὲ καὶ τοὺς τόπους. εἰ τοίνυν ταῦτα ἐν ἐπινοίᾳ τὸ εἶναι ἔχοντα ἐν ἐπινοίᾳ καὶ τοὺς τόπους ἔχει, εἴ τι ἄρα τῶν ὁμοίων φύσει ὑφέστηκε, φύσει ἂν ἔχοι καὶ τὴν θέσιν τῶν μορίων καὶ τοὺς τόπους. Αὗται μὲν οὖν αἱ ἐπιχειρήσεις πραγματειώδεις εἰσίν, αἱ δὲ λοιπαὶ δύο ἔνδοξοι καὶ ἐκ τῆς τῶν παλαιῶν μαρτυρίας, ἡ μὲν τετάρτη ἐκ τῶν τὸ κενὸν εἰσαγόντων (εἰ οὖν, φησί, κενόν τί ἐστι, τὸ δὲ κενὸν οὐδὲν ἕτερον εἶναι λέγουσι καὶ αὐτοὶ ἢ τόπον ἐστερημένον σώματος, δῆλον ὅτι ἔστι τῶν ὄντων ὁ τόπος), ἡ δὲ πέμπτη ὅτι καὶ Ἡσίοδος οὐ μόνον εἶναί φησι τὸν τόπον, ἀλλὰ καὶ φύσει προϋποστῆναι τῶν ἄλλων· “ἤτοι γὰρ πρώτιστα”, φησί, “χάος γένετ’, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος”. ἔοικε γάρ, φησί, καὶ οὗτος τῶν νομιζόντων ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν ὃ μὴ ἐν τόπῳ ἐστί· διὰ τοῦτο γοῦν πρὸ πάντων ὑποστῆναί φησι τὸν τόπον ἀπὸ τῆς χώρας καὶ τοῦ χωρητικὸν εἶναι πάντων ‘χάος’ αὐτὸν ὀνομάσας.2 ὥστε, φησίν, εἰ ταῦτα οὕτως ἔχει, ἔοικεν οὐ μόνον εἶναι ἡ τοῦ τόπου φύσις, ἀλλὰ καὶ θαυμαστή τις εἶναι καὶ πρώτη τῶν ἄλλων πάντων· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται.3 μὴ ὄντος μὲν γὰρ τοῦ τόπου οὐδ’ ἄλλο τι ἂν εἴη, εἴ γε πάντα τὰ ὄντα ἐν τόπῳ, εἰ δὲ μὴ τοῦτο, τὰ γοῦν σώματα οὐκ ἂν εἴη μὴ ὄντος τοῦ τόπου, τῶν σωμάτων δὲ μὴ ὄντων οὐδὲν κωλύει εἶναι τὸν τόπον. καὶ εἴ τίς γε τῷ χρόνῳ μὴ βούλοιτο προυπάρχειν τὸν τόπον, πάντως γοῦν τῇ φύσει προυπάρχειν αὐτὸν ἀνάγκη. Ὁμοίως δὲ καὶ περὶ τόπου ἀνάγκη τὸν φυσικὸν γνωρίζειν ὥσπερ καὶ περὶ ἀπείρου, εἰ ἔστιν ἢ μή. οὕτω γὰρ καὶ περὶ τοῦ ἀπείρου ἐζήτησε καὶ εἰς ἑκάτερα ἐπεχείρησεν, εἶτα ἔδειξε πῶς μὲν οὐκ ἔστι πῶς δὲ ἔστι. καὶ πῶς ἔστι καὶ τί ἐστι. τὸ μὲν πῶς ἔστιν, οἷον πότερον καθ’ ἑαυτὸν ὑφεστηκώς, ὡς ἐδόκει τοῖς τὸ κενὸν λέγουσιν εἶναι τὸν τόπον ἢ διάστημα, ἢ ἐν ἄλλῳ τὸ εἶναι ἔχων, ὡς Ἀριστοτέλει δοκεῖ (οὐ γὰρ εἶναι ὑπόστασίν τινα κεχωρισμένην καὶ καθ’ ἑαυτὴν ὑφεστηκυῖαν), τὸ δὲ τί ἐστι, πότερον κενὸν ἢ διάστημα ἢ πέρας τοῦ περιέχοντος.
他说,场所的差异绝不仅是相对的且对我们而言的。因为对我们而言,这类差异也取决于位置,从而当某人改变位置时,同一事物可能成为右边也可能成为左边,同一事物可能成为前方也可能成为后方(甚至上和下也是如此,正如在屋顶的情形中那样:因为位于屋顶之上的东西把屋顶当作在下,但如果人走到屋顶下方并处在下面,先前在下的东西后来就成了在上的);然而,即使对我们而言上和下以及其余各项取决于位置,但在宇宙整体中,它们却是依本性存在的,根据自然物体的运动而被区分开来;因为我们把重物依本性所向之处称为“下”,把轻者所向之处称为“上”。他在《论天》中表明,在宇宙整体中右和左也是依本性存在的,他把开启运动的部分——例如东方部分——称为“右”(因为在我们身上这些也是右),而把相反的部分称为“左”;按照同样的类比,北方部分将是在前,而南方部分将是在后。但即便有人不接受这些,他至少必须承认上和下是依本性存在的,而这些正是场所的差异;所以场所不仅存在,而且具有本性的差异。第三个论证来自数学量度。他说,因为数学量度最清楚地表明场所是依本性存在的。因为既然每一个量度都由具有位置的部分构成,而数学量度也是如此之物,因此它们自身也具有某种位置并处在某处;因为我们说这个三角形的底边是这个,顶角是这个,而关于边,这一条是右,那一条是左,但这些东西的场所是相对的,存在于我们的思惟之中,因此如果我旋转三角形,我就造出了不同的顶角和不同的底边,并且变换了各边的位置;这合乎常理,因为它们甚至并非自身独立自存,而是在我们的思惟中具有其存在。因此,正如它们是通过思惟而非依本性具有其存在一样,它们的场所也是如此。因此,如果这些在思惟中具有存在的事物其场所也在思惟之中,那么同类事物中如果有任何依本性自存之物,它依本性也将具有其各部分的位置和场所。这些论证是探究性的[科学的],而其余两个则是通行的公认见解,来自古人的见证:第四个来自引入虚空的人们(他说,因此如果虚空是某种存在,而他们自己也说虚空不过是剥夺了物体的场所,那么显而易见,场所属于存在的事物);第五个则是赫西俄德不仅说场所存在,而且说它在自然上先于其他事物而预先确立;他说,“因为确实最早生成的是卡俄斯,其次是宽胸的大地”。他说,因为这位诗人似乎也属于那些认为存在之物中无一不在场所之中的人;至少由于这个缘故,他从“空间”和“能容纳一切”出发将其命名为“卡俄斯”,并说场所在一切事物之前就确立了。他说,因此如果情况确实如此,场所的本性似乎不仅存在,而且是某种令人惊异且先于其他一切事物的东西;因为它能共灭其他事物,却不被共灭。因为如果没有场所,其他任何事物也不会存在,如果确实所有存在之物都在场所之中的话;即便不是如此,至少若没有场所,物体便不会存在,而如果没有物体,没有任何事物阻止场所的存在。即便有人不愿承认场所在时间上先在,它在自然上预先存在至少是必然的。 “同样,自然哲学家也必须像认识无限那样认识场所,它是否存在”。 因为关于无限他也正是这样探究并向两方面进行论证,随后表明它在何种意义上不存在,而在何种意义上存在;“并且〔必须认识〕它如何存在以及它是什么”。“它如何存在”是指,例如它是自身独立自存的(正如那些说场所是虚空或间距的人所认为的那样),还是在另一物中具有其存在(正如亚里士多德所认为的那样,因为场所并不是某种被分离且自身独立自存的实体);而“它是什么”是指它是虚空、间距,还是包围者的限界。
- 4.1ἀλλ’ εἰ καὶ πρὸς ἡμᾶς θέσει τὸ ἄνω καὶ τὸ κάτω καὶ τὰ λοιπά, ἀλλ’ ἐν τῷ παντὶ φύσει ἐστὶ
在让步从句 εἰ καί... 之后的归结句开头重复使用了 ἀλλά(归结句的 ἀλλά),用于紧承让步以突出强调主句的对比性断言。
- 4.1ἀπὸ τῆς χώρας καὶ τοῦ χωρητικὸν εἶναι πάντων ‘χάος’ αὐτὸν ὀνομάσας
介词短语 ἀπό + 属格表示命名(与 ὀνομάσας 连用)的词源或依据,用以解释为何从“空间(χώρα)”和“能够容纳(τὸ χωρητικὸν εἶναι)”中引申命名出“卡俄斯(χάος)”。
- 4.1συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται
主动态 συναναιρεῖ 与被动态 οὐ συναναιρεῖται 的对举。按上下文主语为“场所的本性(ἡ τοῦ τόπου φύσις)”。这是表达本体论在先性的经典句式:场所消灭则其他事物随之消灭(共灭他物),但其他事物消灭时场所本身并不随之消灭(不被共灭)。
