← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§49.1-50.21

按定义为一之说的反驳与一多难题的解决

斐洛庞努斯阐释了亚里士多德对存在者按定义为一这一第三种假说的反驳,批驳了后代古人在一与多难题上的困惑(包括墨涅德谟等人对语法的改造以及对柏拉图的误解),并说明存在者如何在基底上为一的同时,在定义上或通过潜能分割而为多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.29

" Ἀλλὰ μὴν εἰ τῷ λόγῳ, ὡς λώπιον καὶ ἱμάτιον." Ἐπὶ τὴν τρίτην μετέβη ὑπόθεσιν τὴν ἓν λέγουσαν τῷ λόγῳ τῷ ὁριστικῷ οὐ τοῖς ὀνόμασιν, οἷά ἐστι τὰ πολυώνυμα. τὸ αὐτὸ γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ· ὅτι τὰ ἐναντία εἰς ταὐτὸν ἄξουσιν, ὥσπερ ὁ Ἡράκλειτος. καὶ μήτε ἀγαθῷ μήτε κακῷ· ὅτι καὶ τὴν ἀντίφασιν εἰς ταὐτὸν ἄξουσιν. ὥστε συναληθεύει ἡ ἀντίφασις. καὶ ἄνθρωπος καὶ ἵππος· ὅτι καὶ τὰ ἁπλῶς ἕτερα. καὶ οὐ περὶ τοῦ εἶναι τὰ ὄντα ὁ λόγος ἔσται, ἀλλὰ περὶ τοῦ μηδέν· εἰ γὰρ συναληθεύει ἡ ἀντίφασις, ὁ τὸ ὂν λέγων ἓν εἶναι, οὗτος λέξει τὸ ὂν οὐδὲν εἶναι. ὥστε κινδυνεύει ἐκ τούτων ὁ λόγος οὐχ ἓν μᾶλλον τὸ ὂν δεῖξαι ἢ οὐδέν. καὶ τὸ τοιῳδὶ εἶναι καὶ τὸ τοσῳδὶ ταὐτόν·1 εἰ γὰρ ὀνόματι μόνον διαφέρουσι τὰ πράγματα, ταὐτὸν ἔσται ποσὸν καὶ ποιὸν καὶ αἱ λοιπαὶ κατηγορίαι.

“然而,如果按定义,就像大衣和斗篷一样。” 他转向了第三种假说,即主张在界说性定义上是一,而不是在名称上[是一],如多名同义的事物那样。因为对于善与恶而言它将是同一的;因为他们将把对立面归结为同一事物,正如赫拉克利特那样。并且对于非善非恶而言也是[同一的];因为他们也将把矛盾对立归结为同一事物。从而矛盾对立双方将同时为真。并且人与马也是[同一的];因为他们也将把单纯互异的事物[归结为同一事物]。而且论证将不是关于存在者的存在,而是关于无;因为如果矛盾对立双方同时为真,主张存在者是一的人就将主张存在者是无。从而由此产生的危险是,该论证表明存在者是一并不比表明它是无更有说服力。并且具有如此的质与具有如此的量也将是同一的;因为如果事物仅在名称上有别,量、质以及其余范畴都将是同一的。

§1.30

"Ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων." Τοῦτο οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω, ἔνθα ἔλεγε “τὸ αὐτὸ γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ”. οὕτω γὰρ ἄτοπον, φησί, τὰ ἐναντία τὰ αὐτὰ εἶναι, ὥστε καὶ τοὺς πρὸ ἡμῶν αὐτὸ τοῦτο φοβηθῆναι, μήποτε δόξῃ τὸ αὐτὸ ἅμα ἓν καὶ πολλὰ εἶναι, οἷον ὁ Σωκράτης καὶ λευκὸς ὢν καὶ φιλόσοφος καὶ Ἀθηναῖος. οἱ δὲ τὴν λέξιν μετερρύθμιζον· ὡς Μενέδημος ὁ Ἐρετριεύς. καὶ ὁ μὲν Ἀριστοτέλης ἀνωνύμως εἶπε, τινὲς δὲ ὑπενόησαν εἰς τὸν Πλάτωνα αὐτὸν αἰνίττεσθαι, παντελῶς ἄπειροι ὄντες καὶ αὐτῆς τῆς Πλατωνικῆς λέξεως. πανταχοῦ τε γὰρ ἀεὶ ταῖς προτάσεσι τὸ ἔστι προσκατηγορεῖται, ‘ἔστι τι τὸ δίκαιον’ καὶ ‘ἔστι τι τὸ καλόν’, καὶ ἐν τῷ Σοφιστῇ αὐτοῦ τούτου τοῦ θεωρήματος μεμνημένος μέμφεται τοὺς κομίζοντας τὸ αὐτὸ ἓν καὶ πολλὰ εἶναι διὰ τὸ πλείονα τοῦ αὐτοῦ κατηγορεῖσθαι,2 καί φησιν ὅτι διὰ πενίαν τῆς κατὰ τὴν φρόνησιν κτήσεως τοῦτο πάσχουσι, μὴ δυνάμενοι διαστείλασθαι ὅτι τῷ αὐτῷ κατ’ ἄλλο μὲν ὑπάρχει τὸ ἓν εἶναι, κατ’ ἄλλο δὲ τὸ πολλά. ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος.3 τοῦτο ὡς διακωμῳδῶν αὐτοὺς ἐν μέσῳ εἶπεν. ὡς δή, φησί, τοῦ ἑνὸς μοναχῶς καὶ οὐ πολλαχῶς λεγομένου, ὥσπερ καὶ τοῦ ὄντος· τὸ γὰρ ἢ τοῦ ὄντος ἀντὶ τοῦ ὥσπερ καὶ τοῦ ὄντος.

“而古代人中较晚近者也感到了困惑。” 这并非针对紧邻的前文,而是针对更上方、即他说“因为对于善与恶而言它将是同一的”那一处。他说,因为对立面是同一的这件事是如此荒谬,以至于我们之前的人也正因害怕这一点,唯恐同一事物被认为同时既是一又是多,例如苏格拉底既是白的又是哲学家还是雅典人。于是有些人改变了表达方式,正如埃雷特里亚的墨涅德谟那样。亚里士多德虽未指名道姓地谈及,但有些人却猜疑他是在暗讽柏拉图,这些人甚至对柏拉图自身的表达方式也完全一无所知。因为在柏拉图的命题中无处不总是把“是”连带断真,例如“正义是某种事物”和“美是某种事物”;并且他在《智者篇》中提及这同一个定理时,斥责了那些因同一事物被述说更多属性便引入同一事物既是一又是多的人,并且说他们遭遇这种情况是由于在明智的获得上的贫乏,不能区分对同一事物而言,在一个方面属于它的是作为一,而在另一个方面属于它的则是作为多。 “仿佛‘一’或‘存在’只有单一含义被言说那样。”他在此插话,仿佛在讽刺他们。他说,这仿佛是说“一”确实只有单一含义而非以多种方式被言说,正如“存在”一样;因为“或存在”是用来代替“正如存在一样”。

§1.31

"Πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ." Τὸ γὰρ μουσικὸν καὶ τὸ λευκὸν λόγῳ μὲν ἕτερα τῷ ὁριστικῷ, τὰ αὐτὰ δὲ τῷ ὑποκειμένῳ· ἐν ἑνὶ γὰρ καὶ τῷ αὐτῷ ἀνθρώπῳ. πολλὰ ἄρα τὸ ἕν· τὸ τῷ ὑποκειμένῳ ἓν πολλὰ τῷ λόγῳ ἐστί, καὶ τοῦτο οὐκ ἄτοπον οὐδὲ ἀδύνατον. ἢ διαιρέσει, ὥσπερ τὸ ὅλον καὶ τὰ μέρη. διαιρέσει φησὶν ἀντὶ τοῦ δυνάμει· τὸ γὰρ συνεχὲς ἐνεργείᾳ μὲν ἕν τί ἐστιν ὡς ὅλον, δυνάμει δὲ πολλά, καὶ τοῦτο οὐκ ἄτοπον. οἱ μέντοι ἀρχαιότεροι, φησίν, ἐνταῦθα ἤδη ἠπόρουν, λέγω δὲ ἐπὶ τοῦ συνεχοῦς, καὶ οἷον νικώμενοι ὑπὸ τῆς ἀπορίας ὁμόσε τῷ ἀτόπῳ ἐχώρουν, καὶ ὡμολόγουν τὸ αὐτὸ ἓν εἶναι4 καὶ πολλά, ὡς ἄν, φησίν, οὐκ ἐνδεχόμενον τὸ αὐτὸ καὶ ἓν καὶ πολλὰ εἶναι, μὴ μέντοι τὰ ἀντικείμενα· τὸ γὰρ αὐτὸ δυνάμει ἓν καὶ πολλὰ εἶναι ἀδύνατον, ἢ ἐνεργείᾳ ἓν καὶ πολλὰ τὸ αὐτό (ταῦτα γὰρ ἀντικείμενά ἐστιν, ἅμα δὲ τὰ ἀντικείμενα εἶναι ἀδύνατον), τὸ αὐτὸ δὲ δυνάμει μὲν πολλὰ εἶναι, ἐνεργείᾳ δὲ ἕν, οὐδὲν ἀδύνατον. τοιοῦτον δέ ἐστι τὸ συνεχές.

“但存在者或者是按定义为多。” 因为懂音律与白在界说性定义上是互异的,但在基底上是同一的;因为它们存在于同一个人的身上。因此这一事物是多:在基底上是一的事物在定义上是多,而这既非荒谬亦非不可能。 “或者通过分割,就像全体与诸部分。”他说通过分割是代替“在潜能上”;因为连续体在现实上作为全体是一个事物,但在潜能上是多,而这也并非荒谬。他说,然而更古老的人们在此——我指的是在连续体的情形中——便已陷入困惑,并且他们仿佛被困惑所压倒,径直走向荒谬,承认同一事物既是一又是多;他说,仿佛同一事物,但并非按相反的规定而言,既是一又是多是不可能的;因为同一事物在潜能上既是一又是多,或者同一事物在现实上既是一又是多是不可能的(因为这些是相反的规定,而相反的规定同时存在是不可能的),但同一事物在潜能上是多而在现实上是一,则决非不可能。连续体就是如此的。

语法注4 条
  1. 1.29καὶ τὸ τοιῳδὶ εἶναι καὶ τὸ τοσῳδὶ ταὐτόν

    带与格的冠词加不定式(τὸ τοιῳδὶ εἶναι)是充当名词的短语,意为“具有如此的质”,与紧随其后的 τὸ τοσῳδὶ [εἶναι]一同作主语,ταὐτόν 为谓词(省略了系动词 ἔσται)。

  2. 1.30διὰ τὸ πλείονα τοῦ αὐτοῦ κατηγορεῖσθαι

    由介词 διά 连同冠词不定式(τὸ ... κατηγορεῖσθαι)构成的表原因短语。πλείονα 是充当不定式主语的中性复数宾格(“更多的事物/多个谓词”),τοῦ αὐτοῦ 是由动词 κατηγορεῖσθαι 所支配的属格(“关于同一事物”)。

  3. 1.30ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος

    由 ὡς 引导的属格绝对构式,表示讽刺或假设的托辞(“仿佛……那样”)。正如注释者所指出的,连词 ἤ 在此处并非表示通常的选择(“或者”),而是承担比较与类比的功能(ὥσπερ καί,“正如……一样”)。

  4. 1.31ὡς ἄν, φησίν, οὐκ ἐνδεχόμενον τὸ αὐτὸ καὶ ἓν καὶ πολλὰ εἶναι

    由无人称动词 ἐνδέχεται 的分词 ἐνδεχόμενον 与 ὡς ἄν 连用构成的宾格绝对构式,表示假设性的理由或态度(“仿佛同一事物既是一又是多是不可能的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:49.1-50.21